§7.9ἀπορήσειε δʼ ἄν τις διὰ τί τὰ μὲν γίγνεται καὶ τέχνῃ καὶ ἀπὸ ταὐτομάτου, οἷον ὑγίεια, τὰ δʼ οὔ, οἷον οἰκία.
但是,有人可能会问,为什么有些东西既可以通过技术也可以通过偶然产生(例如健康),而另一些东西则不然(例如房屋)。
αἴτιον δὲ ὅτι τῶν μὲν ἡ ὕλη ἡ ἄρχουσα τῆς γενέσεως ἐν τῷ ποιεῖν καὶ γίγνεσθαί τι τῶν ἀπὸ τέχνης, ἐν ᾗ ὑπάρχει τι μέρος τοῦ πράγματος,—ἡ μὲν τοιαύτη ἐστὶν οἵα κινεῖσθαι ὑφʼ αὑτῆς ἡ δʼ οὔ, καὶ ταύτης ἡ μὲν ὡδὶ οἵα τε ἡ δὲ ἀδύνατος·
其原因在于,在通过技术产生的事物的制作和生成中,支配其生成的质料(在其中已存在着该事物的某种部分)中,有些质料是能够由自身运动的,而有些则不能;在前者中,有些能够以这种特定的方式运动,而有些则不能。
πολλὰ γὰρ δυνατὰ μὲν ὑφʼ αὑτῶν κινεῖσθαι ἀλλʼ οὐχ ὡδί, οἷον ὀρχήσασθαι.
因为许多东西确实能够由自身运动,但不能以这种特定的方式运动,例如跳舞。
ὅσων οὖν τοιαύτη ἡ ὕλη, οἷον οἱ λίθοι, ἀδύνατον ὡδὶ κινηθῆναι εἰ μὴ ὑπʼ ἄλλου, ὡδὶ μέντοι ναί—καὶ τὸ πῦρ.
因此,凡是其质料具有这种性质的事物(例如石头),如果不借助他物,就不可能以这种特定的方式运动,然而(通过他物)确实能够如此运动;火也是如此。
διὰ τοῦτο τὰ μὲν οὐκ ἔσται ἄνευ τοῦ ἔχοντος τὴν τέχνην τὰ δὲ ἔσται· ὑπὸ γὰρ τούτων κινηθήσεται τῶν οὐκ ἐχόντων τὴν τέχνην, κινεῖσθαι δὲ δυναμένων αὐτῶν ὑπʼ ἄλλων οὐκ ἐχόντων τὴν τέχνην ἢ ἐκ μέρους.
由于这个原因,有些东西离开拥有技术的人就无法存在,而另一些东西则可以;因为它们会被那些不拥有技术、但能够被其他不拥有技术的事物或部分地推动而运动的东西所推动。
δῆλον δʼ ἐκ τῶν εἰρημένων καὶ ὅτι τρόπον τινὰ πάντα γίγνεται ἐξ ὁμωνύμου, ὥσπερ τὰ φύσει, ἢ ἐκ μέρους ὁμωνύμου (οἷον ἡ οἰκία ἐξ οἰκίας, ᾗ ὑπὸ νοῦ· ἡ γὰρ τέχνη τὸ εἶδος) ἢ ἔχοντός τι μέρος,—ἐὰν μὴ κατὰ συμβεβηκὸς γίγνηται·
从上述讨论中同样显而易见的是,在某种意义上,所有事物都是由同名事物产生的(正如自然产生的事物),或者是从同名的部分产生的(例如,房屋产生房屋,因为它是被智性产生的;因为技术就是形相),或者是从含有同名部分的事物产生的——除非它们是偶然产生的。
τὸ γὰρ αἴτιον τοῦ ποιεῖν πρῶτον καθʼ αὑτὸ μέρος.
因为制作的首要的、自身的原因是(形相的)一部分。
θερμότης γὰρ ἡ ἐν τῇ κινήσει θερμότητα ἐν τῷ σώματι ἐποίησεν·
因为运动中的热在身体中产生了热。
αὕτη δὲ ἐστὶν ἢ ὑγίεια ἢ μέρος, ἢ ἀκολουθεῖ αὐτῇ μέρος τι τῆς ὑγιείας ἢ αὐτὴ ἡ ὑγίεια·
而这热或者是健康,或者是健康的一部分,或者健康的某种部分伴随它,或者是健康本身。
διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ ᾧ ἀκολουθεῖ καὶ συμβέβηκε.
因此,它也被说成是产生,因为它产生了健康所伴随并偶然归于其上的那个东西。
ὥστε, ὥσπερ ἐν τοῖς συλλογισμοῖς, πάντων ἀρχὴ ἡ οὐσία· ἐκ γὰρ τοῦ τί ἐστιν οἱ συλλογισμοί εἰσιν, ἐνταῦθα δὲ αἱ γενέσεις.
因此,正如在三段论中一样,实体是一切的起点;因为三段论是由“事物是什么”构成的,而在这一领域里,生成也是由此开始的。
ὁμοίως δὲ καὶ τὰ φύσει συνιστάμενα τούτοις ἔχει.
同样地,由自然构成的事物也处于与这些相同的情况中。
τὸ μὲν γὰρ σπέρμα ποιεῖ ὥσπερ τὰ ἀπὸ τέχνης (ἔχει γὰρ δυνάμει τὸ εἶδος, καὶ ἀφʼ οὗ τὸ σπέρμα, ἐστί πως ὁμώνυμον—οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός—ἐὰν μὴ πήρωμα ᾖ· διὸ ἡμίονος οὐκ ἐξ ἡμιόνου)·
因为种子起着像技术产生物一样的作用(因为它潜在地具有形相,并且种子所自出的那个东西在某种意义上是同名的——因为我们不必总是在“人产生人”的意义上去寻找,因为女人也是由男人产生的——除非是畸形;因此骡子不产生于骡子)。
ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ γίγνεται, ὅσων ἡ ὕλη δύναται καὶ ὑφʼ αὑτῆς κινεῖσθαι ταύτην τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ· ὅσων δὲ μή, ταῦτα ἀδύνατα γίγνεσθαι ἄλλως πως ἢ ἐξ αὐτῶν.
而那些由偶然产生的事物,也正如在那里(技术中)那样,凡是其质料自身也能进行种子所推动的那种运动的事物便会产生;而那些质料不能如此运动的事物,除了由同类产生之外,就不可能以任何其他方式产生。
—οὐ μόνον δὲ περὶ τῆς οὐσίας ὁ λόγος δηλοῖ τὸ μὴ γίγνεσθαι τὸ εἶδος, ἀλλὰ περὶ πάντων ὁμοίως τῶν πρώτων κοινὸς ὁ λόγος, οἷον ποσοῦ ποιοῦ καὶ τῶν ἄλλων κατηγοριῶν.
——不仅关于实体的讨论表明形相不生成,这一论点对于所有其他的首要类别(范畴)也同样是共同的,例如数量、性质以及其他范畴。
γίγνεται γὰρ ὥσπερ ἡ χαλκῆ σφαῖρα ἀλλʼ οὐ σφαῖρα οὐδὲ χαλκός, καὶ ἐπὶ χαλκοῦ, εἰ γίγνεται (ἀεὶ γὰρ δεῖ προϋπάρχειν τὴν ὕλην καὶ τὸ εἶδος), οὕτως καὶ ἐπὶ τοῦ τί ἐστι καὶ ἐπὶ τοῦ ποιοῦ καὶ ποσοῦ καὶ τῶν ἄλλων ὁμοίως κατηγοριῶν· οὐ γὰρ γίγνεται τὸ ποιὸν ἀλλὰ τὸ ποιὸν ξύλον, οὐδὲ τὸ ποσὸν ἀλλὰ τὸ ποσὸν ξύλον ἢ ζῷον.
因为,正如生成的是青铜球而非球或青铜,而且对于青铜而言,即使它生成(因为质料和形相必须始终预先存在),那么对于“是什么”以及性质、数量和其余范畴也同样如此;因为所生成的并非性质本身,而是具有某种性质的木头,也不是数量本身,而是具有某种数量的木头或动物。
ἀλλʼ ἴδιον τῆς οὐσίας ἐκ τούτων λαβεῖν ἔστιν ὅτι ἀναγκαῖον προϋπάρχειν ἑτέραν οὐσίαν ἐντελεχείᾳ οὖσαν ἣ ποιεῖ, οἷον ζῷον εἰ γίγνεται ζῷον· ποιὸν δʼ ἢ ποσὸν οὐκ ἀνάγκη ἀλλʼ ἢ δυνάμει μόνον.
但从这些讨论中,我们可以把这作为实体的特异之处来把握:即必须有另一个作为现实活动者的实体预先存在并进行制作,例如,如果一个动物生成,就必须有动物预先存在;但在性质或数量的情况下,则不必要,除非仅在潜在的意义上。