Humanitext Reader

亚里士多德 · 形而上学 §7.5

结合事物的定义与塌鼻的疑难

第 68 段,共 159 段 · 希腊语

内容简介

讨论了由于结合的事物(非单纯事物)是否具有本质而引起的“附加公式”的疑难,以“塌鼻”为例指出无限循环的荒谬,并得出结论:界说和本质首要地且仅属于实体。

§7.5ἔχει δʼ ἀπορίαν, ἐάν τις μὴ φῇ ὁρισμὸν εἶναι τὸν ἐκ προσθέσεως λόγον, τίνος ἔσται ὁρισμὸς τῶν οὐχ ἁπλῶν ἀλλὰ συνδεδυασμένων·
但有一个疑难:如果有人说由附加而来的公式不是界说,那么在那些不是单纯的而是结合起来的事物中,会有什么东西的界说呢?
ἐκ προσθέσεως γὰρ ἀνάγκη δηλοῦν.
因为必须通过附加来表明它们。
λέγω δὲ οἷον ἔστι ῥὶς καὶ κοιλότης, καὶ σιμότης τὸ ἐκ τῶν δυοῖν λεγόμενον τῷ τόδε ἐν τῷδε, καὶ οὐ κατὰ συμβεβηκός γε οὔθʼ ἡ κοιλότης οὔθʼ ἡ σιμότης πάθος τῆς ῥινός, ἀλλὰ καθʼ αὑτήν·
我指的是,例如有“鼻”和“凹”,而“塌鼻”(凹鼻)则是由于“此物在彼物中”而由这两者结合所说的。
οὐδʼ ὡς τὸ λευκὸν Καλλίᾳ, ἢ ἀνθρώπῳ, ὅτι Καλλίας λευκὸς ᾧ συμβέβηκεν ἀνθρώπῳ εἶναι, ἀλλʼ ὡς τὸ ἄρρεν τῷ ζῴῳ καὶ τὸ ἴσον τῷ ποσῷ καὶ πάντα ὅσα λέγεται καθʼ αὑτὰ ὑπάρχειν.
而且,无论是“凹”还是“塌鼻”都不是鼻子的偶然受动,而是其自身的受动;并不像白属于卡里亚斯或属于人(因为卡里亚斯是白的,而他恰好是人),而是像雄性属于动物,相等属于量,以及所有那些被称为自身属有的事物那样。
ταῦτα δʼ ἐστὶν ἐν ὅσοις ὑπάρχει ἢ ὁ λόγος ἢ τοὔνομα οὗ ἐστὶ τοῦτο τὸ πάθος, καὶ μὴ ἐνδέχεται δηλῶσαι χωρίς, ὥσπερ τὸ λευκὸν ἄνευ τοῦ ἀνθρώπου ἐνδέχεται ἀλλʼ οὐ τὸ θῆλυ ἄνευ τοῦ ζῴου·
而这些事物就是:其受动所归属之主体的公式或名称已包含在其中,且无法将它们分开来表明,正如我们可以不结合人来表明“白”,却不能不结合动物来表明“雌性”一样。
ὥστε τούτων τὸ τί ἦν εἶναι καὶ ὁρισμὸς ἢ οὐκ ἔστιν οὐδενὸς ἤ, εἰ ἔστιν, ἄλλως, καθάπερ εἰρήκαμεν.
因此,这些事物要么根本没有本质和界说,要么即使有,也是像我们已经说过的那样,是以另一种方式存在。
ἔστι δὲ ἀπορία καὶ ἑτέρα περὶ αὐτῶν.
关于它们还有另一个疑难。
εἰ μὲν γὰρ τὸ αὐτό ἐστι σιμὴ ῥὶς καὶ κοίλη ῥίς, τὸ αὐτὸ ἔσται τὸ σιμὸν καὶ τὸ κοῖλον· εἰ δὲ μή, διὰ τὸ ἀδύνατον εἶναι εἰπεῖν τὸ σιμὸν ἄνευ τοῦ πράγματος οὗ ἐστὶ πάθος καθʼ αὑτό (ἔστι γὰρ τὸ σιμὸν κοιλότης ἐν ῥινί), τὸ ῥῖνα σιμὴν εἰπεῖν ἢ οὐκ ἔστιν ἢ δὶς τὸ αὐτὸ ἔσται εἰρημένον, ῥὶς ῥὶς κοίλη (ἡ γὰρ ῥὶς ἡ σιμὴ ῥὶς ῥὶς κοίλη ἔσται), διὸ ἄτοπον τὸ ὑπάρχειν τοῖς τοιούτοις τὸ τί ἦν εἶναι·
因为,如果“塌鼻”和“凹鼻”是同一回事,那么“塌”和 “凹”也将是同一回事;如果不是同一回事,因为要说“塌”而不结合它作为其自身受动的那个事物(因为“塌”就是“鼻子里的凹”)是不可能的,那么说“塌鼻的鼻子”要么是不可能的,要么就是把同一个词说了两次,即“鼻鼻凹”(因为塌鼻的鼻子将是“鼻鼻凹”);因此,在这类事物中存在着“本质”是荒谬了。
εἰ δὲ μή, εἰς ἄπειρον εἶσιν· ῥινὶ γὰρ ῥινὶ σιμῇ ἔτι ἄλλο ἐνέσται.
否则,就会陷入无限循环:因为在“鼻塌鼻的鼻子”中,还会包含另一个“鼻”。
δῆλον τοίνυν ὅτι μόνης τῆς οὐσίας ἐστὶν ὁ ὁρισμός.
显然,界说仅属于实体。
εἰ γὰρ καὶ τῶν ἄλλων κατηγοριῶν, ἀνάγκη ἐκ προσθέσεως εἶναι, οἷον τοῦ †ποιοῦ† καὶ περιττοῦ· οὐ γὰρ ἄνευ ἀριθμοῦ, οὐδὲ τὸ θῆλυ ἄνευ ζῴου (τὸ δὲ ἐκ προσθέσεως λέγω ἐν οἷς συμβαίνει δὶς τὸ αὐτὸ λέγειν ὥσπερ ἐν τούτοις).
因为,如果界说也属于其他范畴,那么它必须是通过附加来实现的,例如关于†质†和“奇数”的界说;因为奇数不能没有数,雌性也不能没有动物(我说的“通过附加”是指在这些情况下,会发生把同一个词说两次的情况)。
εἰ δὲ τοῦτο ἀληθές, οὐδὲ συνδυαζομένων ἔσται, οἷον ἀριθμοῦ περιττοῦ· ἀλλὰ λανθάνει ὅτι οὐκ ἀκριβῶς λέγονται οἱ λόγοι.
如果这是真的,那么对于结合起来的事物,例如“奇数”,也不会有界说;但人们忽视了这些公式表达得并不精确。
εἰ δʼ εἰσὶ καὶ τούτων ὅροι, ἤτοι ἄλλον τρόπον εἰσὶν ἢ καθάπερ ἐλέχθη πολλαχῶς λεκτέον εἶναι τὸν ὁρισμὸν καὶ τὸ τί ἦν εἶναι, ὥστε ὡδὶ μὲν οὐδενὸς ἔσται ὁρισμὸς οὐδὲ τὸ τί ἦν εἶναι οὐδενὶ ὑπάρξει πλὴν ταῖς οὐσίαις, ὡδὶ δʼ ἔσται.
但如果这些事物也有界说,它们要么是以另一种方式存在,要么正如前面所说的,必须说界说和 “本质”是以多种方式被述说的,因此在一种方式下,除了实体之外,任何事物都不会有界说,本质也不会属于任何事物,而在另一种方式下则会存在。
ὅτι μὲν οὖν ἐστὶν ὁ ὁρισμὸς ὁ τοῦ τί ἦν εἶναι λόγος, καὶ τὸ τί ἦν εἶναι ἢ μόνων τῶν οὐσιῶν ἐστὶν ἢ μάλιστα καὶ πρώτως καὶ ἁπλῶς, δῆλον.
因此,界说是“本质”的公式,而“本质”要么仅属于实体,要么最主要地、第一性地且无条件地属于实体,这是显而易见的。

词汇与语法注释

  1. 1030b14ὁρισμὸν εἶναι τὸν ἐκ προσθέσεως λόγον — 不定式 εἶναι 的主语是带有定冠词的 τὸν ἐκ προσθέσεως λόγον(通过附加而来的公式),而无冠词的 ὁρισμὸν(界说)是谓语(即宾语补足语)。这构成了一个否定(μὴ φῇ)“通过附加而来的公式是界说”的假设从句。
  2. 1030b17τῷ τόδε ἐν τῷδε — 由与格冠词 τῷ 引导的短语,在此作为表示原因或理由(“由于此物在彼物中”)的与格发挥作用。
  3. 1030b35ῥινὶ γὰρ ῥινὶ σιμῇ — “因为在鼻、在塌鼻的鼻中……”。与格表示某物“将包含在其中” (ἐνέσται) 的位置。此处并列重复以展示无限循环的荒谬性,即被定义项不断地在界说内部重复出现。
  4. 1031a1εἰ γὰρ καὶ τῶν ἄλλων κατηγοριῶν — 在 κατηγοριῶν 之后需要补出省略的 ὁρισμός ἐστι(存在界说)等。属格 τῶν ἄλλων κατηγοριῶν 表示所属,意思是“因为如果其他范畴也有(界说)的话”。

引用这一段

亚里士多德, 形而上学 §7.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。