§7.17τί δὲ χρὴ λέγειν καὶ ὁποῖόν τι τὴν οὐσίαν, πάλιν ἄλλην οἷον ἀρχὴν ποιησάμενοι λέγωμεν· ἴσως γὰρ ἐκ τούτων ἔσται δῆλον καὶ περὶ ἐκείνης τῆς οὐσίας ἥτις ἐστὶ κεχωρισμένη τῶν αἰσθητῶν οὐσιῶν.
关于实体应该被称为什么以及是什么样的事物,让我们仿佛重新确立另一个起点来谈谈;因为或许通过这些,对于那独立于感觉实体而存在的实体也将变得清晰。
ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τις ἐστίν, ἐντεῦθεν μετιτέον.
既然实体是某种原理和原因,我们必须从此出发。
ζητεῖται δὲ τὸ διὰ τί ἀεὶ οὕτως, διὰ τί ἄλλο ἄλλῳ τινὶ ὑπάρχει.
我们所探求的“为什么”总是具有这种形式:为什么一个东西属于另一个东西。
τὸ γὰρ ζητεῖν διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστιν, ἤτοι ἐστὶ τὸ εἰρημένον ζητεῖν, διὰ τί ὁ ἄνθρωπος μουσικός ἐστιν, ἢ ἄλλο.
因为,探求“为什么有教养的人是有教养的人”,要么是在探求已经说过的“为什么人是有教养的”,要么是别的什么。
τὸ μὲν οὖν διὰ τί αὐτό ἐστιν αὐτό, οὐδέν ἐστι ζητεῖν (δεῖ γὰρ τὸ ὅτι καὶ τὸ εἶναι ὑπάρχειν δῆλα ὄντα—λέγω δʼ οἷον ὅτι ἡ σελήνη ἐκλείπει—, αὐτὸ δὲ ὅτι αὐτό, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων, διὰ τί ὁ ἄνθρωπος ἄνθρωπος ἢ ὁ μουσικὸς μουσικός, πλὴν εἴ τις λέγοι ὅτι ἀδιαίρετον πρὸς αὑτὸ ἕκαστον, τοῦτο δʼ ἦν τὸ ἑνὶ εἶναι· ἀλλὰ τοῦτο κοινόν γε κατὰ πάντων καὶ σύντομον)·
因此,探求“为什么事物自身是其自身”,并不是探求任何东西(因为事实如此以及存在必须是明显的——我的意思是,例如,月食发生——而“事物自身是其自身”在所有情况中只有一种解释和一种原因,比如“为什么人是人”或“有教养的人是有教养的人”,除非有人会说每个事物与其自身都是不可分的,而这就是“作为一”;但这对一切事物都是共同的,且是一种简捷的解释)。
ζητήσειε δʼ ἄν τις διὰ τί ἅνθρωπός ἐστι ζῷον τοιονδί.
但是,人们可能会探求“为什么人是这样一种动物”。
τοῦτο μὲν τοίνυν δῆλον, ὅτι οὐ ζητεῖ διὰ τί ὅς ἐστιν ἄνθρωπος ἄνθρωπός ἐστιν· τὶ ἄρα κατά τινος ζητεῖ διὰ τί ὑπάρχει (ὅτι δʼ ὑπάρχει, δεῖ δῆλον εἶναι· εἰ γὰρ μὴ οὕτως, οὐδὲν ζητεῖ), οἷον διὰ τί βροντᾷ;
因此,显而易见,人们并不是在探求“为什么是人的人是人”;所以,人们是在探求:对于某物而言,为什么有另一个东西属于它(而它确实属于它是必须明显的;因为如果不是这样,就什么也没有探求),例如,“为什么打雷?
διὰ τί ψόφος γίγνεται ἐν τοῖς νέφεσιν;
”即“为什么在云中会产生声音?
ἄλλο γὰρ οὕτω κατʼ ἄλλου ἐστὶ τὸ ζητούμενον.
”因为所探求的正是这样以一物关于另一物的方式。
καὶ διὰ τί ταδί, οἷον πλίνθοι καὶ λίθοι, οἰκία ἐστίν;
以及“为什么这些东西,例如砖和石,是一所房子?
φανερὸν τοίνυν ὅτι ζητεῖ τὸ αἴτιον· τοῦτο δʼ ἐστὶ τὸ τί ἦν εἶναι, ὡς εἰπεῖν λογικῶς, ὃ ἐπʼ ἐνίων μέν ἐστι τίνος ἕνεκα, οἷον ἴσως ἐπʼ οἰκίας ἢ κλίνης, ἐπʼ ἐνίων δὲ τί ἐκίνησε πρῶτον· αἴτιον γὰρ καὶ τοῦτο.
”显而易见,人们是在寻求原因;而这在逻辑上说,就是本质(“是什么”),在某些情况下它是“为了什么”(目的因),比如或许在房子或床的情况下,而在另一些情况下则是“最初运动了什么”(始动因);因为这也是一种原因。
ἀλλὰ τὸ μὲν τοιοῦτον αἴτιον ἐπὶ τοῦ γίγνεσθαι ζητεῖται καὶ φθείρεσθαι, θάτερον δὲ καὶ ἐπὶ τοῦ εἶναι.
但是,这种原因是在生成和消灭的情况下被探求的,而另一种原因在存在的情况下也被探求。
λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς μὴ κατʼ ἀλλήλων λεγομένοις, οἷον ἄνθρωπος τί ἐστι ζητεῖται διὰ τὸ ἁπλῶς λέγεσθαι ἀλλὰ μὴ διορίζειν ὅτι τάδε τόδε.
但是,在那些一物不关于另一物被陈述的情况下,所探求的东西最容易被忽视,例如探求“人是什么”,因为这是简单地陈述,而没有限定“这些东西是这个”。
ἀλλὰ δεῖ διαρθρώσαντας ζητεῖν· εἰ δὲ μή, κοινὸν τοῦ μηθὲν ζητεῖν καὶ τοῦ ζητεῖν τι γίγνεται.
但是我们必须在理清问题后再行探求;否则,就会变成什么也不探求与探求某物之间的混淆。
ἐπεὶ δὲ δεῖ ἔχειν τε καὶ ὑπάρχειν τὸ εἶναι, δῆλον δὴ ὅτι τὴν ὕλην ζητεῖ διὰ τί τί ἐστιν· οἷον οἰκία ταδὶ διὰ τί;
既然存在必须被具有且属于主体,那么显而易见,人们在探求为什么质料是某个特定的东西;例如,“为什么这些东西是房子?
ὅτι ὑπάρχει ὃ ἦν οἰκίᾳ εἶναι.
”因为属于房子的本质属于它们。
καὶ ἄνθρωπος τοδί, ἢ τὸ σῶμα τοῦτο τοδὶ ἔχον.
以及“人是这个”,或“这个身体具有这个”。
ὥστε τὸ αἴτιον ζητεῖται τῆς ὕλης (τοῦτο δʼ ἐστὶ τὸ εἶδος) ᾧ τί ἐστιν· τοῦτο δʼ ἡ οὐσία.
因此,人们寻求的是质料的原因(这就是形相),由于它,质料才成为某种东西;而这就是实体。
φανερὸν τοίνυν ὅτι ἐπὶ τῶν ἁπλῶν οὐκ ἔστι ζήτησις οὐδὲ δίδαξις, ἀλλʼ ἕτερος τρόπος τῆς ζητήσεως τῶν τοιούτων.
因此,显而易见,对于简单的事物既没有探求也没有教授,而是对这类事物有另一种探求方式。
—ἐπεὶ δὲ τὸ ἔκ τινος σύνθετον οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν, μὴ ὡς σωρὸς ἀλλʼ ὡς ἡ συλλαβή—ἡ δὲ συλλαβὴ οὐκ ἔστι τὰ στοιχεῖα, οὐδὲ τῷ βα ταὐτὸ τὸ β καὶ α, οὐδʼ ἡ σὰρξ πῦρ καὶ γῆ (διαλυθέντων γὰρ τὰ μὲν οὐκέτι ἔστιν, οἷον ἡ σὰρξ καὶ ἡ συλλαβή, τὰ δὲ στοιχεῖα ἔστι, καὶ τὸ πῦρ καὶ ἡ γῆ)· ἔστιν ἄρα τι ἡ συλλαβή, οὐ μόνον τὰ στοιχεῖα τὸ φωνῆεν καὶ ἄφωνον ἀλλὰ καὶ ἕτερόν τι, καὶ ἡ σὰρξ οὐ μόνον πῦρ καὶ γῆ ἢ τὸ θερμὸν καὶ ψυχρὸν ἀλλὰ καὶ ἕτερόν τι—εἰ τοίνυν ἀνάγκη κἀκεῖνο ἢ στοιχεῖον ἢ ἐκ στοιχείων εἶναι, εἰ μὲν στοιχεῖον, πάλιν ὁ αὐτὸς ἔσται λόγος (ἐκ τούτου γὰρ καὶ πυρὸς καὶ γῆς ἔσται ἡ σὰρξ καὶ ἔτι ἄλλου, ὥστʼ εἰς ἄπειρον βαδιεῖταi)· εἰ δὲ ἐκ στοιχείου, δῆλον ὅτι οὐχ ἑνὸς ἀλλὰ πλειόνων, ἢ ἐκεῖνο αὐτὸ ἔσται, ὥστε πάλιν ἐπὶ τούτου τὸν αὐτὸν ἐροῦμεν λόγον καὶ ἐπὶ τῆς σαρκὸς ἢ συλλαβῆς.
既然由某些东西合成的东西,其整体是一,不像一堆杂物,而像一个音节——但音节不是元素,而“ba”不同于“b”和“a”,肉也不同于火和土(因为当它们被分解时,前者便不复存在,比如肉和音节,但元素仍然存在,即火和土);因此,音节不仅是元素(元音和辅音),而且也是某种别的东西,肉也不仅是火和土,或者热和冷,而且也是某种别的东西——那么,如果那个别的东西也必然要么是元素要么由元素构成,如果它是一个元素,那又会产生同样的论证(因为肉将由它、火和土以及更别的东西构成,从而走向无限);如果它由元素构成,显而易见,它不是由一个而是由多个构成,否则它自己就会是那个东西,因此在这上面我们又要用关于肉或音节同样的论证。
δόξειε δʼ ἂν εἶναι τὶ τοῦτο καὶ οὐ στοιχεῖον, καὶ αἴτιόν γε τοῦ εἶναι τοδὶ μὲν σάρκα τοδὶ δὲ συλλαβήν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
但这个东西似乎是某种东西而非元素,且是导致这是肉而那是音节的原因;在其他情况下也是如此。
οὐσία δὲ ἑκάστου μὲν τοῦτο (τοῦτο γὰρ αἴτιον πρῶτον τοῦ εἶναι)—ἐπεὶ δʼ ἔνια οὐκ οὐσίαι τῶν πραγμάτων, ἀλλʼ ὅσαι οὐσίαι, κατὰ φύσιν καὶ φύσει συνεστήκασι, φανείη ἂν αὕτη ἡ φύσις οὐσία, ἥ ἐστιν οὐ στοιχεῖον ἀλλʼ ἀρχή—· στοιχεῖον δʼ ἐστὶν εἰς ὃ διαιρεῖται ἐνυπάρχον ὡς ὕλην, οἷον τῆς συλλαβῆς τὸ α καὶ τὸ β.
而这是每个事物的实体(因为这是存在的首要原因)——既然事物的某些东西不是实体,而凡是实体的,都是根据自然且由自然构成的,这种自然便似乎就是实体,它不是元素而是原理——而元素是事物在其中作为质料存在并被分割成的东西,比如音节中的“a”和“b”。