§7.6πότερον δὲ ταὐτόν ἐστιν ἢ ἕτερον τὸ τί ἦν εἶναι καὶ ἕκαστον, σκεπτέον.
至于每个事物与其本质是同一的还是不同的,必须予以考察。
ἔστι γάρ τι πρὸ ἔργου πρὸς τὴν περὶ τῆς οὐσίας σκέψιν· ἕκαστόν τε γὰρ οὐκ ἄλλο δοκεῖ εἶναι τῆς ἑαυτοῦ οὐσίας, καὶ τὸ τί ἦν εἶναι λέγεται εἶναι ἡ ἑκάστου οὐσία.
因为这对于关于实体的探究是大有裨益的;因为每个事物似乎都不外乎是它自己的实体,而本质被称为是每个事物的实体。
ἐπὶ μὲν δὴ τῶν λεγομένων κατὰ συμβεβηκὸς δόξειεν ἂν ἕτερον εἶναι, οἷον λευκὸς ἄνθρωπος ἕτερον καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι (εἰ γὰρ τὸ αὐτό, καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ τὸ αὐτό· τὸ αὐτὸ γὰρ ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος, ὡς φασίν, ὥστε καὶ τὸ λευκῷ ἀνθρώπῳ καὶ τὸ ἀνθρώπῳ· ἢ οὐκ ἀνάγκη ὅσα κατὰ συμβεβηκὸς εἶναι ταὐτά, οὐ γὰρ ὡσαύτως τὰ ἄκρα γίγνεται ταὐτά·
在偶性述说的事物中,两者似乎是不同的,例如“白人”与“作为白人”是不同的(因为如果它们是同一的,“作为人”和“作为白人”也将是同一的;因为正如他们所说,人和白人是同一的,因而“作为白人”和“作为人”也将是同一的;或者,偶性事物是否不必然是同一的?
ἀλλʼ ἴσως γε ἐκεῖνο δόξειεν ἂν συμβαίνειν, τὰ ἄκρα γίγνεσθαι ταὐτὰ τὰ κατὰ συμβεβηκός, οἷον τὸ λευκῷ εἶναι καὶ τὸ μουσικῷ· δοκεῖ δὲ οὔ)·
因为端项并不是以同样的方式成为同一的;但也许,另一个结果似乎会随之而来,即偶性端项成为同一的,例如“作为白的”和“作为有教养的”;但人们认为并非如此)。
ἐπὶ δὲ τῶν καθʼ αὑτὰ λεγομένων ἆρʼ ἀνάγκη ταὐτὸ εἶναι, οἷον εἴ τινες εἰσὶν οὐσίαι ὧν ἕτεραι μὴ εἰσὶν οὐσίαι μηδὲ φύσεις ἕτεραι πρότεραι, οἵας φασὶ τὰς ἰδέας εἶναί τινες;
但在自身述说的事物中,两者是否必然是同一的呢? 例如,如果存在某些实体,此外没有其他实体,也没有其他更先在的自然,正如某些人说理念就是这样的实体。
εἰ γὰρ ἔσται ἕτερον αὐτὸ τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, καὶ ζῷον καὶ τὸ ζῴῳ, καὶ τὸ ὄντι καὶ τὸ ὄν, ἔσονται ἄλλαι τε οὐσίαι καὶ φύσεις καὶ ἰδέαι παρὰ τὰς λεγομένας, καὶ πρότεραι οὐσίαι ἐκεῖναι, εἰ τὸ τί ἦν εἶναι οὐσία ἐστίν.
因为如果“善自身”与“作为善”是不同的,“动物”与“作为动物”是不同的,“存在”与“作为存在”是不同的,那么除了所说的那些之外,还将存在其他的实体、自然和理念,而且如果本质是实体,那些将是更先在的实体。
καὶ εἰ μὲν ἀπολελυμέναι ἀλλήλων, τῶν μὲν οὐκ ἔσται ἐπιστήμη τὰ δʼ οὐκ ἔσται ὄντα (λέγω δὲ τὸ ἀπολελύσθαι εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν)·
如果它们彼此分离,那么对于前者将没有知识,而后者将不是存在(我说的“分离” 是指,既非“作为善”属于善自身,也非“作为善”属于这个[本质])。
ἐπιστήμη τε γὰρ ἑκάστου ἔστιν ὅταν τὸ τί ἦν ἐκείνῳ εἶναι γνῶμεν, καὶ ἐπὶ ἀγαθοῦ καὶ τῶν ἄλλων ὁμοίως ἔχει, ὥστε εἰ μηδὲ τὸ ἀγαθῷ εἶναι ἀγαθόν, οὐδὲ τὸ ὄντι ὂν οὐδὲ τὸ ἑνὶ ἕν·
因为只有当我们认识每个事物的本质时,才有了对它的知识,对于善和其他事物也是同样的情况,因此如果“作为善”不是善,“作为存在”也不是存在,“作为一”也不是一。
ὁμοίως δὲ πάντα ἔστιν ἢ οὐθὲν τὰ τί ἦν εἶναι, ὥστʼ εἰ μηδὲ τὸ ὄντι ὄν, οὐδὲ τῶν ἄλλων οὐδέν.
所有的本质要么同样存在,要么都不存在;因此如果“作为存在”不是存在,其他任何本质也不是。
ἔτι ᾧ μὴ ὑπάρχει ἀγαθῷ εἶναι, οὐκ ἀγαθόν.
此外,凡是不属有“作为善”的,就不是善。
ἀνάγκη ἄρα ἓν εἶναι τὸ ἀγαθὸν καὶ ἀγαθῷ εἶναι καὶ καλὸν καὶ καλῷ εἶναι, καὶ ὅσα μὴ κατʼ ἄλλο λέγεται, ἀλλὰ καθʼ αὑτὰ καὶ πρῶτα·
因此,善与“作为善”必须是一,美与“作为美”也必须是一,以及所有那些不因其他事物而被述说、而是因自身且第一性地被述说的事物。
καὶ γὰρ τοῦτο ἱκανὸν ἂν ὑπάρχῃ, κἂν μὴ ᾖ εἴδη, μᾶλλον δʼ ἴσως κἂν ᾖ εἴδη (ἅμα δὲ δῆλον καὶ ὅτι εἴπερ εἰσὶν αἱ ἰδέαι οἵας τινές φασιν, οὐκ ἔσται τὸ ὑποκείμενον οὐσία·
因为如果这属有,即便没有相也足够了,如果有相,或许就更是如此。
ταύτας γὰρ οὐσίας μὲν ἀναγκαῖον εἶναι, μὴ καθʼ ὑποκειμένου δέ· ἔσονται γὰρ κατὰ μέθεξιν).
(同时,显然如果理念正如某些人所说的那样,那么底层物将不是实体;因为理念必须是实体,而不能被述说于底层物;否则它们将是通过分有而存在的。
—ἔκ τε δὴ τούτων τῶν λόγων ἓν καὶ ταὐτὸ οὐ κατὰ συμβεβηκὸς αὐτὸ ἕκαστον καὶ τὸ τί ἦν εἶναι, καὶ ὅτι γε τὸ ἐπίστασθαι ἕκαστον τοῦτό ἐστι, τὸ τί ἦν εἶναι ἐπίστασθαι, ὥστε καὶ κατὰ τὴν ἔκθεσιν ἀνάγκη ἕν τι εἶναι ἄμφω (τὸ δὲ κατὰ συμβεβηκὸς λεγόμενον, οἷον τὸ μουσικὸν ἢ λευκόν, διὰ τὸ διττὸν σημαίνειν οὐκ ἀληθὲς εἰπεῖν ὡς ταὐτὸ τὸ τί ἦν εἶναι καὶ αὐτό·
)——因此,根据这些论证,每个事物自身与它的本质是一且同一的,而不是偶性的,并且,认识每个事物就是认识其本质,因此即使通过呈示,两者也必然是某种同一的事物。
καὶ γὰρ ᾧ συμβέβηκε λευκὸν καὶ τὸ συμβεβηκός, ὥστʼ ἔστι μὲν ὡς ταὐτόν, ἔστι δὲ ὡς οὐ ταὐτὸ τὸ τί ἦν εἶναι καὶ αὐτό· τῷ μὲν γὰρ ἀνθρώπῳ καὶ τῷ λευκῷ ἀνθρώπῳ οὐ ταὐτό, τῷ πάθει δὲ ταὐτό).
(但至于偶性述说的事物,例如有教养的或白的,由于其具有双重含义,认为其本质与该事物自身是同一的并不是真的;因为白所归属的主体是白的,偶性也是白的,所以在一种意义上本质与事物自身是同一的,在另一种意义上则不是;因为对于人和白人来说它们不是同一的,但对于受动来说它们是同一的。
ἄτοπον δʼ ἂν φανείη κἂν εἴ τις ἑκάστῳ ὄνομα θεῖτο τῶν τί ἦν εἶναι· ἔσται γὰρ καὶ παρʼ ἐκεῖνο ἄλλο, οἷον τῷ τί ἦν εἶναι ἵππῳ τί ἦν εἶναι ἕτερον.
)此外,如果有人给每个本质都起一个名字,那将显得是荒谬的;因为在那之外还将有另一个本质,例如对于“马的本质”还将有另一个本质。
καίτοι τί κωλύει καὶ νῦν εἶναι ἔνια εὐθὺς τί ἦν εἶναι, εἴπερ οὐσία τὸ τί ἦν εἶναι;
然而,如果本质是实体,又有什么能阻止某些事物即便在现在也直接就是本质呢?
ἀλλὰ μὴν οὐ μόνον ἕν, ἀλλὰ καὶ ὁ λόγος ὁ αὐτὸς αὐτῶν, ὡς δῆλον καὶ ἐκ τῶν εἰρημένων· οὐ γὰρ κατὰ συμβεβηκὸς ἓν τὸ ἑνὶ εἶναι καὶ ἕν.
而且,它们不仅是一,其公式也是相同的,正如从已说的话中也可以清楚看到的那样;因为一与“作为一”并不是在偶性上是一。
ἔτι εἰ ἄλλο ἔσται, εἰς ἄπειρον εἶσιν· τὸ μὲν γὰρ ἔσται τί ἦν εἶναι τοῦ ἑνὸς τὸ δὲ τὸ ἕν, ὥστε καὶ ἐπʼ ἐκείνων ὁ αὐτὸς ἔσται λόγος.
此外,如果它们是不同的,这一过程将陷入无限循环;因为一个将是一的本质,另一个将是一自身,因此对于它们也同样适用相同的论证。
ὅτι μὲν οὖν ἐπὶ τῶν πρώτων καὶ καθʼ αὑτὰ λεγομένων τὸ ἑκάστῳ εἶναι καὶ ἕκαστον τὸ αὐτὸ καὶ ἕν ἐστι, δῆλον·
显然,在第一性事物和自身述说的事物中,每个事物与其“作为该事物”是同一且是一的。
οἱ δὲ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην φανερὸν ὅτι τῇ αὐτῇ λύονται λύσει καὶ εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτει εἶναι· οὐδὲν γὰρ διαφέρει οὔτε ἐξ ὧν ἐρωτήσειεν ἄν τις οὔτε ἐξ ὧν λύων ἐπιτύχοι.
显而易见,针对这一论点的诡辩式反驳,可以用与“苏格拉底和作为苏格拉底是否同一”这个问题相同的解决方法来解决;因为无论从人们提问的根据,还是从成功解决问题的根据来看,都没有任何区别。
πῶς μὲν οὖν τὸ τί ἦν εἶναι ταὐτὸν καὶ πῶς οὐ ταὐτὸν ἑκάστῳ, εἴρηται.
因此,本质在何种意义上与每个事物是同一的,在何种意义上不是同一的,已经说明。