§8.1ἐκ δὴ τῶν εἰρημένων συλλογίσασθαι δεῖ καὶ συναγαγόντας τὸ κεφάλαιον τέλος ἐπιθεῖναι.
我们必须从已说过的中得出结论,并在总结要点后,为其画上句号。
εἴρηται δὴ ὅτι τῶν οὐσιῶν ζητεῖται τὰ αἴτια καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα.
已经说过,正在寻求实体的原因、原理和元素。
οὐσίαι δὲ αἱ μὲν ὁμολογούμεναί εἰσιν ὑπὸ πάντων, περὶ δὲ ἐνίων ἰδίᾳ τινὲς ἀπεφήναντο·
至于实体,有一些是众人公认的,但关于另一些,则有一些人发表了各自的独特看法。
ὁμολογούμεναι μὲν αἱ φυσικαί, οἷον πῦρ γῆ ὕδωρ ἀὴρ καὶ τἆλλα τὰ ἁπλᾶ σώματα, ἔπειτα τὰ φυτὰ καὶ τὰ μόρια αὐτῶν, καὶ τὰ ζῷα καὶ τὰ μόρια τῶν ζῴων, καὶ τέλος ὁ οὐρανὸς καὶ τὰ μόρια τοῦ οὐρανοῦ·
公认的是自然实体,例如火、土、水、空气以及其他简单物体,其次是植物及其部分,以及动物及动物的部分,最后是天和天的部分。
ἰδίᾳ δέ τινες οὐσίας λέγουσιν εἶναι τά τʼ εἴδη καὶ τὰ μαθηματικά.
但有些人独特地宣称,形相和数学对象也是实体。
ἄλλας δὲ δὴ συμβαίνει ἐκ τῶν λόγων οὐσίας εἶναι, τὸ τί ἦν εἶναι καὶ τὸ ὑποκείμενον·
此外,从论证中可知,还有其他一些东西是实体,即本质和主体。
ἔτι ἄλλως τὸ γένος μᾶλλον τῶν εἰδῶν καὶ τὸ καθόλου τῶν καθʼ ἕκαστα·
此外在另一种意义上,类比种更算是实体,普遍比个别更算是实体。
τῷ δὲ καθόλου καὶ τῷ γένει καὶ αἱ ἰδέαι συνάπτουσιν (κατὰ τὸν αὐτὸν γὰρ λόγον οὐσίαι δοκοῦσιν εἶναι).
理念也与普遍和类联系在一起(因为基于同样的理由,它们被认为是实体)。
ἐπεὶ δὲ τὸ τί ἦν εἶναι οὐσία, τούτου δὲ λόγος ὁ ὁρισμός, διὰ τοῦτο περὶ ὁρισμοῦ καὶ περὶ τοῦ καθʼ αὑτὸ διώρισται·
既然本质是实体,而定义是本质的公式,因此我们已经对定义以及“自身存在”作出了规定。
ἐπεὶ δὲ ὁ ὁρισμὸς λόγος, ὁ δὲ λόγος μέρη ἔχει, ἀναγκαῖον καὶ περὶ μέρους ἦν ἰδεῖν, ποῖα τῆς οὐσίας μέρη καὶ ποῖα οὔ, καὶ εἰ ταῦτα καὶ τοῦ ὁρισμοῦ.
又因为定义是公式,而公式拥有部分,所以有必要考察部分,即什么样的是实体的部分,什么样不是,以及这些部分是否也是定义的部分。
ἔτι τοίνυν οὔτε τὸ καθόλου οὐσία οὔτε τὸ γένος·
此外,普遍和类都不是实体。
περὶ δὲ τῶν ἰδεῶν καὶ τῶν μαθηματικῶν ὕστερον σκεπτέον· παρὰ γὰρ τὰς αἰσθητὰς οὐσίας ταύτας λέγουσί τινες εἶναι.
至于理念和数学对象,我们必须在后面考察;因为有些人说,这些是在感觉实体之外存在的。
—νῦν δὲ περὶ τῶν ὁμολογουμένων οὐσιῶν ἐπέλθωμεν.
——但是现在,让我们来探究公认的实体。
αὗται δʼ εἰσὶν αἱ αἰσθηταί· αἱ δʼ αἰσθηταὶ οὐσίαι πᾶσαι ὕλην ἔχουσιν.
这些就是感觉实体;而所有感觉实体都含有质料。
ἔστι δʼ οὐσία τὸ ὑποκείμενον, ἄλλως μὲν ἡ ὕλη (ὕλην δὲ λέγω ἣ μὴ τόδε τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ τόδε τι), ἄλλως δʼ ὁ λόγος καὶ ἡ μορφή, ὃ τόδε τι ὂν τῷ λόγῳ χωριστόν ἐστιν·
实体是主体,在一种意义上是质料(我所说的质料,是指它在现实中并不是“这个”,但在潜能上是“这个”),在另一种意义上是公式和形相,它是一个“这个”,且在公式上是可分离的。
τρίτον δὲ τὸ ἐκ τούτων, οὗ γένεσις μόνου καὶ φθορά ἐστι, καὶ χωριστὸν ἁπλῶς· τῶν γὰρ κατὰ τὸν λόγον οὐσιῶν αἱ μὲν αἱ δʼ οὔ.
第三则是由此二者合成的物体,只有它才有生成和消灭,且是无条件可分离的;因为在公式上的实体中,有一些是可分离的,有一些则不然。
ὅτι δʼ ἐστὶν οὐσία καὶ ἡ ὕλη, δῆλον· ἐν πάσαις γὰρ ταῖς ἀντικειμέναις μεταβολαῖς ἐστί τι τὸ ὑποκείμενον ταῖς μεταβολαῖς, οἷον κατὰ τόπον τὸ νῦν μὲν ἐνταῦθα πάλιν δʼ ἄλλοθι, καὶ κατʼ αὔξησιν ὃ νῦν μὲν τηλικόνδε πάλιν δʼ ἔλαττον ἢ μεῖζον, καὶ κατʼ ἀλλοίωσιν ὃ νῦν μὲν ὑγιὲς πάλιν δὲ κάμνον·
质料也是实体,这是显而易见的;因为在所有相反的变化中,总有某种东西作为变化的承载主体,例如在空间上,现在在这里,随后又在别处;在增长上,现在是这么大,随后又变小或变大;在质变上,现在健康,随后又生病。
ὁμοίως δὲ καὶ κατʼ οὐσίαν ὃ νῦν μὲν ἐν γενέσει πάλιν δʼ ἐν φθορᾷ, καὶ νῦν μὲν ὑποκείμενον ὡς τόδε τι πάλιν δʼ ὑποκείμενον ὡς κατὰ στέρησιν.
同样地在实体变化中,现在在生成中,随后又在消灭中,现在作为“这个”主体,随后又作为基于缺失的主体。
καὶ ἀκολουθοῦσι δὴ ταύτῃ αἱ ἄλλαι μεταβολαί, τῶν δʼ ἄλλων ἢ μιᾷ ἢ δυοῖν αὕτη οὐκ ἀκολουθεῖ· οὐ γὰρ ἀνάγκη, εἴ τι ὕλην ἔχει τοπικήν, τοῦτο καὶ γεννητὴν καὶ φθαρτὴν ἔχειν.
其他变化确实伴随着这种变化,而这种变化却不伴随着其他变化中的一种或两种;因为,即使某种东西拥有空间上的质料,它也并不必然拥有生成和消灭的质料。
τίς μὲν οὖν διαφορὰ τοῦ ἁπλῶς γίγνεσθαι καὶ μὴ ἁπλῶς, ἐν τοῖς φυσικοῖς εἴρηται.
至于无条件生成与非无条件生成之间的区别是什么,已在《物理学》中说过了。