§10.1#1τὸ ἓν ὅτι μὲν λέγεται πολλαχῶς, ἐν τοῖς περὶ τοῦ ποσαχῶς διῃρημένοις εἴρηται πρότερον·
关于“一”是在多种意义上被表述的,在先前讨论字词的各种含义时已经说过。
πλεοναχῶς δὲ λεγομένου οἱ συγκεφαλαιούμενοι τρόποι εἰσὶ τέτταρες τῶν πρώτων καὶ καθʼ αὑτὰ λεγομένων ἓν ἀλλὰ μὴ κατὰ συμβεβηκός.
尽管它是在多种意义上被表述的,但在首要意义上以及就其自身而非偶然地被称为一的那些方式,可以归纳为四种。
τό τε γὰρ συνεχὲς ἢ ἁπλῶς ἢ μάλιστά γε τὸ φύσει καὶ μὴ ἁφῇ μηδὲ δεσμῷ (καὶ τούτων μᾶλλον ἓν καὶ πρότερον οὗ ἀδιαιρετωτέρα ἡ κίνησις καὶ μᾶλλον ἁπλῆ)· ἔτι τοιοῦτον καὶ μᾶλλον τὸ ὅλον καὶ ἔχον τινὰ μορφὴν καὶ εἶδος, μάλιστα δʼ εἴ τι φύσει τοιοῦτον καὶ μὴ βίᾳ, ὥσπερ ὅσα κόλλῃ ἢ γόμφῳ ἢ συνδέσμῳ, ἀλλὰ ἔχει ἐν αὑτῷ τὸ αἴτιον αὐτῷ τοῦ συνεχὲς εἶναι.
首先是连续的事物,或者是简单地连续,或者尤其是那些由于自然而非由于接触或捆绑而连续的事物(在这些事物中,其运动更不可分且更简单的事物,更是一且在先的);此外,这样且甚至更是如此的是整体,以及具有某种形状和形式的事物,尤其是如果它由于自然而非由于强力是这样的(不像那些由于胶水、钉子或绳子系在一起的事物),而是其自身内部具有使其连续的原因。
τοιοῦτον δὲ τῷ μίαν τὴν κίνησιν εἶναι καὶ ἀδιαίρετον τόπῳ καὶ χρόνῳ, ὥστε φανερόν, εἴ τι φύσει κινήσεως ἀρχὴν ἔχει τῆς πρώτης τὴν πρώτην, οἷον λέγω φορᾶς κυκλοφορίαν, ὅτι τοῦτο πρῶτον μέγεθος ἕν.
而它是这样的,是由于其运动在空间和时间上是一且不可分的;因此,显然如果任何事物由于自然具有最初运动的最初起点(例如,我的意思是位移运动中的圆周运动),那么这就是首要意义上的一个量度。
τὰ μὲν δὴ οὕτως ἓν ᾗ συνεχὲς ἢ ὅλον, τὰ δὲ ὧν ἂν ὁ λόγος εἷς ᾖ, τοιαῦτα δὲ ὧν ἡ νόησις μία, τοιαῦτα δὲ ὧν ἀδιαίρετος, ἀδιαίρετος δὲ τοῦ ἀδιαιρέτου εἴδει ἢ ἀριθμῷ·
因此,有些事物是以这种方式作为连续或整体而被表述为一,而另一些事物则是那些其定义为一的事物,这样的是那些其思维是一的事物,而这些则是其思维不可分的事物;当其在形式或数量上不可分时,它就是不可分的。
ἀριθμῷ μὲν οὖν τὸ καθʼ ἕκαστον ἀδιαίρετον, εἴδει δὲ τὸ τῷ γνωστῷ καὶ τῇ ἐπιστήμῃ, ὥσθʼ ἓν ἂν εἴη πρῶτον τὸ ταῖς οὐσίαις αἴτιον τοῦ ἑνός.
因此,在数量上,个体是不可分的;在形式上,在认识和科学中不可分的是不可分的;因此,首要的一将是那些成为实体为一之原因的事物。
λέγεται μὲν οὖν τὸ ἓν τοσαυταχῶς, τό τε συνεχὲς φύσει καὶ τὸ ὅλον, καὶ τὸ καθʼ ἕκαστον καὶ τὸ καθόλου, πάντα δὲ ταῦτα ἓν τῷ ἀδιαίρετον εἶναι τῶν μὲν τὴν κίνησιν τῶν δὲ τὴν νόησιν ἢ τὸν λόγον.
因此,“一”在这么多意义上被表述:自然连续者、整体、个体和普遍者;所有这些都是一,因为它们是不可分的,有些在运动上不可分,有些在思维或定义上不可分。
—δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται, καὶ τί ἐστι τὸ ἑνὶ εἶναι καὶ τίς αὐτοῦ λόγος.
——但是我们必须认识到,决不能把“哪些事物被称为一”与“什么是一(一的本质是什么)”以及“它的定义是什么”等同起来。
λέγεται μὲν γὰρ τὸ ἓν τοσαυταχῶς, καὶ ἕκαστον ἔσται ἓν τούτων, ᾧ ἂν ὑπάρχῃ τις τούτων τῶν τρόπων· τὸ δὲ ἑνὶ εἶναι ὁτὲ μὲν τούτων τινὶ ἔσται, ὁτὲ δὲ ἄλλῳ ὃ καὶ μᾶλλον ἐγγὺς τῷ ὀνόματί ἐστι, τῇ δυνάμει δʼ ἐκεῖνα, ὥσπερ καὶ περὶ στοιχείου καὶ αἰτίου εἰ δέοι λέγειν ἐπί τε τοῖς πράγμασι διορίζοντα καὶ τοῦ ὀνόματος ὅρον ἀποδιδόντα.
因为“一”在这么多意义上被表述,而这些事物中,凡是属于这些方式之一的,都将是一;但是“一的本质”有时属于这些方式之一,有时则属于其他更接近这个词的某种东西,而先前的那些方式在潜能(或力量)上是这样的,正如我们要谈论“元素”和“原因”,对照事实进行区分并给出该词的定义一样。
ἔστι μὲν γὰρ ὡς στοιχεῖον τὸ πῦρ (ἔστι δʼ ἴσως καθʼ αὑτὸ καὶ τὸ ἄπειρον ἤ τι ἄλλο τοιοῦτον), ἔστι δʼ ὡς οὔ· οὐ γὰρ τὸ αὐτὸ πυρὶ καὶ στοιχείῳ εἶναι, ἀλλʼ ὡς μὲν πρᾶγμά τι καὶ φύσις τὸ πῦρ στοιχεῖον, τὸ δὲ ὄνομα σημαίνει τὸ τοδὶ συμβεβηκέναι αὐτῷ, ὅτι ἐστί τι ἐκ τούτου ὡς πρώτου ἐνυπάρχοντος.
因为在一种意义上,火是元素(也许无限者或某种其他类似的事物本身也是这样),但在另一种意义上则不然;因为“作为火”和“作为元素”并不是一回事,而是火作为某种特定的事物和本性是一个元素,而“元素”这个名字则表示这种属性属于它,即某种东西首先是由它作为内在成分构成的。
οὕτω καὶ ἐπὶ αἰτίου καὶ ἑνὸς καὶ τῶν τοιούτων ἁπάντων, διὸ καὶ τὸ ἑνὶ εἶναι τὸ ἀδιαιρέτῳ ἐστὶν εἶναι, ὅπερ τόδε ὄντι καὶ ἰδίᾳ χωριστῷ ἢ τόπῳ ἢ εἴδει ἢ διανοίᾳ, ἢ καὶ τὸ ὅλῳ καὶ ἀδιαιρέτῳ, μάλιστα δὲ τὸ μέτρῳ εἶναι πρώτῳ ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσοῦ· ἐντεῦθεν γὰρ ἐπὶ τὰ ἄλλα ἐλήλυθεν. μέτρον γάρ ἐστιν ᾧ τὸ ποσὸν γιγνώσκεται·
同样地,在“原因”、“一”以及所有此类术语的情况下也是如此;因此,“一的本质”也就是不可分的,它是一个特定的事物,并且在空间、形式或思想上是个别分离的,或者是整体且不可分的,尤其是作为每一类的首要度量,最本真地是数量的首要度量;因为从这里它推广到了其他类。
γιγνώσκεται δὲ ἢ ἑνὶ ἢ ἀριθμῷ τὸ ποσὸν ᾗ ποσόν, ὁ δὲ ἀριθμὸς ἅπας ἑνί, ὥστε πᾶν τὸ ποσὸν γιγνώσκεται ᾗ ποσὸν τῷ ἑνί, καὶ ᾧ πρώτῳ ποσὰ γιγνώσκεται, τοῦτο αὐτὸ ἕν· διὸ τὸ ἓν ἀριθμοῦ ἀρχὴ ᾗ ἀριθμός.
因为度量是数量被认识的凭借;而数量作为数量,是要么通过一,要么通过数来被认识的,而所有的数都是通过一被认识的,因此,所有的数量作为数量,都是通过一被认识的,而那些数量首先通过其被认识的,就是这一本身;所以一是在数量意义上数的起点。
ἐντεῦθεν δὲ καὶ ἐν τοῖς ἄλλοις λέγεται μέτρον τε ᾧ ἕκαστον πρώτῳ γιγνώσκεται, καὶ τὸ μέτρον ἑκάστου ἕν, ἐν μήκει, ἐν πλάτει, ἐν βάθει, ἐν βάρει, ἐν τάχει (τὸ γὰρ βάρος καὶ τάχος κοινὸν ἐν τοῖς ἐναντίοις· διττὸν γὰρ ἑκάτερον αὐτῶν, οἷον βάρος τό τε ὁποσηνοῦν ἔχον ῥοπὴν καὶ τὸ ἔχον ὑπεροχὴν ῥοπῆς, καὶ τάχος τό τε ὁποσηνοῦν κίνησιν ἔχον καὶ τὸ ὑπεροχὴν κινήσεως· ἔστι γάρ τι τάχος καὶ τοῦ βραδέος καὶ βάρος τοῦ κουφοτέρου).
因此,在其他情况下, “度量”也是指各事物首先通过其被认识的东西,而各事物的度量是一——在长度、宽度、深度、重量、速度上(因为重量和速度在相反者之间是共通的,因为它们各自都是双重的;例如,重量既指具有任何重力倾向者,也指具有超额重力倾向者,而速度既指具有任何运动量者,也指具有超额运动量者;因为即使慢者也有某种速度,较轻者也有某种重量)。