Humanitext Reader

亚里士多德 · 形而上学 §8.2

作为现实的实体与依差异的定义

第 85 段,共 159 段 · 希腊语

内容简介

本节讨论感觉实体的现实活动(形相),阐述德谟克利特的三种原子差异,并探讨“存在”的多重含义以及物理定义的构成要素。

§8.2ἐπεὶ δʼ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη οὐσία ὁμολογεῖται, αὕτη δʼ ἐστὶν ἡ δυνάμει, λοιπὸν τὴν ὡς ἐνέργειαν οὐσίαν τῶν αἰσθητῶν εἰπεῖν τίς ἐστιν.
既然作为主体和作为质料的实体已被公认,且这就是潜能上的实体,那么接下来就应该说明,感觉对象中作为现实的实体是什么。
Δημόκριτος μὲν οὖν τρεῖς διαφορὰς ἔοικεν οἰομένῳ εἶναι (τὸ μὲν γὰρ ὑποκείμενον σῶμα, τὴν ὕλην, ἓν καὶ ταὐτόν, διαφέρειν δὲ ἢ ῥυσμῷ, ὅ ἐστι σχῆμα, ἢ τροπῇ, ὅ ἐστι θέσις, ἢ διαθιγῇ, ὅ ἐστι τάξις)·
德谟克利特似乎认为有三种差异(因为承载的主体身体,即质料,是单一且相同的,但它们要么由于“鲁斯莫斯”[即形状],要么由于“托罗佩”[即位置],要么由于“迪亚提格”[即秩序]而产生差异)。
φαίνονται δὲ πολλαὶ διαφοραὶ οὖσαι, οἷον τὰ μὲν συνθέσει λέγεται τῆς ὕλης, ὥσπερ ὅσα κράσει καθάπερ μελίκρατον, τὰ δὲ δεσμῷ οἷον φάκελος, τὰ δὲ κόλλῃ οἷον βιβλίον, τὰ δὲ γόμφῳ οἷον κιβώτιον, τὰ δὲ πλείοσι τούτων, τὰ δὲ θέσει οἷον οὐδὸς καὶ ὑπέρθυρον (ταῦτα γὰρ τῷ κεῖσθαί πως διαφέρει), τὰ δὲ χρόνῳ οἷον δεῖπνον καὶ ἄριστον, τὰ δὲ τόπῳ οἷον τὰ πνεύματα·
但看来存在着许多差异。 例如,有些东西因其质料的结合而被定义,就像所有通过混合而成的东西(如蜜水);有些因束缚而被定义(如一捆木柴);有些因粘胶而被定义(如书籍);有些因木栓而被定义(如箱子);有些则因其中数种方式而被定义;有些因位置而被定义,例如门槛和门楣(因为这些因其以某种方式安放而不同);有些因时间而被定义,例如晚餐和早餐;有些因空间(方位)而被定义,例如风。
τὰ δὲ τοῖς τῶν αἰσθητῶν πάθεσιν οἷον σκληρότητι καὶ μαλακότητι, καὶ πυκνότητι καὶ ἀραιότητι, καὶ ξηρότητι καὶ ὑγρότητι, καὶ τὰ μὲν ἐνίοις τούτων τὰ δὲ πᾶσι τούτοις, καὶ ὅλως τὰ μὲν ὑπεροχῇ τὰ δὲ ἐλλείψει.
另一些则因感觉性质而被定义,例如硬和软、密和稀、干和湿;有些因其中的部分性质,有些因所有这些性质;总之,有些因过度,有些则因不足。
ὥστε δῆλον ὅτι καὶ τὸ ἔστι τοσαυταχῶς λέγεται·
因此,显而易见,“存在”也有同样多种意义。
οὐδὸς γὰρ ἔστιν ὅτι οὕτως κεῖται, καὶ τὸ εἶναι τὸ οὕτως αὐτὸ κεῖσθαι σημαίνει, καὶ τὸ κρύσταλλον εἶναι τὸ οὕτω πεπυκνῶσθαι.
因为,门槛“存在”是由于它被这样安放,而它的“存在”就意味着它自身被这样安放;而冰的“存在”则意味着被这样凝固。
ἐνίων δὲ τὸ εἶναι καὶ πᾶσι τούτοις ὁρισθήσεται, τῷ τὰ μὲν μεμῖχθαι, τὰ δὲ κεκρᾶσθαι, τὰ δὲ δεδέσθαι, τὰ δὲ πεπυκνῶσθαι, τὰ δὲ ταῖς ἄλλαις διαφοραῖς κεχρῆσθαι, ὥσπερ χεὶρ ἢ πούς.
对于某些事物,其“存在”将由所有这些方式来定义,即有些部分被混合,有些被融合,有些被结合,有些被凝固,有些则利用其他差异,例如手或脚。
ληπτέα οὖν τὰ γένη τῶν διαφορῶν (αὗται γὰρ ἀρχαὶ ἔσονται τοῦ εἶναι), οἷον τὰ τῷ μᾶλλον καὶ ἧττον ἢ πυκνῷ καὶ μανῷ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· πάντα γὰρ ταῦτα ὑπεροχὴ καὶ ἔλλειψίς ἐστιν.
因而,我们必须把握差异的诸族类(因为这些将是“存在”的原理),例如因“更多与更少”、或因“密与稀”以及其他此类性质而定义的差异;因为所有这些都是过度与不足。
εἰ δέ τι σχήματι ἢ λειότητι καὶ τραχύτητι, πάντα εὐθεῖ καὶ καμπύλῳ.
如果有什么是因形状、或因光滑与粗糙而定义的,则所有这些都是由直线和曲线来定义的。
τοῖς δὲ τὸ εἶναι τὸ μεμῖχθαι ἔσται, ἀντικειμένως δὲ τὸ μὴ εἶναι.
至于某些事物,其“存在”就是被混合,而相反地,“不存在”[就是不被混合]。
φανερὸν δὴ ἐκ τούτων ὅτι εἴπερ ἡ οὐσία αἰτία τοῦ εἶναι ἕκαστον, ὅτι ἐν τούτοις ζητητέον τί τὸ αἴτιον τοῦ εἶναι τούτων ἕκαστον.
显而易见,从这些可以得出,如果实体是每个事物“存在”的原因,那么就必须在这些[差异]中去寻找是什么构成了这每个事物“存在”的原因。
οὐσία μὲν οὖν οὐδὲν τούτων οὐδὲ συνδυαζόμενον, ὅμως δὲ τὸ ἀνάλογον ἐν ἑκάστῳ· καὶ ὡς ἐν ταῖς οὐσίαις τὸ τῆς ὕλης κατηγορούμενον αὐτὴ ἡ ἐνέργεια, καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς μάλιστα.
确实,实体既不是这些差异中的任何一个,也不是它们的组合,然而在每一个中都有其对应物(类比);而且正如在实体中,对质料所陈述的谓词正是现实活动自身,在其他定义中也最是如此。
οἷον εἰ οὐδὸν δέοι ὁρίσασθαι, ξύλον ἢ λίθον ὡδὶ κείμενον ἐροῦμεν, καὶ οἰκίαν πλίνθους καὶ ξύλα ὡδὶ κείμενα (ἢ ἔτι καὶ τὸ οὗ ἕνεκα ἐπʼ ἐνίων ἔστιν), εἰ δὲ κρύσταλλον, ὕδωρ πεπηγὸς ἢ πεπυκνωμένον ὡδί· συμφωνία δὲ ὀξέος καὶ βαρέος μῖξις τοιαδί· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
例如,如果必须定义门槛,我们会说“以这种方式安放的木或石”;而对于房屋则是“以这种方式安放的砖和木材”(在某些情况下还要加上目的因);如果是冰,则是 “以这种方式冻结或凝结的水”;协和音则是“高音与低音的这样一种混合”;其他事物也依此类推。
φανερὸν δὴ ἐκ τούτων ὅτι ἡ ἐνέργεια ἄλλη ἄλλης ὕλης καὶ ὁ λόγος· τῶν μὲν γὰρ ἡ σύνθεσις τῶν δʼ ἡ μῖξις τῶν δὲ ἄλλο τι τῶν εἰρημένων.
由此可见,对于不同的质料,现实活动也不同,其公式也是如此;因为对某些事物来说它是结合,对另一些是混合,对另一些则是前述的其他某种方式。
διὸ τῶν ὁριζομένων οἱ μὲν λέγοντες τί ἐστιν οἰκία, ὅτι λίθοι πλίνθοι ξύλα, τὴν δυνάμει οἰκίαν λέγουσιν, ὕλη γὰρ ταῦτα· οἱ δὲ ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων ἤ τι ἄλλο τοιοῦτον προτιθέντες, τὴν ἐνέργειαν λέγουσιν· οἱ δʼ ἄμφω ταῦτα συντιθέντες τὴν τρίτην καὶ τὴν ἐκ τούτων οὐσίαν (ἔοικε γὰρ ὁ μὲν διὰ τῶν διαφορῶν λόγος τοῦ εἴδους καὶ τῆς ἐνεργείας εἶναι, ὁ δʼ ἐκ τῶν ἐνυπαρχόντων τῆς ὕλης μᾶλλον)·
因此,在定义者中,有些人在说明什么是房屋时说“石、砖、木材”,他们是在说明潜能上的房屋,因为这些是质料;而另一些人提出“遮蔽财物和人身体的容器”或类似的其他东西,则是在说明现实;而那些将两者结合起来的人,则是在说明第三种实体,即由二者合成的实体(因为通过差异进行的公式似乎属于形相和现实,而从其内在组成部分出发的公式则更属于质料)。
ὁμοίως δὲ καὶ οἵους Ἀρχύτας ἀπεδέχετο ὅρους· τοῦ συνάμφω γάρ εἰσιν.
同样,阿基塔斯所接受的那种定义也是关于结合体的。
οἷον τί ἐστι νηνεμία;
例如,“什么是无风之静?
ἠρεμία ἐν πλήθει ἀέρος· ὕλη μὲν γὰρ ὁ ἀήρ, ἐνέργεια δὲ καὶ οὐσία ἡ ἠρεμία.
大量空气中的平静”;因为空气是质料,而平静则是现实活动和实体。
τί ἐστι γαλήνη;
“什么是海之平静?
ὁμαλότης θαλάττης· τὸ μὲν ὑποκείμενον ὡς ὕλη ἡ θάλαττα, ἡ δὲ ἐνέργεια καὶ ἡ μορφὴ ἡ ὁμαλότης.
海平面的平滑”;作为质料的主体是海,而现实活动和形相则是平滑。
φανερὸν δὴ ἐκ τῶν εἰρημένων τίς ἡ αἰσθητὴ οὐσία ἐστὶ καὶ πῶς· ἡ μὲν γὰρ ὡς ὕλη, ἡ δʼ ὡς μορφὴ καὶ ἐνέργεια, ἡ δὲ τρίτη ἡ ἐκ τούτων.
显而易见,从上述内容可知,感觉实体是什么以及在何种意义上存在:一种是作为质料,另一种是作为形相和现实活动,第三种则是由此二者合成的。

词汇与语法注释

  1. 1042b10λοιπὸν τὴν ὡς ἐνέργειαν οὐσίαν — 使用 λοιπόν + 不定式(εἰπεῖν)的无人称句构,意为“剩下的是要说明……”。λοιπόν 作副词使用,或作为省去了 ἐστί 的中性单数主格形容词。
  2. 1042b12ἔοικεν οἰομένῳ — 部分抄本读作 `ἔοικεν οἴεσθαι`(似乎认为),但若保留与格分词 `οἰομένῳ`,则须解释为与隐含的与格(指代德谟克利特或一般观察者)一致,意为“在认为……的人看来,他似乎……”,或此词为不定式的讹误。
  3. 1042b16τὰ μὲν συνθέσει λέγεται — 意为“有些事物是通过其质料的结合而被说成(定义)的”。在定义语境中,动词 λέγεται 往往带有“被定义”的含义。
  4. 1043a3εἴπερ ἡ οὐσία αἰτία τοῦ εἶναι ἕκαστον — 带有连词 εἴπερ(如果确实)的条件从句。属格不定式 τοῦ εἶναι 修饰 αἰτία(原因),构成“每个事物存在的因”。
  5. 1043a5τὸ τῆς ὕλης κατηγορούμενον — 意为“对质料所陈述的谓词”。属格 τῆς ὕλης 取决于被动分词 κατηγορούμενον,表示被陈述的对象(由 κατηγορέω 支配)。

引用这一段

亚里士多德, 形而上学 §8.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:8.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。