§8.3δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι ἐνίοτε λανθάνει πότερον σημαίνει τὸ ὄνομα τὴν σύνθετον οὐσίαν ἢ τὴν ἐνέργειαν καὶ τὴν μορφήν, οἷον ἡ οἰκία πότερον σημεῖον τοῦ κοινοῦ ὅτι σκέπασμα ἐκ πλίνθων καὶ λίθων ὡδὶ κειμένων, ἢ τῆς ἐνεργείας καὶ τοῦ εἴδους ὅτι σκέπασμα, καὶ γραμμὴ πότερον δυὰς ἐν μήκει ἢ δυάς, καὶ ζῷον πότερον ψυχὴ ἐν σώματι ἢ ψυχή· αὕτη γὰρ οὐσία καὶ ἐνέργεια σώματός τινος.
但是我们不应忽视,有时名称究竟是指合成的实体,还是指现实活动和形相,是模糊不清的。 例如,“房屋”究竟是代表共同体(合成物)——即它是以这种方式安放的砖石所构成的遮蔽物,还是指现实和形相——即它是一个遮蔽物;“线”究竟是长度上的二,还是二本身;“动物”究竟是身体中的灵魂,还是灵魂本身,因为灵魂是某种身体的实体和现实活动。
εἴη δʼ ἂν καὶ ἐπʼ ἀμφοτέροις τὸ ζῷον, οὐχ ὡς ἑνὶ λόγῳ λεγόμενον ἀλλʼ ὡς πρὸς ἕν.
而且“动物”一词可能也适用于两者,但不是根据单一的公式来说的,而是通过与一个核心事物相关联。
ἀλλὰ ταῦτα πρὸς μέν τι ἄλλο διαφέρει, πρὸς δὲ τὴν ζήτησιν τῆς οὐσίας τῆς αἰσθητῆς οὐδέν· τὸ γὰρ τί ἦν εἶναι τῷ εἴδει καὶ τῇ ἐνεργείᾳ ὑπάρχει.
然而,这些区别对于其他某些目的虽有影响,但对于感觉实体的探求却毫无关系;因为本质属于形相和现实活动。
ψυχὴ μὲν γὰρ καὶ ψυχῇ εἶναι ταὐτόν, ἀνθρώπῳ δὲ καὶ ἄνθρωπος οὐ ταὐτόν, εἰ μὴ καὶ ἡ ψυχὴ ἄνθρωπος λεχθήσεται· οὕτω δὲ τινὶ μὲν τινὶ δʼ οὔ.
灵魂与“是其为灵魂”是相同的,但人与“是其为人”并不相同,除非灵魂也同样被称为人;而在这种情况下,在某种意义上它们是相同的,但在另一种意义上则不然。
—οὐ φαίνεται δὴ ζητοῦσιν ἡ συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως, οὐδʼ ἡ οἰκία πλίνθοι τε καὶ σύνθεσις.
的确,对于研究者来说,音节并不显现为是由字母和结合构成的,房屋也不显现为是由砖块和结合构成的。
καὶ τοῦτο ὀρθῶς·
这是正确的。
οὐ γάρ ἐστιν ἡ σύνθεσις οὐδʼ ἡ μῖξις ἐκ τούτων ὧν ἐστὶ σύνθεσις ἢ μῖξις.
因为结合或混合本身,并不是由那些作为其结合或混合对象的东西构成的。
ὁμοίως δὲ οὐδὲ τῶν ἄλλων οὐθέν, οἷον εἰ ὁ οὐδὸς θέσει, οὐκ ἐκ τοῦ οὐδοῦ ἡ θέσις ἀλλὰ μᾶλλον οὗτος ἐξ ἐκείνης.
同样,其他任何事物也是如此。 例如,如果门槛因其位置而存在,那么位置并不是由门槛构成的,而倒不如说门槛是由位置构成的。
οὐδὲ δὴ ὁ ἄνθρωπός ἐστι τὸ ζῷον καὶ δίπουν, ἀλλά τι δεῖ εἶναι ὃ παρὰ ταῦτά ἐστιν, εἰ ταῦθʼ ὕλη, οὔτε δὲ στοιχεῖον οὔτʼ ἐκ στοιχείου, ἀλλʼ ἡ οὐσία· ὃ ἐξαιροῦντες τὴν ὕλην λέγουσιν.
人同样不仅是“动物”和“双足的”,而且如果这些是质料,就必定有某种在这二者之外存在的东西,它既不是元素,也不是由元素构成的,而是实体;而人们在谈论质料时却将它剔除了。
εἰ οὖν τοῦτʼ αἴτιον τοῦ εἶναι, καὶ οὐσία τοῦτο, αὐτὴν ἂν τὴν οὐσίαν οὐ λέγοιεν.
如果这个是“存在”的原因,也是实体,那么他们就等于没有说出实体本身。
(ἀνάγκη δὴ ταύτην ἢ ἀΐδιον εἶναι ἢ φθαρτὴν ἄνευ τοῦ φθείρεσθαι καὶ γεγονέναι ἄνευ τοῦ γίγνεσθαι.
(因此,这个实体必须要么是永恒的,要么是在没有经历消灭的情况下被消灭,在没有经历生成的情况下被生成。
δέδεικται δὲ καὶ δεδήλωται ἐν ἄλλοις ὅτι τὸ εἶδος οὐθεὶς ποιεῖ οὐδὲ γεννᾷ, ἀλλὰ ποιεῖται τόδε, γίγνεται δὲ τὸ ἐκ τούτων.
而在其他著作中已经表明和阐明,没有人制作或产生形相,而是“这个具体事物”被制作,由这些合成的东西被生成。
εἰ δʼ εἰσὶ τῶν φθαρτῶν αἱ οὐσίαι χωρισταί, οὐδέν πω δῆλον· πλὴν ὅτι γʼ ἐνίων οὐκ ἐνδέχεται δῆλον, ὅσα μὴ οἷόν τε παρὰ τὰ τινὰ εἶναι, οἷον οἰκίαν ἢ σκεῦος.
至于可消灭事物的实体是否可分离,目前还完全不清楚;只是显而易见,对于某些事物来说它们是不可能分离的,例如那些不能离开具体个体而存在的东西,比如房屋或器具。
ἴσως μὲν οὖν οὐδʼ οὐσίαι εἰσὶν οὔτʼ αὐτὰ ταῦτα οὔτε τι τῶν ἄλλων ὅσα μὴ φύσει συνέστηκεν· τὴν γὰρ φύσιν μόνην ἄν τις θείη τὴν ἐν τοῖς φθαρτοῖς οὐσίαν.
也许,这些东西本身以及其他任何不是由自然构成的东西,都不是实体;因为人们可能把自然单独设定为可消灭事物中的实体。
) ὥστε ἡ ἀπορία ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαίδευτοι ἠπόρουν ἔχει τινὰ καιρόν, ὅτι οὐκ ἔστι τὸ τί ἔστιν ὁρίσασθαι (τὸν γὰρ ὅρον λόγον εἶναι μακρόν), ἀλλὰ ποῖον μέν τί ἐστιν ἐνδέχεται καὶ διδάξαι, ὥσπερ ἄργυρον, τί μέν ἐστιν οὔ, ὅτι δʼ οἷον καττίτερος·
)因此,安提斯泰尼的追随者以及那些同样缺乏教养的人所提出的疑问具有某种合理性,即:不可能定义“它是什么”(因为他们说,定义只是冗长的公式),但确实可以传授“它是什么样的”,就像我们无法定义银是什么,但可以说它像锡。
ὥστʼ οὐσίας ἔστι μὲν ἧς ἐνδέχεται εἶναι ὅρον καὶ λόγον, οἷον τῆς συνθέτου, ἐάν τε αἰσθητὴ ἐάν τε νοητὴ ᾖ· ἐξ ὧν δʼ αὕτη πρώτων, οὐκέτι, εἴπερ τὶ κατὰ τινὸς σημαίνει ὁ λόγος ὁ ὁριστικὸς καὶ δεῖ τὸ μὲν ὥσπερ ὕλην εἶναι τὸ δὲ ὡς μορφήν.
因此,确实存在可以有定义和公式的实体,即合成的实体,无论它是感觉的还是理知的;但对于该合成实体所由之构成的最初部分,则不再可能有定义,如果定义公式意味着将某物陈述于某物之上,且其中一部分必须像质料,另一部分像形相。
—φανερὸν δὲ καὶ διότι, εἴπερ εἰσί πως ἀριθμοὶ αἱ οὐσίαι, οὕτως εἰσὶ καὶ οὐχ ὥς τινες λέγουσι μονάδων· ὅ τε γὰρ ὁρισμὸς ἀριθμός τις· διαιρετός τε γὰρ καὶ εἰς ἀδιαίρετα (οὐ γὰρ ἄπειροι οἱ λόγοι), καὶ ὁ ἀριθμὸς δὲ τοιοῦτον.
同样,如果实体在某种意义上是数,那么显而易见它们为什么是这样的数,而不是像某些人所说的“单子的数”;因为定义也是一种数,既然它既是可分的,又是可以分到不可分的部分(因为公式并不是无限的),而数也具有这种特征。
καὶ ὥσπερ οὐδʼ ἀπʼ ἀριθμοῦ ἀφαιρεθέντος τινὸς ἢ προστεθέντος ἐξ ὧν ὁ ἀριθμός ἐστιν, οὐκέτι ὁ αὐτὸς ἀριθμός ἐστιν ἀλλʼ ἕτερος, κἂν τοὐλάχιστον ἀφαιρεθῇ ἢ προστεθῇ, οὕτως οὐδὲ ὁ ὁρισμὸς οὐδὲ τὸ τί ἦν εἶναι οὐκέτι ἔσται ἀφαιρεθέντος τινὸς ἢ προστεθέντος.
而且正如当构成一个数的任何部分被减少或增加时(即使减少或增加的是最小的部分),它就不再是同一个数,而是另一个数一样,如果有什么被减少或增加,定义和本质也就不再存在。
καὶ τὸν ἀριθμὸν δεῖ εἶναί τι ᾧ εἷς, ὃ νῦν οὐκ ἔχουσι λέγειν τίνι εἷς, εἴπερ ἐστὶν εἷς (ἢ γὰρ οὐκ ἔστιν ἀλλʼ οἷον σωρός, ἢ εἴπερ ἐστί, λεκτέον τί τὸ ποιοῦν ἓν ἐκ πολλῶν)· καὶ ὁ ὁρισμὸς εἷς ἐστίν, ὁμοίως δὲ οὐδὲ τοῦτον ἔχουσι λέγειν.
此外,数必须有某种使之成为“一”的东西,而他们现在却无法说明它凭什么成为“一”,如果它确实是“一”的话(因为如果它不是“一”,它就像是一堆,而如果它是“一”,就必须说明是什么使多成为了“一”);同样,定义也是“一”,他们也同样无法对此进行解释。
καὶ τοῦτο εἰκότως συμβαίνει· τοῦ αὐτοῦ γὰρ λόγου, καὶ ἡ οὐσία ἓν οὕτως, ἀλλʼ οὐχ ὡς λέγουσί τινες οἷον μονάς τις οὖσα ἢ στιγμή, ἀλλʼ ἐντελέχεια καὶ φύσις τις ἑκάστη.
而这理所当然;因为根据同样的道理(公式),实体也是这样成为“一”的,但并不是像某些人所说的,由于它是某种单子或点,而是因为每个实体都是某种完全的现实活动和自然。
καὶ ὥσπερ οὐδὲ ὁ ἀριθμὸς ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐδʼ ἡ κατὰ τὸ εἶδος οὐσία, ἀλλʼ εἴπερ, ἡ μετὰ τῆς ὕλης.
而且正如数不容许有“更多与更少”一样,按照形相的实体也是如此,如果说有容许的,那也只是带有质料的实体。
περὶ μὲν οὖν γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν, πῶς τʼ ἐνδέχεται καὶ πῶς ἀδύνατον, καὶ περὶ τῆς εἰς τὸν ἀριθμὸν ἀναγωγῆς, ἔστω μέχρι τούτων διωρισμένον.
因此,关于所谓实体的产生和消灭,它们如何可能、如何不可能,以及关于将实体还原为数,就规定到此为止。