§9.1περὶ μὲν οὖν τοῦ πρώτως ὄντος καὶ πρὸς ὃ πᾶσαι αἱ ἄλλαι κατηγορίαι τοῦ ὄντος ἀναφέρονται εἴρηται, περὶ τῆς οὐσίας (κατὰ γὰρ τὸν τῆς οὐσίας λόγον λέγεται τἆλλα ὄντα, τό τε ποσὸν καὶ τὸ ποιὸν καὶ τἆλλα τὰ οὕτω λεγόμενα· πάντα γὰρ ἕξει τὸν τῆς οὐσίας λόγον, ὥσπερ εἴπομεν ἐν τοῖς πρώτοις λόγοις)·
关于那第一意义上的存在、以及存在的其他所有范畴都归属(言及)于它的事物,即实体,已经讨论过了(因为其他存在的事物都是根据实体的说明而被称作存在的,即量、质以及其他以此种方式被称作的事物;因为正如我们在先前的讨论中所说,一切事物都将包含实体的说明)。
ἐπεὶ δὲ λέγεται τὸ ὂν τὸ μὲν τὸ τὶ ἢ ποιὸν ἢ ποσόν, τὸ δὲ κατὰ δύναμιν καὶ ἐντελέχειαν καὶ κατὰ τὸ ἔργον, διορίσωμεν καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας, καὶ πρῶτον περὶ δυνάμεως ἣ λέγεται μὲν μάλιστα κυρίως, οὐ μὴν χρησιμωτάτη γέ ἐστι πρὸς ὃ βουλόμεθα νῦν· ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις καὶ ἡ ἐνέργεια τῶν μόνον λεγομένων κατὰ κίνησιν.
但是,既然存在一方面被说成是“何”或“质”或“量”,另一方面又被说成是根据潜能与完全现实、以及根据活动,那么我们也来界定潜能与完全现实,并首先关于那在最本原意义上所说的潜能,虽然它对于我们现在所期望的目的并非最有用;因为潜能与现实所涵盖的范围,要比仅就运动而言的潜能与现实更广。
ἀλλʼ εἰπόντες περὶ ταύτης, ἐν τοῖς περὶ τῆς ἐνεργείας διορισμοῖς δηλώσομεν καὶ περὶ τῶν ἄλλων.
然而,在讨论了这一种潜能之后,我们将在关于现实的界定中,也阐明其他种类的潜能。
ὅτι μὲν οὖν λέγεται πολλαχῶς ἡ δύναμις καὶ τὸ δύνασθαι, διώρισται ἡμῖν ἐν ἄλλοις·
现在,潜能以及“能够”被以多种方式称呼,这已经在我们的其他著作中得到了界定。
τούτων δʼ ὅσαι μὲν ὁμωνύμως λέγονται δυνάμεις ἀφείσθωσαν (ἔνιαι γὰρ ὁμοιότητί τινι λέγονται, καθάπερ ἐν γεωμετρίᾳ καὶ δυνατὰ καὶ ἀδύνατα λέγομεν τῷ εἶναί πως ἢ μὴ εἶναι), ὅσαι δὲ πρὸς τὸ αὐτὸ εἶδος, πᾶσαι ἀρχαί τινές εἰσι, καὶ πρὸς πρώτην μίαν λέγονται, ἥ ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο.
在这些方式中,那些仅以同名异义方式被称为潜能的就先予以搁置(因为有些是由于某种相似性而被这样称呼的,正如在几何学中,我们根据以某种方式存在或不存在,而称之为“乘方”以及“可能”与“不可能”),而那些指向同一形相的潜能,全都是某种原理,并且都是相对于一个单一的第一潜能而言的,这第一潜能就是:在另一个事物中、或者作为他者而在其自身中的变化的原理。
ἡ μὲν γὰρ τοῦ παθεῖν ἐστὶ δύναμις, ἡ ἐν αὐτῷ τῷ πάσχοντι ἀρχὴ μεταβολῆς παθητικῆς ὑπʼ ἄλλου ἢ ᾗ ἄλλο· ἡ δʼ ἕξις ἀπαθείας τῆς ἐπὶ τὸ χεῖρον καὶ φθορᾶς τῆς ὑπʼ ἄλλου ἢ ᾗ ἄλλο ὑπʼ ἀρχῆς μεταβλητικῆς.
因为一方面是受动的潜能,它是受动者自身内部的被动变化的原理,由他者、或作为他者的自身所引起;另一方面则是对于由改变之原理所引起的、来自他者(或作为他者的自身)的变坏与毁灭的“不受动”状态。
ἐν γὰρ τούτοις ἔνεστι πᾶσι τοῖς ὅροις ὁ τῆς πρώτης δυνάμεως λόγος.
因为在所有这些定义中,都存在着第一潜能的说明。
πάλιν δʼ αὗται δυνάμεις λέγονται ἢ τοῦ μόνον ποιῆσαι ἢ παθεῖν ἢ τοῦ καλῶς, ὥστε καὶ ἐν τοῖς τούτων λόγοις ἐνυπάρχουσί πως οἱ τῶν προτέρων δυνάμεων λόγοι.
再者,这些潜能要么被说成是仅仅主动或受动的潜能,要么被说成是“良好地”如此这般的潜能,以至于在后者的定义中,也以某种方式内在着先前那些潜能的说明。
—φανερὸν οὖν ὅτι ἔστι μὲν ὡς μία δύναμις τοῦ ποιεῖν καὶ πάσχειν (δυνατὸν γάρ ἐστι καὶ τῷ ἔχειν αὐτὸ δύναμιν τοῦ παθεῖν καὶ τῷ ἄλλο ὑπʼ αὐτοῦ), ἔστι δὲ ὡς ἄλλη.
因此,显而易见,在某种意义上主动与受动的潜能是一(因为一个事物被称为“有能力的”,既是因为它自身拥有受动的潜能,也是因为他者拥有被它所作用的潜能),但在另一种意义上它们是不同的。
ἡ μὲν γὰρ ἐν τῷ πάσχοντι (διὰ γὰρ τὸ ἔχειν τινὰ ἀρχήν, καὶ εἶναι καὶ τὴν ὕλην ἀρχήν τινα, πάσχει τὸ πάσχον, καὶ ἄλλο ὑπʼ ἄλλου· τὸ λιπαρὸν μὲν γὰρ καυστὸν τὸ δʼ ὑπεῖκον ὡδὶ θλαστόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων), ἡ δʼ ἐν τῷ ποιοῦντι, οἷον τὸ θερμὸν καὶ ἡ οἰκοδομική, ἡ μὲν ἐν τῷ θερμαντικῷ ἡ δʼ ἐν τῷ οἰκοδομικῷ·
因为一种是在受动者中(由于拥有某种原理,并且质料也是某种原理,受动者才受动,一个事物被另一个事物所作用;例如多脂的物质是易燃的,而以此种方式屈服的物质是易碎的,其他情况亦然),而另一种则是在主动者中,例如热和建筑术,一者在加热者中,另一者在建造者中。
διὸ ᾗ συμπέφυκεν, οὐθὲν πάσχει αὐτὸ ὑφʼ ἑαυτοῦ· ἓν γὰρ καὶ οὐκ ἄλλο.
因此,在它们本性上结合的范围内,它自身不会受到自身的任何作用;因为它是单一的,而非他者。
καὶ ἡ ἀδυναμία καὶ τὸ ἀδύνατον ἡ τῇ τοιαύτῃ δυνάμει ἐναντία στέρησίς ἐστιν, ὥστε τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ πᾶσα δύναμις ἀδυναμίᾳ.
而无能力和不可能,则是与此类潜能相反的缺乏,因此对于同一事物且在同一方面,每一种潜能都有其相应的无能力。
ἡ δὲ στέρησις λέγεται πολλαχῶς· καὶ γὰρ τὸ μὴ ἔχον καὶ τὸ πεφυκὸς ἂν μὴ ἔχῃ, ἢ ὅλως ἢ ὅτε πέφυκεν, καὶ ἢ ὡδί, οἷον παντελῶς, ἢ κἂν ὁπωσοῦν.
而缺乏被以多种方式称呼:既是指不拥有某物,也是指在本性上应拥有而在不拥有之时(无论是完全不拥有,还是在它本性上应该拥有的时候),以及以某种方式(例如完全地,或无论以何种方式)不拥有。
ἐπʼ ἐνίων δέ, ἂν πεφυκότα ἔχειν μὴ ἔχῃ βίᾳ, ἐστερῆσθαι ταῦτα λέγομεν.
对于某些事物,如果本性上应该拥有的东西由于强力而不拥有,我们便说这些东西“被剥夺了”。