§7.7#2τῶν δὴ γενέσεων καὶ κινήσεων ἡ μὲν νόησις καλεῖται ἡ δὲ ποίησις, ἡ μὲν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους νόησις ἡ δʼ ἀπὸ τοῦ τελευταίου τῆς νοήσεως ποίησις.
在这些生成和运动中,一者被称为思考,另一者被称为制作;那从始原和形相开始的是思考,而那从思考的终点开始的是制作。
ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν μεταξὺ ἕκαστον γίγνεται.
同样,其他中间的每一事物也是如此生成的。
λέγω δʼ οἷον εἰ ὑγιανεῖ, δέοι ἂν ὁμαλυνθῆναι.
我的意思是,例如,如果要变得健康,就需要使之均匀。
τί οὖν ἐστὶ τὸ ὁμαλυνθῆναι;
那么,使之均匀是什么?
τοδί, τοῦτο δʼ ἔσται εἰ θερμανθήσεται.
是这个;而如果是这个,就会被加热。
τοῦτο δὲ τί ἐστι;
而这个又是什么?
τοδί.
是这个。
ὑπάρχει δὲ τοδὶ δυνάμει· τοῦτο δὲ ἤδη ἐπʼ αὐτῷ.
而这个是潜在地属有的;而这个已经在他自己掌握之中。
τὸ δὴ ποιοῦν καὶ ὅθεν ἄρχεται ἡ κίνησις τοῦ ὑγιαίνειν, ἂν μὲν ἀπὸ τέχνης, τὸ εἶδός ἐστι τὸ ἐν τῇ ψυχῇ, ἐὰν δʼ ἀπὸ ταὐτομάτου, ἀπὸ τούτου ὅ ποτε τοῦ ποιεῖν ἄρχει τῷ ποιοῦντι ἀπὸ τέχνης, ὥσπερ καὶ ἐν τῷ ἰατρεύειν ἴσως ἀπὸ τοῦ θερμαίνειν ἡ ἀρχή (τοῦτο δὲ ποιεῖ τῇ τρίψει)·
那么,健康运动的制作者和运动开始的起点,如果来自技术,就是灵魂中的形相;如果来自自动,就是来自那在因技术而制作的人那里,曾在某时开始进行制作的那个起点,正如在治疗中,起点大概是加热(这是通过摩擦来制作的)。
ἡ θερμότης τοίνυν ἡ ἐν τῷ σώματι ἢ μέρος τῆς ὑγιείας ἢ ἕπεταί τι αὐτῇ τοιοῦτον ὅ ἐστι μέρος τῆς ὑγιείας, ἢ διὰ πλειόνων·
因此,身体中的热要么是健康的一部分,要么伴随有某种作为健康一部分的类似事物,要么是通过多个步骤;而这是最后的一步,即制作健康这一部分的事物。
τοῦτο δʼ ἔσχατόν ἐστι, τὸ ποιοῦν τὸ μέρος τῆς ὑγιείας,—καὶ τῆς οἰκίας (ὁἷον οἱ λίθοι) καὶ τῶν ἄλλων·
房屋也是如此(例如石头),其他事物亦然。
ὥστε, καθάπερ λέγεται, ἀδύνατον γενέσθαι εἰ μηδὲν προϋπάρχοι.
因此,正如人们所说,如果没有任何预先存在的东西,生成是不可能的。
ὅτι μὲν οὖν τι μέρος ἐξ ἀνάγκης ὑπάρξει φανερόν· ἡ γὰρ ὕλη μέρος (ἐνυπάρχει γὰρ καὶ γίγνεται αὕτη).
可见,某一部分必然预先存在是显而易见的;因为质料是一个部分(因为它内在并自身生成)。
ἀλλʼ ἆρα καὶ τῶν ἐν τῷ λόγῳ;
但是,定义中的要素也有预先存在的吗?
ἀμφοτέρως δὴ λέγομεν τοὺς χαλκοῦς κύκλους τί εἰσι, καὶ τὴν ὕλην λέγοντες ὅτι χαλκός, καὶ τὸ εἶδος ὅτι σχῆμα τοιόνδε, καὶ τοῦτό ἐστι τὸ γένος εἰς ὃ πρῶτον τίθεται.
我们确实以两种方式来说明青铜圆是什么,既说其质料是青铜,又说其形相是如此这般的图形,而这就是它最初被置于其中的类。
ὁ δὴ χαλκοῦς κύκλος ἔχει ἐν τῷ λόγῳ τὴν ὕλην.
因此,青铜圆的定义中包含着质料。
—ἐξ οὗ δὲ ὡς ὕλης γίγνεται ἔνια λέγεται, ὅταν γένηται, οὐκ ἐκεῖνο ἀλλʼ ἐκείνινον, οἷον ὁ ἀνδριὰς οὐ λίθος ἀλλὰ λίθινος, ὁ δὲ ἄνθρωπος ὁ ὑγιαίνων οὐ λέγεται ἐκεῖνο ἐξ οὗ·
——然而,有些由某物作为质料生成的东西,在生成之后,不被称为“那个物”,而被说成是“由那个物制成的”,例如,雕像不是“石头”而是“石制的”;但变得健康的人却不被称为他所由生成的那个人。
αἴτιον δὲ ὅτι γίγνεται ἐκ τῆς στερήσεως καὶ τοῦ ὑποκειμένου, ὃ λέγομεν τὴν ὕλην (οἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ κάμνων γίγνεται ὑγιής), μᾶλλον μέντοι λέγεται γίγνεσθαι ἐκ τῆς στερήσεως, οἷον ἐκ κάμνοντος ὑγιὴς ἢ ἐξ ἀνθρώπου, διὸ κάμνων μὲν ὁ ὑγιὴς οὐ λέγεται, ἄνθρωπος δέ, καὶ ὁ ἄνθρωπος ὑγιής·
原因在于,生成既来自缺失,又来自基底,我们称其为质料(因为人和病人都变得健康),但人们更倾向于说它是从缺失中生成的,例如,从病人变成健康的,而不是从人变成健康的。 因此,健康的人不被称为“病人”,而是被称为“人”,并且那个人是健康的。
ὧν δʼ ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος, οἷον ἐν χαλκῷ σχήματος ὁποιουοῦν ἢ ἐν πλίνθοις καὶ ξύλοις οἰκίας, ἐκ τούτων δοκεῖ γίγνεσθαι ὡς ἐκεῖ ἐκ κάμνοντος·
但是,凡是缺失不明显且无名称的地方,例如青铜中任何形状的缺失,或者砖石和木材中房屋的缺失,它们似乎也是从这些材料中生成的,就像在前一情况中从病人生成一样。
διὸ ὥσπερ οὐδʼ ἐκεῖ ἐξ οὗ τοῦτο, ἐκεῖνο οὐ λέγεται, οὐδʼ ἐνταῦθα ὁ ἀνδριὰς ξύλον, ἀλλὰ παράγεται ξύλινος, καὶ χαλκοῦς ἀλλʼ οὐ χαλκός, καὶ λίθινος ἀλλʼ οὐ λίθος, καὶ ἡ οἰκία πλινθίνη ἀλλʼ οὐ πλίνθοι, ἐπεὶ οὐδὲ ὡς ἐκ ξύλου γίγνεται ἀνδριὰς ἢ ἐκ πλίνθων οἰκία, ἐάν τις ἐπιβλέπῃ σφόδρα, οὐκ ἂν ἁπλῶς εἴπειεν, διὰ τὸ δεῖν μεταβάλλοντος γίγνεσθαι ἐξ οὗ, ἀλλʼ οὐχ ὑπομένοντος.
因此,正如在前一情况中,那由之生成此物的源头不被称为“那个物”一样,在这一情况中,雕像也不被称为“木头”,而是被称为派生词“木制的”,并且是“青铜制的”而不是“青铜”,“石制的”而不是“石头”,房屋是“砖造的”而不是“砖头”。 因为,如果人们非常仔细地审视,甚至不会简单地认为雕像是由木头生成的,或房屋是由砖块生成的,因为那所由生成的源头必须是发生变化的东西,而不是持存的东西。
διὰ μὲν οὖν τοῦτο οὕτως λέγεται.
正是由于这个原因,我们才这样说。