§9.2ἐπεὶ δʼ αἱ μὲν ἐν τοῖς ἀψύχοις ἐνυπάρχουσιν ἀρχαὶ τοιαῦται, αἱ δʼ ἐν τοῖς ἐμψύχοις καὶ ἐν ψυχῇ καὶ τῆς ψυχῆς ἐν τῷ λόγον ἔχοντι, δῆλον ὅτι καὶ τῶν δυνάμεων αἱ μὲν ἔσονται ἄλογοι αἱ δὲ μετὰ λόγου·
既然在无灵魂的事物中存在着此类原理,而在有灵魂的事物中、在灵魂中、以及在灵魂的具有理性(说明)的部分中也存在着原理,那么显而易见,在潜能中也一样,一些将是无理性的,另一些则是伴随理性的。
διὸ πᾶσαι αἱ τέχναι καὶ αἱ ποιητικαὶ ἐπιστῆμαι δυνάμεις εἰσίν· ἀρχαὶ γὰρ μεταβλητικαί εἰσιν ἐν ἄλλῳ ἢ ᾗ ἄλλο.
因此,一切技术和制作性科学都是潜能;因为它们是在另一个事物中、或者作为他者而在其自身中的变化的原理。
καὶ αἱ μὲν μετὰ λόγου πᾶσαι τῶν ἐναντίων αἱ αὐταί, αἱ δὲ ἄλογοι μία ἑνός, οἷον τὸ θερμὸν τοῦ θερμαίνειν μόνονʼ ἡ δὲ ἰατρικὴ νόσου καὶ ὑγιείας.
而那些伴随理性的潜能,全都是针对相反两者的同一潜能,而无理性的潜能则是单一针对单一的,例如热只针对加热,而医术则针对疾病与健康两者。
αἴτιον δὲ ὅτι λόγος ἐστὶν ἡ ἐπιστήμη, ὁ δὲ λόγος ὁ αὐτὸς δηλοῖ τὸ πρᾶγμα καὶ τὴν στέρησιν, πλὴν οὐχ ὡσαύτως, καὶ ἔστιν ὡς ἀμφοῖν ἔστι δʼ ὡς τοῦ ὑπάρχοντος μᾶλλον, ὥστʼ ἀνάγκη καὶ τὰς τοιαύτας ἐπιστήμας εἶναι μὲν τῶν ἐναντίων, εἶναι δὲ τοῦ μὲν καθʼ αὑτὰς τοῦ δὲ μὴ καθʼ αὑτάς·
其原因在于,科学是一种说明(逻各斯),而同一说明既显示了该事物,也显示了其缺乏,只是方式不同;它在某种意义上针对两者,在另一种意义上则更针对存在的状态。 因此,此类科学必然是针对相反两者的,但对于一者是本质上的,对于另一者则不是本质上的。
καὶ γὰρ ὁ λόγος τοῦ μὲν καθʼ αὑτὸ τοῦ δὲ τρόπον τινὰ κατὰ συμβεβηκός· ἀποφάσει γὰρ καὶ ἀποφορᾷ δηλοῖ τὸ ἐναντίον· ἡ γὰρ στέρησις ἡ πρώτη τὸ ἐναντίον, αὕτη δὲ ἀποφορὰ θατέρου.
因为说明也是对于一者是本质上的,对于另一者在某种意义上是偶然的;因为说明是通过否定和除去来显示相反者的;因为根源性的缺乏就是相反者,而这种缺乏便是对另一者的除去。
ἐπεὶ δὲ τὰ ἐναντία οὐκ ἐγγίγνεται ἐν τῷ αὐτῷ, ἡ δʼ ἐπιστήμη δύναμις τῷ λόγον ἔχειν, καὶ ἡ ψυχὴ κινήσεως ἔχει ἀρχήν, τὸ μὲν ὑγιεινὸν ὑγίειαν μόνον ποιεῖ καὶ τὸ θερμαντικὸν θερμότητα καὶ τὸ ψυκτικὸν ψυχρότητα, ὁ δʼ ἐπιστήμων ἄμφω.
但是,既然相反者不能同时存在于同一事物中,而科学是因为拥有说明而成为一种潜能,且灵魂拥有运动的原理,那么,健康的事物只产生健康,加热的事物只产生热,冷却的事物只产生冷,而拥有科学的人则产生两者。
λόγος γάρ ἐστιν ἀμφοῖν μέν, οὐχ ὁμοίως δέ, καὶ ἐν ψυχῇ ἣ ἔχει κινήσεως ἀρχήν· ὥστε ἄμφω ἀπὸ τῆς αὐτῆς ἀρχῆς κινήσει πρὸς ταὐτὸ συνάψασα·
因为对于两者存在着同一说明,只是方式不同,且这说明是在拥有运动原理的灵魂之中;因此,灵魂将把两者与同一者结合,并从同一原理出发来运动两者。
διὸ τὰ κατὰ λόγον δυνατὰ τοῖς ἄνευ λόγου δυνατοῖς ποιεῖ τἀναντία· μιᾷ γὰρ ἀρχῇ περιέχεται, τῷ λόγῳ.
所以,伴随理性的能动者与无理性的能动者相反,能产生相反的效果;因为它们被一个原理即说明所包摄。
φανερὸν δὲ καὶ ὅτι τῇ μὲν τοῦ εὖ δυνάμει ἀκολουθεῖ ἡ τοῦ μόνον ποιῆσαι ἢ παθεῖν δύναμις, ταύτῃ δʼ ἐκείνη οὐκ ἀεί· ἀνάγκη γὰρ τὸν εὖ ποιοῦντα καὶ ποιεῖν, τὸν δὲ μόνον ποιοῦντα οὐκ ἀνάγκη καὶ εὖ ποιεῖν.
同样显而易见的是,良好地做某事的潜能伴随着仅仅做或受动的潜能,但后者并不总是伴随着前者;因为良好地做某事的人必然也在做,而仅仅做的人并不必然良好地做。