§9.9ὅτι δὲ καὶ βελτίων καὶ τιμιωτέρα τῆς σπουδαίας δυνάμεως ἡ ἐνέργεια, ἐκ τῶνδε δῆλον.
而现实活动比好的潜能更好、更可贵,这从以下事实中可以清楚地看出。
ὅσα γὰρ κατὰ τὸ δύνασθαι λέγεται, ταὐτόν ἐστι δυνατὸν τἀναντία, οἷον τὸ δύνασθαι λεγόμενον ὑγιαίνειν ταὐτόν ἐστι καὶ τὸ νοσεῖν, καὶ ἅμα· ἡ αὐτὴ γὰρ δύναμις τοῦ ὑγιαίνειν καὶ κάμνειν, καὶ ἠρεμεῖν καὶ κινεῖσθαι, καὶ οἰκοδομεῖν καὶ καταβάλλειν, καὶ οἰκοδομεῖσθαι καὶ καταπίπτειν.
因为凡是根据“能够”而被说的,同一事物都能够具有相反的性质;例如,被说成能够健康的,与能够生病的是同一事物,并且是同时具有这两种潜能的;因为健康和生病是同一种潜能,静止和运动、建筑和拆毁、被建筑和倒塌也都是同一种潜能。
τὸ μὲν οὖν δύνασθαι τἀναντία ἅμα ὑπάρχει· τὰ δʼ ἐναντία ἅμα ἀδύνατον, καὶ τὰς ἐνεργείας δὲ ἅμα ἀδύνατον ὑπάρχειν (οἷον ὑγιαίνειν καὶ κάμνειν), ὥστʼ ἀνάγκη τούτων θάτερον εἶναι τἀγαθόν, τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον· ἡ ἄρα ἐνέργεια βελτίων.
因此,具有相反性质的潜能是同时存在的;但相反的事物本身是不可能同时存在的,它们的现实活动也是不可能同时存在的(例如健康和生病)。 所以,在这些现实活动中,其中之一必然是好的,而潜能则是同样地指向两者,或者说两者都不是;因此,现实活动更好。
ἀνάγκη δὲ καὶ ἐπὶ τῶν κακῶν τὸ τέλος καὶ τὴν ἐνέργειαν εἶναι χεῖρον τῆς δυνάμεως· τὸ γὰρ δυνάμενον ταὐτὸ ἄμφω τἀναντία.
而在坏的事物中,其目的和现实活动也必然比其潜能更坏;因为具有潜能的东西对于相反的两方面是同一的。
δῆλον ἄρα ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα· ὕστερον γὰρ τῇ φύσει τὸ κακὸν τῆς δυνάμεως.
由此可见,恶并不存在于具体事物之外;因为恶在自然本性上晚于潜能。
οὐκ ἄρα οὐδʼ ἐν τοῖς ἐξ ἀρχῆς καὶ τοῖς ἀϊδίοις οὐθὲν ἔστιν οὔτε κακὸν οὔτε ἁμάρτημα οὔτε διεφθαρμένον (καὶ γὰρ ἡ διαφθορὰ τῶν κακῶν ἐστίν).
所以,在最初的本原以及永恒的事物中,绝没有任何恶、错误或毁灭(因为毁灭也是属于恶的事物)。
εὑρίσκεται δὲ καὶ τὰ διαγράμματα ἐνεργείᾳ· διαιροῦντες γὰρ εὑρίσκουσιν.
几何图形也是通过现实活动而被发现的;因为人们是通过分割来发现它们的。
εἰ δʼ ἦν διῃρημένα, φανερὰ ἂν ἦν· νῦν δʼ ἐνυπάρχει δυνάμει.
如果它们已被分割,那就会是一目了然的;但现在,它们只是潜在地存在着。
διὰ τί δύο ὀρθαὶ τὸ τρίγωνον;
为什么三角形内角和等于两直角?
ὅτι αἱ περὶ μίαν στιγμὴν γωνίαι ἴσαι δύο ὀρθαῖς.
因为围绕一个顶点的角等于两直角。
εἰ οὖν ἀνῆκτο ἡ παρὰ τὴν πλευράν, ἰδόντι ἂν ἦν εὐθὺς δῆλον διὰ τί.
所以,如果把平行于一边的线画出来,那么任何看见它的人都会立刻明白这是为什么。
ἐν ἡμικυκλίῳ ὀρθὴ καθόλου διὰ τί;
为什么半圆内的角普遍是直角?
ἐὰν ἴσαι τρεῖς, ἥ τε βάσις δύο καὶ ἡ ἐκ μέσου ἐπισταθεῖσα ὀρθή, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι.
如果有三条线相等,即底边的两部分和从中心垂直立起的那条线相等,那么对于知道这一前提并看到它的人来说,这就很明显了。
ὥστε φανερὸν ὅτι τὰ δυνάμει ὄντα εἰς ἐνέργειαν ἀγόμενα εὑρίσκεται· αἴτιον δὲ ὅτι ἡ νόησις ἐνέργεια· ὥστʼ ἐξ ἐνεργείας ἡ δύναμις, καὶ διὰ τοῦτο ποιοῦντες γιγνώσκουσιν (ὕστερον γὰρ γενέσει ἡ ἐνέργεια ἡ κατʼ ἀριθμόν).
所以显而易见,潜在存在着的事物是通过被引入现实活动才被发现的;其原因在于,思考本身就是一种现实活动;因此,潜能出自现实活动,正因如此,人们是通过制作来认识的(因为个别现实活动在生成上是居后的)。