Humanitext Reader

亚里士多德 · 形而上学 §7.7#1

生成的分类与通过技术的制作过程

第 70 段,共 159 段 · 希腊语

内容简介

亚里士多德将生成分为自然、技术(制作)和自动(偶然)三种类型,并分析了每种生成中的动力因、质料因和形式因。他特别以健康为例,解释了通过技术进行的制作过程,即灵魂中存在的形相(本质或第一实体)如何通过思想和制作转变为具有质料的现实产物。

§7.7#1τῶν δὲ γιγνομένων τὰ μὲν φύσει γίγνεται τὰ δὲ τέχνῃ τὰ δὲ ἀπὸ ταὐτομάτου, πάντα δὲ τὰ γιγνόμενα ὑπό τέ τινος γίγνεται καὶ ἔκ τινος καὶ τί·
在生成(生起)的事物中,有些是因自然而生成的,有些是因技术而生成的,有些是因自动而生成的。 一切生成的事物都是由某物、由某物、并生成为某物。
τὸ δὲ τὶ λέγω καθʼ ἑκάστην κατηγορίαν· ἢ γὰρ τόδε ἢ ποσὸν ἢ ποιὸν ἢ πού.
我所谓的“某物”,是指符合每个范畴的,即要么是一个“这个”(个体),要么是数量,要么是性质,要么是场所。
αἱ δὲ γενέσεις αἱ μὲν φυσικαὶ αὗταί εἰσιν ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστιν, τὸ δʼ ἐξ οὗ γίγνεται, ἣν λέγομεν ὕλην, τὸ δὲ ὑφʼ οὗ τῶν φύσει τι ὄντων, τὸ δὲ τὶ ἄνθρωπος ἢ φυτὸν ἢ ἄλλο τι τῶν τοιούτων, ἃ δὴ μάλιστα λέγομεν οὐσίας εἶναι —ἅπαντα δὲ τὰ γιγνόμενα ἢ φύσει ἢ τέχνῃ ἔχει ὕλην·
自然生成就是那些其生成是来自自然的事物;而生成所由之物,就是我们所说的质料;其所由产生者,是自然存在物中的某物;而生成的“某物”,则是人、植物或此类其他事物,这些我们最常说它们是实体。
δυνατὸν γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ἕκαστον αὐτῶν, τοῦτο δʼ ἐστὶν ἡ ἐν ἑκάστῳ ὕλη—καθόλου δὲ καὶ ἐξ οὗ φύσις καὶ καθʼ ὃ φύσις (τὸ γὰρ γιγνόμενον ἔχει φύσιν, οἷον φυτὸν ἢ ζῷον) καὶ ὑφʼ οὗ ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις ἡ ὁμοειδής (ἁὕτη δὲ ἐν ἄλλῳ)· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ·
——而所有生成的事物,无论是因自然还是因技术,都具有质料;因为它们中的每一个既可能存在也可能不存在,而这种可能性就是每个事物之中的质料—— 在总体上,其所由产生者是自然,其所依据者也是自然(因为生成物具有自然,例如植物或动物),而其所由产生者则是根据形相而言的同种自然(但这存在于他者之中);因为人产生人。
—οὕτω μὲν οὖν γίγνεται τὰ γιγνόμενα διὰ τὴν φύσιν, αἱ δʼ ἄλλαι γενέσεις λέγονται ποιήσεις.
—— 那么,生成的事物就是通过自然以这种方式生成的,而其他的生成则被称为制作。
πᾶσαι δὲ εἰσὶν αἱ ποιήσεις ἢ ἀπὸ τέχνης ἢ ἀπὸ δυνάμεως ἢ ἀπὸ διανοίας.
所有的制作要么来自技术,要么来自能力,要么来自思想。
τούτων δέ τινες γίγνονται καὶ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης παραπλησίως ὥσπερ ἐν τοῖς ἀπὸ φύσεως γιγνομένοις· ἔνια γὰρ κἀκεῖ ταὐτὰ καὶ ἐκ σπέρματος γίγνεται καὶ ἄνευ σπέρματος.
在这些制作中,有些也是由自动和运气生成的,这类似于那些在自然中生成的事物;因为在自然生成中,有些同样的事物既能从种子中生成,也能在没有种子的情况下生成。
περὶ μὲν οὖν τούτων ὕστερον ἐπισκεπτέον, ἀπὸ τέχνης δὲ γίγνεται ὅσων τὸ εἶδος ἐν τῇ ψυχῇ (εἶδος δὲ λέγω τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὴν πρώτην οὐσίαν)· καὶ γὰρ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτὸ εἶδος· τῆς γὰρ στερήσεως οὐσία ἡ οὐσία ἡ ἀντικειμένη, οἷον ὑγίεια νόσου, ἐκείνης γὰρ ἀπουσία ἡ νόσος, ἡ δὲ ὑγίεια ὁ ἐν τῇ ψυχῇ λόγος καὶ ἡ ἐπιστήμη.
关于这些,我们以后再作考察。 而由技术生成的,是那些其形相在灵魂之中的事物(我所谓的形相是指每个事物的本质,即第一实体);因为在某种意义上,相同的形相也属于相反者;因为缺失的实体就是与其相对立的实体,例如健康是疾病的对立面,因为疾病就是健康的缺乏,而健康就是灵魂中的公式和知识。
γίγνεται δὲ τὸ ὑγιὲς νοήσαντος οὕτως· ἐπειδὴ τοδὶ ὑγίεια, ἀνάγκη εἰ ὑγιὲς ἔσται τοδὶ ὑπάρξαι, οἷον ὁμαλότητα, εἰ δὲ τοῦτο, θερμότητα·
健康的状态是由如下思考而生成的:“既然这是健康,如果要成为健康的,就必须属有这个,例如均一性,而如果是这个,就必须属有热。
καὶ οὕτως ἀεὶ νοεῖ, ἕως ἂν ἀγάγῃ εἰς τοῦτο ὃ αὐτὸς δύναται ἔσχατον ποιεῖν.
”他总是如此思考,直到引向他自己能够最后制作的这一事物。
εἶτα ἤδη ἡ ἀπὸ τούτου κίνησις ποίησις καλεῖται, ἡ ἐπὶ τὸ ὑγιαίνειν.
然后,从此点开始的运动被称为制作,这是向着健康的过程。
ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγίειαν ἐξ ὑγιείας γίγνεσθαι καὶ τὴν οἰκίαν ἐξ οἰκίας, τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην· ἡ γὰρ ἰατρική ἐστι καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς ὑγιείας καὶ τῆς οἰκίας, λέγω δὲ οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι.
因此,在某种意义上,健康来自健康,房屋来自房屋,即那具有质料的来自不具有质料的;因为医术和建筑术分别是健康和房屋的形相,而我所谓的不具有质料的实体,就是本质。

词汇与语法注释

  1. 15τὸ δὲ τὶ λέγω — 意为“而我所谓的‘某物’”。`τὶ` 是不定代词的中性单数宾格,带冠词 `τὸ` 作名词化处理,作为主句动词 `λέγω` 的直接宾语。
  2. 1032b1ὅσων τὸ εἶδος — 关系代名词 `ὅσων` 包含其先行词(如属格的 `τούτων`),在主句中作为起点的属格或部分属格,与主句动词 `γίγνεται` 相关联。
  3. 1032b5νοήσαντος — 独立属格(genitive absolute)结构,由于主语(制作者或医生)在上下文中显而易见而被省略。表示时间或条件:“当[制作者]如此思考时”。
  4. 1032b10τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην — 前置词 `ἐκ` 从前文的 `ἐξ ὑγιείας ... ἐξ οἰκίας` 中承袭而来,应补读为 `[ἐκ] τῆς ἄνευ ὕλης`。`τὴν ἔχουσαν ὕλην` 是不定式结构的对格主语,整句表示“从不具质料者中生成具有质料者”。

引用这一段

亚里士多德, 形而上学 §7.7#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.7%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。