§8.6περὶ δὲ τῆς ἀπορίας τῆς εἰρημένης περί τε τοὺς ὁρισμοὺς καὶ περὶ τοὺς ἀριθμούς, τί αἴτιον τοῦ ἓν εἶναι;
关于前面所说的关于定义和数的难题,即:什么是一的原因?
πάντων γὰρ ὅσα πλείω μέρη ἔχει καὶ μὴ ἔστιν οἷον σωρὸς τὸ πᾶν ἀλλʼ ἔστι τι τὸ ὅλον παρὰ τὰ μόρια, ἔστι τι αἴτιον, ἐπεὶ καὶ ἐν τοῖς σώμασι τοῖς μὲν ἁφὴ αἰτία τοῦ ἓν εἶναι τοῖς δὲ γλισχρότης ἤ τι πάθος ἕτερον τοιοῦτον.
因为对于所有拥有多个部分、且其全体不像是堆积物而是除了部分之外还有一个整体的事物,都有某种原因,因为即使在物体中,有些物体的统一是由接触引起的,有些是由粘性或其它类似状态引起的。
ὁ δʼ ὁρισμὸς λόγος ἐστὶν εἷς οὐ συνδέσμῳ καθάπερ ἡ Ἰλιὰς ἀλλὰ τῷ ἑνὸς εἶναι.
而定义是一个单一说明,它不像《伊利亚特》那样通过连接词而成为一,而是因为它是关于一个单一事物的说明。
τί οὖν ἐστὶν ὃ ποιεῖ ἓν τὸν ἄνθρωπον, καὶ διὰ τί ἓν ἀλλʼ οὐ πολλά, οἷον τό τε ζῷον καὶ τὸ δίπουν, ἄλλως τε δὴ καὶ εἰ ἔστιν, ὥσπερ φασί τινες, αὐτό τι ζῷον καὶ αὐτὸ δίπουν;
那么,是什么使人成为一,为什么他是一个而不是多个,例如既是“动物”又是“双足的”? 特别是,如果真如某些人所说,存在着某个“动物自身”和“双足自身”的话,就更是如此了。
διὰ τί γὰρ οὐκ ἐκεῖνα αὐτὰ ὁ ἄνθρωπός ἐστι, καὶ ἔσονται κατὰ μέθεξιν οἱ ἄνθρωποι οὐκ ἀνθρώπου οὐδʼ ἑνὸς ἀλλὰ δυοῖν, ζῴου καὶ δίποδος, καὶ ὅλως δὴ οὐκ ἂν εἴη ὁ ἄνθρωπος ἓν ἀλλὰ πλείω, ζῷον καὶ δίπουν;
因为,为什么人不是那些东西本身? 而且,人们由于分有而存在的,将不是分有“人”这一个东西,而是分有“动物”和“双足的”这两个东西,并且在根本上,人将不是一,而是多个东西,即“动物”和“双足的”?
φανερὸν δὴ ὅτι οὕτω μὲν μετιοῦσιν ὡς εἰώθασιν ὁρίζεσθαι καὶ λέγειν, οὐκ ἐνδέχεται ἀποδοῦναι καὶ λῦσαι τὴν ἀπορίαν·
显然,如果人们按照惯用的定义和表述方式去探求,是无法说明和解决这个难题的。
εἰ δʼ ἐστίν, ὥσπερ λέγομεν, τὸ μὲν ὕλη τὸ δὲ μορφή, καὶ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, οὐκέτι ἀπορία δόξειεν ἂν εἶναι τὸ ζητούμενον.
但是,如果我们如上所说,一者是质料,另一者是形相,一者在潜能上,另一者在现实上,那么所探求的问题似乎就不再是难题了。
ἔστι γὰρ αὕτη ἡ ἀπορία ἡ αὐτὴ κἂν εἰ ὁ ὅρος εἴη ἱματίου στρογγύλος χαλκός·
因为这个难题,与如果“衣服”的定义是“圆的青铜”时是一样的。
εἴη γὰρ ἂν σημεῖον τοὔνομα τοῦτο τοῦ λόγου, ὥστε τὸ ζητούμενόν ἐστι τί αἴτιον τοῦ ἓν εἶναι τὸ στρογγύλον καὶ τὸν χαλκόν.
因为这个名称只是那个说明的记号,所以所探求的问题其实是:什么是使“圆的”和“青铜”合而为一的原因?
οὐκέτι δὴ ἀπορία φαίνεται, ὅτι τὸ μὲν ὕλη τὸ δὲ μορφή.
现在这显然不再是一个难题,因为一者是质料,另一者是形相。
τί οὖν τούτου αἴτιον, τοῦ τὸ δυνάμει ὂν ἐνεργείᾳ εἶναι, παρὰ τὸ ποιῆσαν, ἐν ὅσοις ἔστι γένεσις;
那么,在所有存在生成的事物中,除了制作(致动)者之外,是什么原因使在潜能上存在者在现实上存在?
οὐθὲν γάρ ἐστιν αἴτιον ἕτερον τοῦ τὴν δυνάμει σφαῖραν ἐνεργείᾳ εἶναι σφαῖραν, ἀλλὰ τοῦτʼ ἦν τὸ τί ἦν εἶναι ἑκατέρῳ.
因为可能态的球体成为现实态的球体并没有其他原因,而这就是它们各自的本质。
ἔστι δὲ τῆς ὕλης ἡ μὲν νοητὴ ἡ δʼ αἰσθητή, καὶ ἀεὶ τοῦ λόγου τὸ μὲν ὕλη τὸ δὲ ἐνέργειά ἐστιν, οἷον ὁ κύκλος σχῆμα ἐπίπεδον.
在质料中,有些是可理知的,有些是可感知的,在说明中,一部分总是质料,另一部分是现实,例如圆是“平面图形”。
ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ὅπερ ἕν τί ἐστιν ἕκαστον, ὥσπερ καὶ ὅπερ ὄν τι, τὸ τόδε, τὸ ποιόν, τὸ ποσόν—διὸ καὶ οὐκ ἔνεστιν ἐν τοῖς ὁρισμοῖς οὔτε τὸ ὂν οὔτε τὸ ἕν—, καὶ τὸ τί ἦν εἶναι εὐθὺς ἕν τί ἐστιν ὥσπερ καὶ ὄν τι—διὸ καὶ οὐκ ἔστιν ἕτερόν τι αἴτιον τοῦ ἓν εἶναι οὐθενὶ τούτων οὐδὲ τοῦ ὄν τι εἶναι·
而那些既没有可理知质料也没有可感知质料的事物,每一个都直接是某种“一”,正如它们也直接是某种“存在”(即这个、质、量——这就是为什么在定义中既没有“存在”也没有“一”的原因)——而其本质也直接是某种“一”,正如它是某种“存在”一样。 因此,对于这些事物中的任何一个,既没有其他使其成为一的原因,也没有使其成为存在的原因。
εὐθὺς γὰρ ἕκαστόν ἐστιν ὄν τι καὶ ἕν τι, οὐχ ὡς ἐν γένει τῷ ὄντι καὶ τῷ ἑνί, οὐδʼ ὡς χωριστῶν ὄντων παρὰ τὰ καθʼ ἕκαστα.
因为每一个都直接是某种存在和某种一,这并非因为它处于“存在”和“一”的类之中,也不是因为它们作为分离之物存在于个别事物之外。
διὰ ταύτην δὲ τὴν ἀπορίαν οἱ μὲν μέθεξιν λέγουσι, καὶ αἴτιον τί τῆς μεθέξεως καὶ τί τὸ μετέχειν ἀποροῦσιν· οἱ δὲ συνουσίαν, ὥσπερ Λυκόφρων φησὶν εἶναι τὴν ἐπιστήμην τοῦ ἐπίστασθαι καὶ ψυχῆς· οἱ δὲ σύνθεσιν ἢ σύνδεσμον ψυχῆς σώματι τὸ ζῆν.
因为这个难题,有些人谈论“分有”,并对分有的原因是什么以及分有是什么感到困惑;另一些人则谈论“结合”,正如吕科弗隆所说,知识是“知道”与“灵魂”的结合;还有人说,生命是灵魂与肉体的合成或连接。
καίτοι ὁ αὐτὸς λόγος ἐπὶ πάντων· καὶ γὰρ τὸ ὑγιαίνειν ἔσται ἢ συνουσία ἢ σύνδεσμος ἢ σύνθεσις ψυχῆς καὶ ὑγιείας, καὶ τὸ τὸν χαλκὸν εἶναι τρίγωνον σύνθεσις χαλκοῦ καὶ τριγώνου, καὶ τὸ λευκὸν εἶναι σύνθεσις ἐπιφανείας καὶ λευκότητος.
然而,同样的道理适用于所有情况;因为健康也将成为灵魂与健康的结合、连接或合成,青铜是三角形也将是青铜和三角形的合成,而白也将是表面和白色的合成。
αἴτιον δʼ ὅτι δυνάμεως καὶ ἐντελεχείας ζητοῦσι λόγον ἑνοποιὸν καὶ διαφοράν.
其原因在于,他们是在为潜能与现实寻找一个统一的说明以及差异。
ἔστι δʼ, ὥσπερ εἴρηται, ἡ ἐσχάτη ὕλη καὶ ἡ μορφὴ ταὐτὸ καὶ ἕν, δυνάμει, τὸ δὲ ἐνεργείᾳ, ὥστε ὅμοιον τὸ ζητεῖν τοῦ ἑνὸς τί αἴτιον καὶ τοῦ ἓν εἶναι·
但是,正如已经说过的,终极质料和形相是同一且合一的东西,一者在潜能上,另一者在现实上。 因此,去探求什么是一的原因,与探求什么是使其合而为一的原因,是相似的。
ἓν γάρ τι ἕκαστον, καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕν πώς ἐστιν, ὥστε αἴτιον οὐθὲν ἄλλο πλὴν εἴ τι ὡς κινῆσαν ἐκ δυνάμεως εἰς ἐνέργειαν.
因为每一个都是某种一,而潜能与现实在某种意义上就是一,所以除了那作为动因、使事物从潜能转化为现实的力量之外,没有其他原因。
ὅσα δὲ μὴ ἔχει ὕλην, πάντα ἁπλῶς ὅπερ ἕν τι.
而那些没有质料的事物,则全都绝对是某种一。