§7.10#1ἐπεὶ δὲ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος μέρη ἔχει, ὡς δὲ ὁ λόγος πρὸς τὸ πρᾶγμα, καὶ τὸ μέρος τοῦ λόγου πρὸς τὸ μέρος τοῦ πράγματος ὁμοίως ἔχει, ἀπορεῖται ἤδη πότερον δεῖ τὸν τῶν μερῶν λόγον ἐνυπάρχειν ἐν τῷ τοῦ ὅλου λόγῳ ἢ οὔ.
既然定义是说明(公式),而每个说明都有部分,且说明对事物的关系,与说明的部分对事物的部分的关系同样相似,那么现在就产生一个疑问:部分的说明是否必须包含在整体的说明中,还是不包含。
ἐπʼ ἐνίων μὲν γὰρ φαίνονται ἐνόντες ἐνίων δʼ οὔ.
因为在某些情况下,它们似乎包含其中,而在另一些情况下则不然。
τοῦ μὲν γὰρ κύκλου ὁ λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν τῶν στοιχείων· καίτοι διαιρεῖται καὶ ὁ κύκλος εἰς τὰ τμήματα ὥσπερ καὶ ἡ συλλαβὴ εἰς τὰ στοιχεῖα.
因为圆的说明并不包含切片的说明,但音节的说明却包含字母(要素)的说明;然而,圆同样被分割成切片,正如音节被分割成字母一样。
ἔτι δὲ εἰ πρότερα τὰ μέρη τοῦ ὅλου, τῆς δὲ ὀρθῆς ἡ ὀξεῖα μέρος καὶ ὁ δάκτυλος τοῦ ζῴου, πρότερον ἂν εἴη ἡ ὀξεῖα τῆς ὀρθῆς καὶ ὁ δάκτυλος τοῦ ἀνθρώπου.
此外,如果部分先于整体,而锐角是直角的部分,手指是动物的部分,那么锐角应该先于直角,手指应该先于人。
δοκεῖ δʼ ἐκεῖνα εἶναι πρότερα· τῷ λόγῳ γὰρ λέγονται ἐξ ἐκείνων, καὶ τῷ εἶναι δὲ ἄνευ ἀλλήλων πρότερα.
但是,那些(整体)似乎是先在的;因为在说明中,它们(部分)是通过那些(整体)而被表述的,而且在存在上,通过能否脱离彼此而存在,整体也是先在的。
—ἢ πολλαχῶς λέγεται τὸ μέρος, ὧν εἷς μὲν τρόπος τὸ μετροῦν κατὰ τὸ ποσόν—ἀλλὰ τοῦτο μὲν ἀφείσθω· ἐξ ὧν δὲ ἡ οὐσία ὡς μερῶν, τοῦτο σκεπτέον.
——或者,“部分”有多种含义,其中一种方式是按数量进行计量的——但这一点且先搁置;我们必须探讨作为实体的那些部分。
εἰ οὖν ἐστὶ τὸ μὲν ὕλη τὸ δὲ εἶδος τὸ δʼ ἐκ τούτων, καὶ οὐσία ἥ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἐκ τούτων, ἔστι μὲν ὡς καὶ ἡ ὕλη μέρος τινὸς λέγεται, ἔστι δʼ ὡς οὔ, ἀλλʼ ἐξ ὧν ὁ τοῦ εἴδους λόγος.
因此,如果一个是质料,另一个是形相,第三个是这些的结合物,而且实体既是质料、形相,又是这些的结合物,那么在某种意义上,质料也被称为某物的部分,而在另一种意义上则不然,只有构成形相说明的部分才是部分。
οἷον τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος ἡ σάρξ (αὕτη γὰρ ἡ ὕλη ἐφʼ ἧς γίγνεται), τῆς δὲ σιμότητος μέρος· καὶ τοῦ μὲν συνόλου ἀνδριάντος μέρος ὁ χαλκὸς τοῦ δʼ ὡς εἴδους λεγομένου ἀνδριάντος οὔ (λεκτέον γὰρ τὸ εἶδος καὶ ᾗ εἶδος ἔχει ἕκαστον, τὸ δʼ ὑλικὸν οὐδέποτε καθʼ αὑτὸ λεκτέον)· διὸ ὁ μὲν τοῦ κύκλου λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν τῶν στοιχείων· τὰ μὲν γὰρ στοιχεῖα τοῦ λόγου μέρη τοῦ εἴδους καὶ οὐχ ὕλη, τὰ δὲ τμήματα οὕτως μέρη ὡς ὕλη ἐφʼ ἧς ἐπιγίγνεται· ἐγγυτέρω μέντοι τοῦ εἴδους ἢ ὁ χαλκὸς ὅταν ἐν χαλκῷ ἡ στρογγυλότης ἐγγένηται.
例如,对于凹性(空洞性)而言,肉并不是它的部分(for这肉是它借以产生的质料),但对于凹鼻(狮子鼻)而言,肉是它的部分;对于合体物的雕像而言,青铜是它的部分,但对于作为形相而被称为雕像的东西,青铜则不是(因为我们必须表述形相,以及每个事物如何具有形相,而绝不能单单表述质料本身);因此,圆的说明不包含切片的说明,但音节的说明包含字母的说明;因为字母是形相说明的部分而不是质料,而切片则是作为其借以产生的质料的部分;然而,这切片比起在青铜中产生圆性时的青铜,更接近于形相。
ἔστι δʼ ὡς οὐδὲ τὰ στοιχεῖα πάντα τῆς συλλαβῆς ἐν τῷ λόγῳ ἐνέσται, οἷον ταδὶ τὰ κήρινα ἢ τὰ ἐν τῷ ἀέρι· ἤδη γὰρ καὶ ταῦτα μέρος τῆς συλλαβῆς ὡς ὕλη αἰσθητή.
但在某种意义上,甚至并非音节的所有字母都会包含在说明中,例如这些用蜡制的字母或空气中的声音;因为这些也作为感觉质料而已成为音节的部分。
καὶ γὰρ ἡ γραμμὴ οὐκ εἰ διαιρουμένη εἰς τὰ ἡμίση φθείρεται, ἢ ὁ ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων οὕτως ὡς ὄντων τῆς οὐσίας μερῶν, ἀλλʼ ὡς ἐξ ὕλης, καὶ τοῦ μὲν συνόλου μέρη, τοῦ εἴδους δὲ καὶ οὗ ὁ λόγος οὐκέτι· διόπερ οὐδʼ ἐν τοῖς λόγοις.
因为,即使线在被分割时消亡为两半,或者人消亡为骨头、肌腱和肉,它们也并不因此作为实体的部分而存在,而是作为质料存在,它们是合体物的部分,但不再是形相以及说明所针对之物的部分;因此,它们也不在说明中。
τῷ μὲν οὖν ἐνέσται ὁ τῶν τοιούτων μερῶν λόγος, τῷ δʼ οὐ δεῖ ἐνεῖναι, ἂν μὴ ᾖ τοῦ συνειλημμένου· διὰ γὰρ τοῦτο ἔνια μὲν ἐκ τούτων ὡς ἀρχῶν ἐστὶν εἰς ἃ φθείρονται, ἔνια δὲ οὐκ ἔστιν.
因此,在某些事物中,此类部分的说明会包含其中,而在另一些事物中,则不应包含,除非它是关于结合物的说明;因为正是由于这个原因,有些事物由这些作为它们消亡而归入的始原所构成,而另一些事物则不然。
ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ ἡ ὕλη ἐστίν, οἷον τὸ σιμὸν ἢ ὁ χαλκοῦς κύκλος, ταῦτα μὲν φθείρεται εἰς ταῦτα καὶ μέρος αὐτῶν ἡ ὕλη· ὅσα δὲ μὴ συνείληπται τῇ ὕλῃ ἀλλὰ ἄνευ ὕλης, ὧν οἱ λόγοι τοῦ εἴδους μόνον, ταῦτα δʼ οὐ φθείρεται, ἢ ὅλως ἢ οὔτοι οὕτω γε· ὥστʼ ἐκείνων μὲν ἀρχαὶ καὶ μέρη ταῦτα τοῦ δὲ εἴδους οὔτε μέρη οὔτε ἀρχαί.
因此,凡是形相与质料结合在一起的事物,如凹鼻或青铜圆,都会消亡为这些,而质料是它们的部分;但那些不与质料结合而是无质料存在、其说明仅针对形相的事物,则不会消亡,或者完全不消亡,或者至少不是以这种方式消亡;因此,虽然那些(质料)是那类事物(合体物)的始原和部分,但它们既不是形相的部分,也不是形相的始原。
καὶ διὰ τοῦτο φθείρεται ὁ πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ ἡ σφαῖρα εἰς χαλκὸν καὶ ὁ Καλλίας εἰς σάρκα καὶ ὀστᾶ, ἔτι δὲ ὁ κύκλος εἰς τὰ τμήματα· ἔστι γάρ τις ὃς συνείληπται τῇ ὕλῃ· ὁμωνύμως γὰρ λέγεται κύκλος ὅ τε ἁπλῶς λεγόμενος καὶ ὁ καθʼ ἕκαστα διὰ τὸ μὴ εἶναι ἴδιον ὄνομα τοῖς καθʼ ἕκαστον.
正是由于这个原因,泥塑的雕像消亡为泥,球消亡为青铜,卡里亚斯消亡为肉和骨头,而且圆消亡为切片;因为存在着某种与质料结合在一起的圆;因为无论是简单说的圆,还是个别的圆,由于个别事物没有专有名称,所以都是同名地被称为“圆”。
—εἴρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές, ὅμως δʼ ἔτι σαφέστερον εἴπωμεν ἐπαναλαβόντες.
——现在虽然已经说明了真理,但让我们通过重申,更清楚地说明它。