§7.4#1ἐπεὶ δʼ ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν, καὶ τούτων ἕν τι ἐδόκει εἶναι τὸ τί ἦν εἶναι, θεωρητέον περὶ αὐτοῦ.
既然我们在开始时区分了我们规定实体的几种方式,而其中之一似乎就是本质(“是什么”的存在),那么我们必须对它进行考察。
καὶ πρῶτον εἴπωμεν ἔνια περὶ αὐτοῦ λογικῶς, ὅτι ἐστὶ τὸ τί ἦν εἶναι ἑκάστου ὃ λέγεται καθʼ αὑτό.
首先,让我们从逻辑学的角度对它作一些说明:每一个事物的本质,就是因其自身而被述说的东西。
οὐ γάρ ἐστι τὸ σοὶ εἶναι τὸ μουσικῷ εἶναι· οὐ γὰρ κατὰ σαυτὸν εἶ μουσικός.
因为,你之为你并不等于你之为有教养的(音乐的);因为你因其自身并不是有教养的。
ὃ ἄρα κατὰ σαυτόν.
因此,因你自身而属于你的,就是你的本质。
οὐδὲ δὴ τοῦτο πᾶν· οὐ γὰρ τὸ οὕτως καθʼ αὑτὸ ὡς ἐπιφανείᾳ λευκόν, ὅτι οὐκ ἔστι τὸ ἐπιφανείᾳ εἶναι τὸ λευκῷ εἶναι.
但确实,即使这也并非全部;因为这并不像表面是白的这种意义上的因其自身,因为表面之存在并不等于白色之存在。
ἀλλὰ μὴν οὐδὲ τὸ ἐξ ἀμφοῖν, τὸ ἐπιφανείᾳ λευκῇ, ὅτι πρόσεστιν αὐτό.
然而,两者的复合物,即“白色的表面”,也不是本质,因为其自身(主体)被添加进去了。
ἐν ᾧ ἄρα μὴ ἐνέσται λόγῳ αὐτό, λέγοντι αὐτό, οὗτος ὁ λόγος τοῦ τί ἦν εἶναι ἑκάστῳ, ὥστʼ εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι τὸ ἐπιφανείᾳ εἶναι λείᾳ, τὸ λευκῷ καὶ λείῳ εἶναι τὸ αὐτὸ καὶ ἕν.
因此,如果在用以说明它的定义中,当说出它时,它自身并不包含在内,那么这个定义就是每一个事物的本质(的说明);因此,如果“白色表面的存在”就是“光滑表面的存在”,那么“白色”和“光滑”就是同一个且为一。
ἐπεὶ δʼ ἔστι καὶ κατὰ τὰς ἄλλας κατηγορίας σύνθετα (ἔστι γάρ τι ὑποκείμενον ἑκάστῳ, οἷον τῷ ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποτὲ καὶ τῷ ποὺ καὶ τῇ κινήσει), σκεπτέον ἆρʼ ἔστι λόγος τοῦ τί ἦν εἶναι ἑκάστῳ αὐτῶν, καὶ ὑπάρχει καὶ τούτοις τὸ τί ἦν εἶναι, οἷον λευκῷ ἀνθρώπῳ.
然而,既然在其他范畴中也存在着复合物(因为每一个范畴都有一个底层基质,例如质、量、时间、地点和运动),我们必须考察是否它们中的每一个也都有本质的定义,以及本质是否也属于这些事物,例如“白人”。
ἔστω δὴ ὄνομα αὐτῷ ἱμάτιον.
且让我们给它起个名字叫“外衣”。
τί ἐστι τὸ ἱματίῳ εἶναι;
“外衣的存在”是什么?
ἀλλὰ μὴν οὐδὲ τῶν καθʼ αὑτὸ λεγομένων οὐδὲ τοῦτο.
但是,这也不属于那些因其自身而被述说的事物。
ἢ τὸ οὐ καθʼ αὑτὸ λέγεται διχῶς, καὶ τούτου ἐστὶ τὸ μὲν ἐκ προσθέσεως τὸ δὲ οὔ.
或者,非因其自身而被述说的事物具有双重含义,其中之一是通过添加而成的,另一则不然?
τὸ μὲν γὰρ τῷ αὐτὸ ἄλλῳ προσκεῖσθαι λέγεται ὃ ὁρίζεται, οἷον εἰ τὸ λευκῷ εἶναι ὁριζόμενος λέγοι λευκοῦ ἀνθρώπου λόγον· τὸ δὲ τῷ ἄλλο αὐτῷ, οἷον εἰ σημαίνοι τὸ ἱμάτιον λευκὸν ἄνθρωπον, ὁ δὲ ὁρίζοιτο ἱμάτιον ὡς λευκόν.
因为,一者是因为该事物自身被添加到了被定义的另一事物之上,例如有人在定义“白色的存在”时,说出了“白人”的定义;另一者则是由于另一事物被添加到它自身之上,例如“外衣”表示“白人”,而有人将“外衣”定义为“白色”。
τὸ δὴ λευκὸς ἄνθρωπος ἔστι μὲν λευκόν, οὐ μέντοι τὸ τί ἦν εἶναι λευκῷ εἶναι.
然而,“白人”确实是白的,但却不是“白色”的本质。
—ἀλλὰ τὸ ἱματίῳ εἶναι ἆρά ἐστι τί ἦν εἶναί τι ὅλως;
——但是,“外衣的存在”到底是不是某种本质呢?
ἢ οὔ;
还是不是?
ὅπερ γάρ τί ἐστι τὸ τί ἦν εἶναι· ὅταν δʼ ἄλλο κατʼ ἄλλου λέγηται, οὐκ ἔστιν ὅπερ τόδε τι, οἷον ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστιν ὅπερ τόδε τι, εἴπερ τὸ τόδε ταῖς οὐσίαις ὑπάρχει μόνον· ὥστε τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ἐστὶν ὁρισμός.
因为本质是“正是某物”;但当一物被述说于另一物之上时,它就不是“正是‘这个’”,例如 “白人”就不是“正是‘这个’”,如果“‘这个’”确实仅仅属于实体的话;因此本质仅属于其定义为“界说”的那些事物。
ὁρισμὸς δʼ ἐστὶν οὐκ ἂν ὄνομα λόγῳ ταὐτὸ σημαίνῃ (πάντες γὰρ ἂν εἶεν οἱ λόγοι ὅροι· ἔσται γὰρ ὄνομα ὁτῳοῦν λόγῳ, ὥστε καὶ ἡ Ἰλιὰς ὁρισμὸς ἔσται), ἀλλʼ ἐὰν πρώτου τινὸς ᾖ· τοιαῦτα δʼ ἐστὶν ὅσα λέγεται μὴ τῷ ἄλλο κατʼ ἄλλου λέγεσθαι.
而界说并不是指一个名字与一个定义表示相同的意义(否则所有的说明都会是界说;因为任何说明都可以有一个名字,这样连《伊利亚特》也会是界说),而是指它属于某种第一性的事物;而这类事物就是指不用一物述说于另一物之上的方式而被述说的那些事物。