Humanitext Reader

亚里士多德 · 形而上学 §7.8

形相自身的非生成性与对理念论的批判

第 72 段,共 159 段 · 希腊语

内容简介

在本节中,论证了生成过程中形相自身的非生成性。制作者并非制造形相本身,而是将形相导入已有的质料中以制造结合体(个别事物)。因此,独立于个别事物的柏拉图式理念在解释生成时是无用的,要解释实体的生成,只需具有同种形相的产生者和质料即可。

§7.8ἐπεὶ δὲ ὑπό τινός τε γίγνεται τὸ γιγνόμενον (τοῦτο δὲ λέγω ὅθεν ἡ ἀρχὴ τῆς γενέσεώς ἐστι) καὶ ἔκ τινος (ἔστω δὲ μὴ ἡ στέρησις τοῦτο ἀλλʼ ἡ ὕλη· ἤδη γὰρ διώρισται ὃν τρόπον τοῦτο λέγομεν) καὶ τὶ γίγνεται (τοῦτο δʼ ἐστὶν ἢ σφαῖρα ἢ κύκλος ἢ ὅ τι ἔτυχε τῶν ἄλλων), ὥσπερ οὐδὲ τὸ ὑποκείμενον ποιεῖ, τὸν χαλκόν, οὕτως οὐδὲ τὴν σφαῖραν, εἰ μὴ κατὰ συμβεβηκὸς ὅτι ἡ χαλκῆ σφαῖρα σφαῖρά ἐστιν ἐκείνην δὲ ποιεῖ.
既然生成的事物是由某物生成的(我所说的这个某物是指生成的始原之所自来),并且是由某物制成的(这里指的不是缺失,而是质料;因为我们如何说明这一点此前已经作了界定),并且成为某物(这或者是球,或者是圆,或者是其他任何偶然的事物),正如制作者并不制造作为基底的青铜,同样,他也不制造球,除非是偶然地,因为青铜球是球,而他制造了后者(即青铜球)。
τὸ γὰρ τόδε τι ποιεῖν ἐκ τοῦ ὅλως ὑποκειμένου τόδε τι ποιεῖν ἐστίν (λέγω δʼ ὅτι τὸν χαλκὸν στρογγύλον ποιεῖν ἐστὶν οὐ τὸ στρογγύλον ἢ τὴν σφαῖραν ποιεῖν ἀλλʼ ἕτερόν τι, οἷον τὸ εἶδος τοῦτο ἐν ἄλλῳ· εἰ γὰρ ποιεῖ, ἔκ τινος ἂν ποιοίη ἄλλου, τοῦτο γὰρ ὑπέκειτο· οἷον ποιεῖ χαλκῆν σφαῖραν, τοῦτο δὲ οὕτως ὅτι ἐκ τουδί, ὅ ἐστι χαλκός, τοδὶ ποιεῖ, ὅ ἐστι σφαῖρα)·
因为“制造一个‘这’”是指从整个基底中制造出“这”(我的意思是,使青铜变圆并不是制造“圆”或“球”,而是另一回事,即在别的事物中产生这种形相;因为如果他制造形相本身,他就必须由其他某物来制造它,因为这是被预先假定的;例如,他制造一个青铜球,也就是从这个是青铜的东西中,制造出那个是球的东西)。
εἰ οὖν καὶ τοῦτο ποιεῖ αὐτό, δῆλον ὅτι ὡσαύτως ποιήσει, καὶ βαδιοῦνται αἱ γενέσεις εἰς ἄπειρον.
因此,如果他也制造这个形相本身,显然他将以同样的方式去制造,而生成过程将无限倒退。
φανερὸν ἄρα ὅτι οὐδὲ τὸ εἶδος, ἢ ὁτιδήποτε χρὴ καλεῖν τὴν ἐν τῷ αἰσθητῷ μορφήν, οὐ γίγνεται, οὐδʼ ἔστιν αὐτοῦ γένεσις, οὐδὲ τὸ τί ἦν εἶναι (τοῦτο γάρ ἐστιν ὃ ἐν ἄλλῳ γίγνεται ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ἢ δυνάμεως).
显而易见,形相(或无论人们如何称呼感觉事物中的形状)是不生成的,也没有它的生成,同样,本质(“是什么”)也不生成(因为本质正是那通过技术、自然或能力在别的事物中生成的东西)。
τὸ δὲ χαλκῆν σφαῖραν εἶναι ποιεῖ· ποιεῖ γὰρ ἐκ χαλκοῦ καὶ σφαίρας· εἰς τοδὶ γὰρ τὸ εἶδος ποιεῖ, καὶ ἔστι τοῦτο σφαῖρα χαλκῆ.
但他确实使之成为青铜球;因为他是从青铜和球中制造它的;因为他将形相置于这特定的质料中,这就是青铜球。
τοῦ δὲ σφαίρᾳ εἶναι ὅλως εἰ ἔσται γένεσις, ἔκ τινος τὶ ἔσται.
但如果一般意义上的“是球”也有一个生成,那么它就必须是由某物生成某物。
δεήσει γὰρ διαιρετὸν εἶναι ἀεὶ τὸ γιγνόμενον, καὶ εἶναι τὸ μὲν τόδε τὸ δὲ τόδε, λέγω δʼ ὅτι τὸ μὲν ὕλην τὸ δὲ εἶδος.
因为生成的事物必须始终是可分割的,并且一者是“这个”,另一者是“那个”(我的意思是,一者是质料,另一者是形相)。
εἰ δή ἐστι σφαῖρα τὸ ἐκ τοῦ μέσου σχῆμα ἴσον, τούτου τὸ μὲν ἐν ᾧ ἔσται ὃ ποιεῖ, τὸ δʼ ἐν ἐκείνῳ, τὸ δὲ ἅπαν τὸ γεγονός, οἷον ἡ χαλκῆ σφαῖρα.
如果球是“自中心等距的图形”,那么在此物中,一部分将是制作者将制造物置于其中的那个东西(质料),另一部分是置于那之中的东西(形相),而整体则是生成的事物,例如青铜球。
φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ μὲν ὡς εἶδος ἢ οὐσία λεγόμενον οὐ γίγνεται, ἡ δὲ σύνολος ἡ κατὰ ταύτην λεγομένη γίγνεται, καὶ ὅτι ἐν παντὶ τῷ γεννωμένῳ ὕλη ἔνεστι, καὶ ἔστι τὸ μὲν τόδε τὸ δὲ τόδε.
由上所述显然可知,被称为形相或实体的东西是不生成的,而是按照这一形相而说的结合体(整体)发生了生成,并且在每一个被产生的事物中都存在着质料,一者是“这个”(质料),另一者是“那个”(形相)。
—πότερον οὖν ἔστι τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους;
——那么,在这些个别的球之外是否存在着某种球,或者在砖块之外是否存在着房屋?
ἢ οὐδʼ ἄν ποτε ἐγίγνετο, εἰ οὕτως ἦν, τόδε τι, ἀλλὰ τὸ τοιόνδε σημαίνει, τόδε δὲ καὶ ὡρισμένον οὐκ ἔστιν, ἀλλὰ ποιεῖ καὶ γεννᾷ ἐκ τοῦδε τοιόνδε, καὶ ὅταν γεννηθῇ, ἔστι τόδε τοιόνδε;
或者,如果真是那样的话(即存在分离的形相),任何一个“这”就绝不可能生成了? 实际上,“形相”表示的是“这样性质的东西”,而不是一个“这”和确定具体的事物;相反,制作者是从“这个(质料)”中制造和产生“这样性质的东西”,而当它被产生时,它便是一个“这个具有这样性质的东西”。
τὸ δὲ ἅπαν τόδε, Καλλίας ἢ Σωκράτης, ἐστὶν ὥσπερ ἡ σφαῖρα ἡ χαλκῆ ἡδί, ὁ δʼ ἄνθρωπος καὶ τὸ ζῷον ὥσπερ σφαῖρα χαλκῆ ὅλως.
而作为整体的“这”(如卡里亚斯或苏格拉底)就像是这个特定的青铜球,而“人”和“动物”则像是普遍意义上的“青铜球”。
φανερὸν ἄρα ὅτι ἡ τῶν εἰδῶν αἰτία, ὡς εἰώθασί τινες λέγειν τὰ εἴδη, εἰ ἔστιν ἄττα παρὰ τὰ καθʼ ἕκαστα, πρός γε τὰς γενέσεις καὶ τὰς οὐσίας οὐθὲν χρησίμη· οὐδʼ ἂν εἶεν διά γε ταῦτα οὐσίαι καθʼ αὑτάς.
因此显而易见,作为形相(即一些人习惯于称之为形相的理念)的原因,如果它们是在个别事物之外存在的某些东西,那么对于生成和实体而言是毫无用处的;至少因为这些原因,它们绝不会是自存的实体。
ἐπὶ μὲν δή τινων καὶ φανερὸν ὅτι τὸ γεννῶν τοιοῦτον μὲν οἷον τὸ γεννώμενον, οὐ μέντοι τὸ αὐτό γε, οὐδὲ ἓν τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, οἷον ἐν τοῖς φυσικοῖς—ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ—ἂν μή τι παρὰ φύσιν γένηται, οἷον ἵππος ἡμίονον (καὶ ταῦτα δὲ ὁμοίως· ὃ γὰρ ἂν κοινὸν εἴη ἐφʼ ἵππου καὶ ὄνου οὐκ ὠνόμασται, τὸ ἐγγύτατα γένος, εἴη δʼ ἂν ἄμφω ἴσως, οἷον ἡμίονος)· ὥστε φανερὸν ὅτι οὐθὲν δεῖ ὡς παράδειγμα εἶδος κατασκευάζειν (μάλιστα γὰρ ἂν ἐν τούτοις ἐπεζητοῦντο· οὐσίαι γὰρ αἱ μάλιστα αὗται) ἀλλὰ ἱκανὸν τὸ γεννῶν ποιῆσαι καὶ τοῦ εἴδους αἴτιον εἶναι ἐν τῇ ὕλῃ.
的确,在某些事物中,产生者与被产生者属于同一种类(然而并不是同一个体,不是数量上的一,而是形相上的一),这在自然事物中是显而易见的——因为人产生人——除非发生了某种反自然的情况,例如马产生骡子(即使是这些情况也是类似的;因为马和驴所共有的最邻近的类并没有命名,但或许两者(所产生的东西)就像是骡子);因此显而易见,根本没有必要把形相确立为范型(因为如果要寻找范型,最应该在这些事物中寻找,因为这些是最真实的实体),而是产生者足以制造形相并成为使其存在于质料中的原因。
τὸ δʼ ἅπαν ἤδη, τὸ τοιόνδε εἶδος ἐν ταῖσδε ταῖς σαρξὶ καὶ ὀστοῖς, Καλλίας καὶ Σωκράτης· καὶ ἕτερον μὲν διὰ τὴν ὕλην (ἑτέρα γάρ), ταὐτὸ δὲ τῷ εἴδει (ἄτομον γὰρ τὸ εἶδος).
而那个已经是整体的事物,即存在于这些肉和骨中的这种形相,就是卡里亚斯和苏格拉底;它们由于质料而不同(因为质料不同),但在形相上是同一的(因为形相是不可分割的)。

词汇与语法注释

  1. 1033b7τὸ δὲ χαλκῆν σφαῖραν εἶναι — 在此名词短语中,动词 ποιεῖ 的直接宾语是“作为青铜球”(其本质)。相比于前文关于“本质”(τί ἦν εἶναι)不生成的普遍论断,本分句阐明了制作者在具体生成过程中的行为,即通过将质料和形相相结合来制造“作为青铜球”这一具体事物。
  2. 1033b11τοῦ δὲ σφαίρᾳ εἶναι ὅλως — 属格短语 τοῦ εἶναι(“是……”)作为其后名词 γένεσις(“生成”)的主格性或宾格性属格。与与格 σφαίρᾳ 结合,它表示“是球的本质”。副词 ὅλως(“一般地”或“总体上”)修饰这一短语,以此引出关于“一般球的本质”而非特定青铜球之生成的假设。
  3. 1033b21ἢ οὐδʼ ἄν ποτε ἐγίγνετο — 直说过去时动词 ἐγίγνετο 连同语气词 ἄν 构成了反事实条件句的归结从句(在语境中指与过去或现在事实相反的假设)。在“如果是那样的话”(即如果形相是分离自存的)这一条件假设下,它表达了“任何具体的‘这’都绝不可能生成”这一逻辑结论。

引用这一段

亚里士多德, 形而上学 §7.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。