§7.3λέγεται δʼ ἡ οὐσία, εἰ μὴ πλεοναχῶς, ἀλλʼ ἐν τέτταρσί γε μάλιστα·
实体虽然不按更多方式说,但至少主要有四种意思。
καὶ γὰρ τὸ τί ἦν εἶναι καὶ τὸ καθόλου καὶ τὸ γένος οὐσία δοκεῖ εἶναι ἑκάστου, καὶ τέταρτον τούτων τὸ ὑποκείμενον.
因为,本质、普遍和属都被认为是每一个事物的实体,而这四个之中的第四个是底层基质。
τὸ δʼ ὑποκείμενόν ἐστι καθʼ οὗ τὰ ἄλλα λέγεται, ἐκεῖνο δὲ αὐτὸ μηκέτι κατʼ ἄλλου·
底层基质就是其他东西被述说其上、而其自身不再被述说于其他东西之上的那个东西。
διὸ πρῶτον περὶ τούτου διοριστέον· μάλιστα γὰρ δοκεῖ εἶναι οὐσία τὸ ὑποκείμενον πρῶτον.
因此,我们必须首先确定关于这个的问题;因为第一底层基质最被认为是实体。
τοιοῦτον δὲ τρόπον μέν τινα ἡ ὕλη λέγεται, ἄλλον δὲ τρόπον ἡ μορφή, τρίτον δὲ τὸ ἐκ τούτων (λέγω δὲ τὴν μὲν ὕλην οἷον τὸν χαλκόν, τὴν δὲ μορφὴν τὸ σχῆμα τῆς ἰδέας, τὸ δʼ ἐκ τούτων τὸν ἀνδριάντα τὸ σύνολον), ὥστε εἰ τὸ εἶδος τῆς ὕλης πρότερον καὶ μᾶλλον ὄν, καὶ τοῦ ἐξ ἀμφοῖν πρότερον ἔσται διὰ τὸν αὐτὸν λόγον.
而在某种意义上,质料被称为具有这种性质,在另一种意义上是形式,在第三种意义上则是这两者构成的复合物(我所说的质料如青铜,形式如外观的形状,而由这两者构成的是作为整体的雕像)。 因此,如果形式先于质料并且更真实地存在,那么由于同样的理由,它也将先于两者的复合物。
νῦν μὲν οὖν τύπῳ εἴρηται τί ποτʼ ἐστὶν ἡ οὐσία, ὅτι τὸ μὴ καθʼ ὑποκειμένου ἀλλὰ καθʼ οὗ τὰ ἄλλα·
现在,我们已经粗略地说明了实体是什么,即:不被述说于底层基质之上,而是其他东西被述说其上的那个东西。
δεῖ δὲ μὴ μόνον οὕτως· οὐ γὰρ ἱκανόν· αὐτὸ γὰρ τοῦτο ἄδηλον, καὶ ἔτι ἡ ὕλη οὐσία γίγνεται.
但是,仅以这种方式说明是不够的,因为这并不充分;因为这本身是不明确的,而且,以此质料就成了实体。
εἰ γὰρ μὴ αὕτη οὐσία, τίς ἐστιν ἄλλη διαφεύγει· περιαιρουμένων γὰρ τῶν ἄλλων οὐ φαίνεται οὐδὲν ὑπομένον·
因为如果这不是实体,还有什么别的能成为实体就避开了我们的视线;因为当其他东西被剥离时,似乎什么也没有剩下。
τὰ μὲν γὰρ ἄλλα τῶν σωμάτων πάθη καὶ ποιήματα καὶ δυνάμεις, τὸ δὲ μῆκος καὶ πλάτος καὶ βάθος ποσότητές τινες ἀλλʼ οὐκ οὐσίαι (τὸ γὰρ ποσὸν οὐκ οὐσία), ἀλλὰ μᾶλλον ᾧ ὑπάρχει ταῦτα πρώτῳ, ἐκεῖνό ἐστιν οὐσία.
因为其他东西是物体的受动、制作和潜能,而长度、宽度和深度则是某种数量,而不是实体(因为数量不是实体);相反,这些东西首先所属的那个东西才是实体。
ἀλλὰ μὴν ἀφαιρουμένου μήκους καὶ πλάτους καὶ βάθους οὐδὲν ὁρῶμεν ὑπολειπόμενον, πλὴν εἴ τί ἐστι τὸ ὁριζόμενον ὑπὸ τούτων, ὥστε τὴν ὕλην ἀνάγκη φαίνεσθαι μόνην οὐσίαν οὕτω σκοπουμένοις.
但是,当长度、宽度和深度被剥离时,除非有某种被这些所限定的东西存在,否则我们看不到任何东西剩下,因此,对于这样考察的人来说,质料必然显得是唯一的实体。
λέγω δʼ ὕλην ἣ καθʼ αὑτὴν μήτε τὶ μήτε ποσὸν μήτε ἄλλο μηδὲν λέγεται οἷς ὥρισται τὸ ὄν.
我所说的质料,是指其自身既不被称为“是什么”,也不被称为数量,也不被称为任何其他规定存在的东西。
ἔστι γάρ τι καθʼ οὗ κατηγορεῖται τούτων ἕκαστον, ᾧ τὸ εἶναι ἕτερον καὶ τῶν κατηγοριῶν ἑκάστῃ (τὰ μὲν γὰρ ἄλλα τῆς οὐσίας κατηγορεῖται, αὕτη δὲ τῆς ὕλης), ὥστε τὸ ἔσχατον καθʼ αὑτὸ οὔτε τὶ οὔτε ποσὸν οὔτε ἄλλο οὐδέν ἐστιν· οὐδὲ δὴ αἱ ἀποφάσεις, καὶ γὰρ αὗται ὑπάρξουσι κατὰ συμβεβηκός.
因为存在着某种东西,这些范畴中的每一个都述说其上,其存在与这些述词之中的每一个的存在都不同(因为其他事物被述说于实体之上,而实体被述说于质料之上),因此最底层的自身既不是“是什么”,也不是数量,任何其他东西;甚至也不是否定,因为这些也将仅仅是偶性地属于它。
ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην· ἀδύνατον δέ·
因此,从这些前提考察的人来看,得出的结论是质料是实体;但这又是不可能的。
καὶ γὰρ τὸ χωριστὸν καὶ τὸ τόδε τι ὑπάρχειν δοκεῖ μάλιστα τῇ οὐσίᾳ, διὸ τὸ εἶδος καὶ τὸ ἐξ ἀμφοῖν οὐσία δόξειεν ἂν εἶναι μᾶλλον τῆς ὕλης.
因为可分离性和“这个”被认为最主要地属于实体,因此形式和两者构成的复合物似乎比质料更具有实体的性质。
τὴν μὲν τοίνυν ἐξ ἀμφοῖν οὐσίαν, λέγω δὲ τὴν ἔκ τε τῆς ὕλης καὶ τῆς μορφῆς, ἀφετέον, ὑστέρα γὰρ καὶ δήλη· φανερὰ δέ πως καὶ ἡ ὕλη·
那么,由两者构成的实体——我指由质料和形式构成的实体——必须被搁置一旁,因为它是后起的且显而易见的;而在某种意义上质料也是清楚的。
περὶ δὲ τῆς τρίτης σκεπτέον, αὕτη γὰρ ἀπορωτάτη.
但是我们必须考察第三种,因为这是最令人困惑的。
ὁμολογοῦνται δʼ οὐσίαι εἶναι τῶν αἰσθητῶν τινές, ὥστε ἐν ταύταις ζητητέον πρῶτον.
并且,感觉事物中的某些被公认为是实体,因此我们必须首先在这些之中进行探求。
πρὸ ἔργου γὰρ τὸ μεταβαίνειν εἰς τὸ γνωριμώτερον.
因为向更可认识的事物过渡是有益的。
ἡ γὰρ μάθησις οὕτω γίγνεται πᾶσι διὰ τῶν ἧττον γνωρίμων φύσει εἰς τὰ γνώριμα μᾶλλον· καὶ τοῦτο ἔργον ἐστίν, ὥσπερ ἐν ταῖς πράξεσι τὸ ποιῆσαι ἐκ τῶν ἑκάστῳ ἀγαθῶν τὰ ὅλως ἀγαθὰ ἑκάστῳ ἀγαθά, οὕτως ἐκ τῶν αὐτῷ γνωριμωτέρων τὰ τῇ φύσει γνώριμα αὐτῷ γνώριμα.
因为学习对所有人来说都是这样进行的,即通过在本性上较不可认识的东西走向更可认识的东西;而这就是任务,正如在实践行为中,任务是从对每个人是善的东西出发,使绝对的善成为对每个人是善的一样,因此,从对自己更可认识的东西出发,使本性上可认识的东西对自己成为可认识的。
τὰ δʼ ἑκάστοις γνώριμα καὶ πρῶτα πολλάκις ἠρέμα ἐστὶ γνώριμα, καὶ μικρὸν ἢ οὐθὲν ἔχει τοῦ ὄντος· ἀλλʼ ὅμως ἐκ τῶν φαύλως μὲν γνωστῶν αὐτῷ δὲ γνωστῶν τὰ ὅλως γνωστὰ γνῶναι πειρατέον, μεταβαίνοντας, ὥσπερ εἴρηται, διὰ τούτων αὐτῶν.
然而,对每个人来说可认识且首要的东西往往只是微弱地可认识的,并且很少或根本不包含存在;然而,我们必须努力从那些认识得很差但对自己而言已认识的东西中,去认识绝对可认识的东西,正如所说的那样,正是通过这些东西本身过渡。