§7.4#2οὐκ ἔσται ἄρα οὐδενὶ τῶν μὴ γένους εἰδῶν ὑπάρχον τὸ τί ἦν εἶναι, ἀλλὰ τούτοις μόνον (ταῦτα γὰρ δοκεῖ οὐ κατὰ μετοχὴν λέγεσθαι καὶ πάθος οὐδʼ ὡς συμβεβηκός)·
因此,在非属的种的事物中,任何一个都不会有本质存在,而只有在这些事物(属的种)中才存在(因为这些事物似乎既不因分有和受动而被述说,也不作为偶性而被述说)。
ἀλλὰ λόγος μὲν ἔσται ἑκάστου καὶ τῶν ἄλλων τί σημαίνει, ἐὰν ᾖ ὄνομα, ὅτι τόδε τῷδε ὑπάρχει, ἢ ἀντὶ λόγου ἁπλοῦ ἀκριβέστερος· ὁρισμὸς δʼ οὐκ ἔσται οὐδὲ τὸ τί ἦν εἶναι.
但是,对于其他事物中的每一个,如果有一个名字,也同样会有一个说明它意味着什么的公式(即“此物属于彼物”),或者是一个比单纯公式更精确的公式;但却既不会有界说,也不会有本质。
ἢ καὶ ὁ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται;
或者,界说是否也像“是什么”一样,是以多种方式被述说的?
καὶ γὰρ τὸ τί ἐστιν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν καὶ τὸ τόδε τι, ἄλλον δὲ ἕκαστον τῶν κατηγορουμένων, ποσὸν ποιὸν καὶ ὅσα ἄλλα τοιαῦτα.
因为,“是什么”在一种意义上表示实体和“这个”,在另一种意义上表示被述说的其他各个范畴,如量、质以及所有其他此类事物。
ὥσπερ γὰρ καὶ τὸ ἔστιν ὑπάρχει πᾶσιν, ἀλλʼ οὐχ ὁμοίως ἀλλὰ τῷ μὲν πρώτως τοῖς δʼ ἑπομένως, οὕτω καὶ τὸ τί ἐστιν ἁπλῶς μὲν τῇ οὐσίᾳ πὼς δὲ τοῖς ἄλλοις·
因为,正如“存在”属于所有事物,但并非以同样的方式,而是对一者是第一性的,对其他则是派生性的,同样,“是什么”无条件地属于实体,而在某种方式下也属于其他事物。
καὶ γὰρ τὸ ποιὸν ἐροίμεθʼ ἂν τί ἐστιν, ὥστε καὶ τὸ ποιὸν τῶν τί ἐστιν, ἀλλʼ οὐχ ἁπλῶς, ἀλλʼ ὥσπερ ἐπὶ τοῦ μὴ ὄντος λογικῶς φασί τινες εἶναι τὸ μὴ ὄν, οὐχ ἁπλῶς ἀλλὰ μὴ ὄν, οὕτω καὶ τὸ ποιόν.
因为,我们也会问质“是什么”,所以质也属于“是什么”的事物,但并非无条件地,而是正如在非存在的问题上,有人在逻辑上说非存在“存在”(并非无条件地存在,而是“作为非存在而存在”),对于质也是如此。
—δεῖ μὲν οὖν σκοπεῖν καὶ τὸ πῶς δεῖ λέγειν περὶ ἕκαστον, οὐ μὴν μᾶλλόν γε ἢ τὸ πῶς ἔχει·
——因此,我们固然必须考察对每一事物应当如何表达,但决不能多于考察它的实际状况。
διὸ καὶ νῦν ἐπεὶ τὸ λεγόμενον φανερόν, καὶ τὸ τί ἦν εἶναι ὁμοίως ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις, ὥσπερ καὶ τὸ τί ἐστιν, οὐχ ἁπλῶς τί ἦν εἶναι ἀλλὰ ποιῷ ἢ ποσῷ τί ἦν εἶναι.
因此,既然现在所说的已经显而易见,本质也将同样地、第一性地且无条件地属于实体,然后也属于其他事物,正如“是什么”一样,不是无条件的本质,而是质或量的本质。
δεῖ γὰρ ἢ ὁμωνύμως ταῦτα φάναι εἶναι ὄντα, ἢ προστιθέντας καὶ ἀφαιροῦντας, ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητόν, ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως φάναι μήτε ὡσαύτως ἀλλʼ ὥσπερ τὸ ἰατρικὸν τῷ πρὸς τὸ αὐτὸ μὲν καὶ ἕν, οὐ τὸ αὐτὸ δὲ καὶ ἕν, οὐ μέντοι οὐδὲ ὁμωνύμως· οὐδὲ γὰρ ἰατρικὸν σῶμα καὶ ἔργον καὶ σκεῦος λέγεται οὔτε ὁμωνύμως οὔτε καθʼ ἓν ἀλλὰ πρὸς ἕν.
因为,我们要么必须说这些事物在同音异义的意义上是“存在者”,要么必须通过增加和减少(正如“不可知者是可知的”那样)来表达,因为正确的做法是既不说它们是同音异义的,也不说它们是以同样的方式,而是正如“医学的”是由于与同一个且单一的事物相关联(虽然它们既不是同一个且单一的事物,但也绝非同音异义)而被述说一样;因为“医学的身体”、“医学的操作”和“医学的工具”既不是在同音异义的意义上,也不是在单一的意义上被述说,而是与一个中心事物相关联。
ἀλλὰ ταῦτα μὲν ὁποτέρως τις ἐθέλει λέγειν διαφέρει οὐδέν· ἐκεῖνο δὲ φανερὸν ὅτι ὁ πρώτως καὶ ἁπλῶς ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι τῶν οὐσιῶν ἐστίν.
然而,一个人愿意以这两种方式中的哪一种来表达,并没有什么不同;但是,这是显而易见的:第一性的和无条件的界说以及本质属于实体。
οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων ὁμοίως ἐστί, πλὴν οὐ πρώτως.
不过,它们同样也属于其他事物,只是并非第一性地。
οὐ γὰρ ἀνάγκη, ἂν τοῦτο τιθῶμεν, τούτου ὁρισμὸν εἶναι ὃ ἂν λόγῳ τὸ αὐτὸ σημαίνῃ, ἀλλὰ τινὶ λόγῳ· τοῦτο δὲ ἐὰν ἑνὸς ᾖ, μὴ τῷ συνεχεῖ ὥσπερ ἡ Ἰλιὰς ἢ ὅσα συνδέσμω ι,ι ἀλλʼ ἐὰν ὁσαχῶς λέγεται τὸ ἕν·
因为,如果我们作此设定,并不必然得出凡是通过公式表示相同事物的就是界说,而只有在某种特定的公式下才是如此;而如果这公式是关于“一”的,那它就不是由于像《伊利亚特》或那些用连接词结合起来的事物那样是连续的,而是由于在“一”被述说的各种方式之一中。
τὸ δʼ ἓν λέγεται ὥσπερ τὸ ὄν· τὸ δὲ ὂν τὸ μὲν τόδε τι τὸ δὲ ποσὸν τὸ δὲ ποιόν τι σημαίνει.
而“一”的述说方式就像“存在”一样;“存在”在一种意义上表示“这个”,在另一种意义上表示量,在另一种意义上表示某种质。
διὸ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος καὶ ὁρισμός, ἄλλον δὲ τρόπον καὶ τοῦ λευκοῦ καὶ οὐσίας.
因此,对于“白人”也将有公式和界说,但它是以另一种方式,就像对于“白”和实体一样。