§8.4περὶ δὲ τῆς ὑλικῆς οὐσίας δεῖ μὴ λανθάνειν ὅτι εἰ καὶ ἐκ τοῦ αὐτοῦ πάντα πρώτου ἢ τῶν αὐτῶν ὡς πρώτων καὶ ἡ αὐτὴ ὕλη ὡς ἀρχὴ τοῖς γιγνομένοις, ὅμως ἔστι τις οἰκεία ἑκάστου, οἷον φλέγματος τὰ γλυκέα ἢ λιπαρά, χολῆς δὲ τὰ πικρὰ ἢ ἄλλʼ ἄττα· ἴσως δὲ ταῦτα ἐκ τοῦ αὐτοῦ.
关于质料实体,我们不应忽视:即使一切事物都产生于同一个最初者,或作为最初者的相同几个事物,且对于生成的事物而言,作为起点的质料也是相同的,但每个事物仍有其特有的质料,例如,黏液的质料是甜的或黏稠的,而胆汁的质料是苦的或其他某些东西;然而,也许这些东西也是来自同一个事物。
γίγνονται δὲ πλείους ὗλαι τοῦ αὐτοῦ ὅταν θατέρου ἡ ἑτέρα ᾖ, οἷον φλέγμα ἐκ λιπαροῦ καὶ γλυκέος εἰ τὸ λιπαρὸν ἐκ τοῦ γλυκέος, ἐκ δὲ χολῆς τῷ ἀναλύεσθαι εἰς τὴν πρώτην ὕλην τὴν χολήν.
当其中一个成为另一个的质料时,同一个事物就会有多种质料。 例如,如果黏稠物来自甜物,那么黏液就来自黏稠物和甜物;而黏液也由于胆汁被分解为最初质料而来自胆汁。
διχῶς γὰρ τόδʼ ἐκ τοῦδε, ἢ ὅτι πρὸ ὁδοῦ ἔσται ἢ ὅτι ἀναλυθέντος εἰς τὴν ἀρχήν.
因为“此物由彼物产生”有两种含义:要么因为它是处于中途的阶段,要么因为它是被分解到始基。
ἐνδέχεται δὲ μιᾶς τῆς ὕλης οὔσης ἕτερα γίγνεσθαι διὰ τὴν κινοῦσαν αἰτίαν, οἷον ἐκ ξύλου καὶ κιβωτὸς καὶ κλίνη.
当质料为一时,由于动因的不同,可能产生不同的事物,例如由木材既可以制成箱子也可以制成床。
ἐνίων δʼ ἑτέρα ἡ ὕλη ἐξ ἀνάγκης ἑτέρων ὄντων, οἷον πρίων οὐκ ἂν γένοιτο ἐκ ξύλου, οὐδʼ ἐπὶ τῇ κινούσῃ αἰτίᾳ τοῦτο· οὐ γὰρ ποιήσει πρίονα ἐξ ἐρίου ἢ ξύλου.
但对于有些事物,当产物不同时,质料必然不同,例如锯子不能由木材制成,这也不取决于动因;因为动因无法用羊毛或木材制成锯子。
εἰ δʼ ἄρα τὸ αὐτὸ ἐνδέχεται ἐξ ἄλλης ὕλης ποιῆσαι, δῆλον ὅτι ἡ τέχνη καὶ ἡ ἀρχὴ ἡ ὡς κινοῦσα ἡ αὐτή· εἰ γὰρ καὶ ἡ ὕλη ἑτέρα καὶ τὸ κινοῦν, καὶ τὸ γεγονός.
但是,如果有可能用不同的质料制造出相同的事物,显然,作为动因的技术和起因是相同的;因为如果质料和动因都不同,那么生成的产品也必然不同。
—ὅταν δή τις ζητῇ τὸ αἴτιον, ἐπεὶ πλεοναχῶς τὰ αἴτια λέγεται, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας.
因此,既然原因有多种含义,当人们探求原因时,就必须说出所有可能的原因。
οἷον ἀνθρώπου τίς αἰτία ὡς ὕλη;
例如,人的作为质料的原因是什么?
ἆρα τὰ καταμήνια;
难道是经水?
τί δʼ ὡς κινοῦν;
作为动因的原因是什么?
ἆρα τὸ σπέρμα;
难道是精液?
τί δʼ ὡς τὸ εἶδος;
作为形相的原因是什么?
τὸ τί ἦν εἶναι.
是本质。
τί δʼ ὡς οὗ ἕνεκα;
作为目的的原因是什么?
τὸ τέλος.
是终极目的。
ἴσως δὲ ταῦτα ἄμφω τὸ αὐτό.
也许这两者是相同的。
δεῖ δὲ τὰ ἐγγύτατα αἴτια λέγειν.
但我们必须说出最近的原因。
τίς ἡ ὕλη;
质料是什么?
μὴ πῦρ ἢ γῆν ἀλλὰ τὴν ἴδιον.
不应说是火或土,而应说出其特有的质料。
περὶ μὲν οὖν τὰς φυσικὰς οὐσίας καὶ γενητὰς ἀνάγκη οὕτω μετιέναι εἴ τις μέτεισιν ὀρθῶς, εἴπερ ἄρα αἴτιά τε ταῦτα καὶ τοσαῦτα καὶ δεῖ τὰ αἴτια γνωρίζειν·
因此,对于自然且可生成的实体,如果我们要正确地进行探求,就必须以这种方式进行,如果原因确实是这些、且只有这么多,而我们又必须认识原因的话。
ἐπὶ δὲ τῶν φυσικῶν μὲν ἀϊδίων δὲ οὐσιῶν ἄλλος λόγος.
但对于属于自然却是永恒的实体,则有不同的说法。
ἴσως γὰρ ἔνια οὐκ ἔχει ὕλην, ἢ οὐ τοιαύτην ἀλλὰ μόνον κατὰ τόπον κινητήν.
因为也许其中有些没有质料,或者没有这种质料,而只有空间上位移的质料。
οὐδʼ ὅσα δὴ φύσει μέν, μὴ οὐσίαι δέ, οὐκ ἔστι τούτοις ὕλη, ἀλλὰ τὸ ὑποκείμενον ἡ οὐσία.
此外,那些虽因自然而存在、却非实体的存在,它们也没有质料,而是其主体——即实体——充当了质料。
οἷον τί αἴτιον ἐκλείψεως, τίς ὕλη;
例如,食的原因是什么,其质料是什么?
οὐ γὰρ ἔστιν, ἀλλʼ ἡ σελήνη τὸ πάσχον.
并没有质料,而是月球作为承受者。
τί δʼ αἴτιον ὡς κινῆσαν καὶ φθεῖραν τὸ φῶς;
而作为驱动并消除光芒的原因是什么?
ἡ γῆ.
是地球。
τὸ δʼ οὗ ἕνεκα ἴσως οὐκ ἔστιν.
目的原因也许不存在。
τὸ δʼ ὡς εἶδος ὁ λόγος, ἀλλὰ ἄδηλος ἐὰν μὴ μετὰ τῆς αἰτίας ᾖ ὁ λόγος.
而作为形相的原因则是定义,但如果定义不包含原因,则是不明确的。
οἷον τί ἔκλειψις;
例如,什么是食?
στέρησις φωτός.
是光的丧失。
ἐὰν δὲ προστεθῇ τὸ ὑπὸ γῆς ἐν μέσῳ γιγνομένης, ὁ σὺν τῷ αἰτίῳ λόγος οὗτος.
但如果加上“由于地球运行到中间”,这就是包含原因的定义。
ὕπνου δʼ ἄδηλον τί τὸ πρῶτον πάσχον.
关于睡眠,什么首先承受这一状态是不明确的。
ἀλλʼ ὅτι τὸ ζῷον;
难道是动物?
ναί, ἀλλὰ τοῦτο κατὰ τί, καὶ τί πρῶτον;
是的,但这是在动物的哪个部分、首先是哪个器官?
καρδία ἢ ἄλλο τι.
是心脏还是其他什么?
εἶτα ὑπὸ τίνος;
其次,它是由什么引起的?
εἶτα τί τὸ πάθος, τὸ ἐκείνου καὶ μὴ τοῦ ὅλου;
再次,那个器官所承受的——而非整体所承受的——状态是什么?
ὅτι ἀκινησία τοιαδί;
是某种不活动状态吗?
ναί, ἀλλʼ αὕτη τῷ τί πάσχειν τὸ πρῶτον;
是的,但这又是由于首要器官承受了什么而产生的?
§8.5ἐπεὶ δʼ ἔνια ἄνευ γενέσεως καὶ φθορᾶς ἔστι καὶ οὐκ ἔστιν, οἷον αἱ στιγμαί, εἴπερ εἰσί, καὶ ὅλως τὰ εἴδη (οὐ γὰρ τὸ λευκὸν γίγνεται ἀλλὰ τὸ ξύλον λευκόν, εἰ ἔκ τινος καὶ τὶ πᾶν τὸ γιγνόμενον γίγνεται), οὐ πάντα ἂν τἀναντία γίγνοιτο ἐξ ἀλλήλων, ἀλλʼ ἑτέρως λευκὸς ἄνθρωπος ἐκ μέλανος ἀνθρώπου καὶ λευκὸν ἐκ μέλανος·
既然有些事物是在没有产生和消灭的情况下存在和不存在的,例如点(如果它们确实存在的话),以及一般的形相(因为并不是白被产生,而是木材变白,因为如果凡是产生的事物都是由某物产生并生成为某物的),那么并非所有的相反者都是相互产生的,而是,白人由黑人产生,与白由黑产生,是以不同的方式进行的。
οὐδὲ παντὸς ὕλη ἔστιν ἀλλʼ ὅσων γένεσις ἔστι καὶ μεταβολὴ εἰς ἄλληλα· ὅσα δʼ ἄνευ τοῦ μεταβάλλειν ἔστιν ἢ μή, οὐκ ἔστι τούτων ὕλη.
并不是任何事物都有质料,而只有那些有生成且相互变化的事物才有质料;至于那些无需变化而存在或不存在的事物,则没有质料。
—ἔχει δʼ ἀπορίαν πῶς πρὸς τἀναντία ἡ ὕλη ἡ ἑκάστου ἔχει.
然而,每一个事物的质料与其相反者的关系如何,存在着一个难题。
οἷον εἰ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἐναντίον δὲ νόσος ὑγιείᾳ, ἆρα ἄμφω δυνάμει;
例如,如果身体在潜能上是健康的,而疾病是健康的相反者,那么它在潜能上是否同时是这两者?
καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος;
水在潜能上既是酒又是醋吗?
ἢ τοῦ μὲν καθʼ ἕξιν καὶ κατὰ τὸ εἶδος ὕλη, τοῦ δὲ κατὰ στέρησιν καὶ φθορὰν τὴν παρὰ φύσιν;
或者,它是前者的按照状态和形相的质料,而是后者的按照缺乏和违背自然的消灭的质料?
ἀπορία δέ τις ἔστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους οὐδὲ δυνάμει ὄξος (καίτοι γίγνεται ἐξ αὐτοῦ ὄξος) καὶ ὁ ζῶν δυνάμει νεκρός.
还有一个难题:为什么酒不是醋的质料,也不是潜能上的醋(尽管醋确实由酒产生),以及活着的生物在潜能上是否就是死尸?
ἢ οὔ, ἀλλὰ κατὰ συμβεβηκὸς αἱ φθοραί, ἡ δὲ τοῦ ζῴου ὕλη αὐτὴ κατὰ φθορὰν νεκροῦ δύναμις καὶ ὕλη, καὶ τὸ ὕδωρ ὄξους·
或者并非如此,而是消灭是偶性的,动物的质料本身由于消灭,才成为死尸的潜能和质料,水也同样是醋的质料?
γίγνεται γὰρ ἐκ τούτων ὥσπερ ἐξ ἡμέρας νύξ.
因为它们由这些产生,就像黑夜由白昼产生一样。
καὶ ὅσα δὴ οὕτω μεταβάλλει εἰς ἄλληλα, εἰς τὴν ὕλην δεῖ ἐπανελθεῖν, οἷον εἰ ἐκ νεκροῦ ζῷον, εἰς τὴν ὕλην πρῶτον, εἶθʼ οὕτω ζῷον· καὶ τὸ ὄξος εἰς ὕδωρ, εἶθʼ οὕτως οἶνος.
因此,凡是以这种方式相互变化的事物,都必须先退回到其原始质料;例如,如果由死尸产生出活的动物,必须先退回到质料,然后再由此生成动物;醋也必须退回到水,然后再由此生成酒。