Humanitext Reader

亚里士多德 · 形而上学 §7.1-7.2

作为第一存在的实体与诸观点概述

第 64 段,共 159 段 · 希腊语

内容简介

亚里士多德分析了“存在”的多重含义,并论证了实体(ousia)在定义、认识和时间上都是第一位的存在。随后,他概述了关于什么可以被视为实体(如感觉物体、数学界限和柏拉图形式)的各种哲学观点,为接下来的探究奠定了基础。

§7.1τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον ἐν τοῖς περὶ τοῦ ποσαχῶς·
存在正如我们先前在关于“多义地言说”的讨论中所区分的那样,有多种含义。
σημαίνει γὰρ τὸ μὲν τί ἐστι καὶ τόδε τι, τὸ δὲ ποιὸν ἢ ποσὸν ἢ τῶν ἄλλων ἕκαστον τῶν οὕτω κατηγορουμένων.
因为一方面,它表示“是什么”和“这个”,另一方面,它表示质、量或类似被述说的其他每一项。
τοσαυταχῶς δὲ λεγομένου τοῦ ὄντος φανερὸν ὅτι τούτων πρῶτον ὂν τὸ τί ἐστιν, ὅπερ σημαίνει τὴν οὐσίαν (ὅταν μὲν γὰρ εἴπωμεν ποῖόν τι τόδε, ἢ ἀγαθὸν λέγομεν ἢ κακόν, ἀλλʼ οὐ τρίπηχυ ἢ ἄνθρωπον· ὅταν δὲ τί ἐστιν, οὐ λευκὸν οὐδὲ θερμὸν οὐδὲ τρίπηχυ, ἀλλὰ ἄνθρωπον ἢ θεόν), τὰ δʼ ἄλλα λέγεται ὄντα τῷ τοῦ οὕτως ὄντος τὰ μὲν ποσότητες εἶναι, τὰ δὲ ποιότητες, τὰ δὲ πάθη, τὰ δὲ ἄλλο τι.
但是,既然存在被以如此多的方式言说,显然,其中第一位的存在就是“是什么”,它表示实体(因为当我们说这个东西具有什么性质时,我们说它是好或坏,而不是说它是三肘长或一个人;但是当我们说它是什么时,我们不赞成它是白或热或三肘长,而是说一个人或一个神)。 而其他事物被称为存在,是因为属于如此存在的存在之某些是数量,某些是性质,某些是受动,某些是其他东西。
διὸ κἂν ἀπορήσειέ τις πότερον τὸ βαδίζειν καὶ τὸ ὑγιαίνειν καὶ τὸ καθῆσθαι ἕκαστον αὐτῶν ὂν σημαίνει, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ὁτουοῦν τῶν τοιούτων·
因此,有人甚至会提出疑问:散步、健康、坐着,它们之中的每一个是否表示一个存在,对于任何其他此类事物也是如此。
οὐδὲν γὰρ αὐτῶν ἐστὶν οὔτε καθʼ αὑτὸ πεφυκὸς οὔτε χωρίζεσθαι δυνατὸν τῆς οὐσίας, ἀλλὰ μᾶλλον, εἴπερ, τὸ βαδίζον τῶν ὄντων καὶ τὸ καθήμενον καὶ τὸ ὑγιαῖνον.
因为它们之中没有一个在自然上是自存的,也无法与实体分离,相反,如果它们是存在,那么更确切地说是散步者、坐着的人、健康者才是存在。
ταῦτα δὲ μᾶλλον φαίνεται ὄντα, διότι ἔστι τι τὸ ὑποκείμενον αὐτοῖς ὡρισμένον (τοῦτο δʼ ἐστὶν ἡ οὐσία καὶ τὸ καθʼ ἕκαστον), ὅπερ ἐμφαίνεται ἐν τῇ κατηγορίᾳ τῇ τοιαύτῃ· τὸ ἀγαθὸν γὰρ ἢ τὸ καθήμενον οὐκ ἄνευ τούτου λέγεται.
而这些显得更像是存在,因为对于它们有一个确定的底层基质(这就是实体和个体),这在这样的述说中显明出来;因为好人或坐着的人,离开这个就无法被言说。
δῆλον οὖν ὅτι διὰ ταύτην κἀκείνων ἕκαστον ἔστιν, ὥστε τὸ πρώτως ὂν καὶ οὐ τὶ ὂν ἀλλʼ ὂν ἁπλῶς ἡ οὐσία ἂν εἴη.
显然,正是因为这个实体,那些事物之中的每一个才存在,因此,那首要地存在着的东西,不是某种意义上的存在,而是端着存在的东西,就是实体。
πολλαχῶς μὲν οὖν λέγεται τὸ πρῶτον· ὅμως δὲ πάντως ἡ οὐσία πρῶτον, καὶ λόγῳ καὶ γνώσει καὶ χρόνῳ.
虽然“第一”有多种含义,但实体在任何意义上都是第一:在定义中、在认识中、在时间中。
τῶν μὲν γὰρ ἄλλων κατηγορημάτων οὐθὲν χωριστόν, αὕτη δὲ μόνη·
因为在其他述词中,没有一个是可分离的,唯独它是。
καὶ τῷ λόγῳ δὲ τοῦτο πρῶτον (ἀνάγκη γὰρ ἐν τῷ ἑκάστου λόγῳ τὸν τῆς οὐσίας ἐνυπάρχειν)·
并且在定义中,这也是第一(因为在每一个事物的定义中,必然包含实体的定义)。
καὶ εἰδέναι δὲ τότʼ οἰόμεθα ἕκαστον μάλιστα, ὅταν τί ἐστιν ὁ ἄνθρωπος γνῶμεν ἢ τὸ πῦρ, μᾶλλον ἢ τὸ ποιὸν ἢ τὸ ποσὸν ἢ τὸ πού, ἐπεὶ καὶ αὐτῶν τούτων τότε ἕκαστον ἴσμεν, ὅταν τί ἐστι τὸ ποσὸν ἢ τὸ ποιὸν γνῶμεν.
此外,当我们知道人是什么或火是什么时,我们认为自己对该事物的认识最深,相比于知道它的质、量或处所更是如此;因为对于这些事物本身,我们也只有在知道量是什么或质是什么时,才知道它们之中的每一个。
καὶ δὴ καὶ τὸ πάλαι τε καὶ νῦν καὶ ἀεὶ ζητούμενον καὶ ἀεὶ ἀπορούμενον, τί τὸ ὄν, τοῦτό ἐστι τίς ἡ οὐσία (τοῦτο γὰρ οἱ μὲν ἓν εἶναί φασιν οἱ δὲ πλείω ἢ ἕν, καὶ οἱ μὲν πεπερασμένα οἱ δὲ ἄπειρα), διὸ καὶ ἡμῖν καὶ μάλιστα καὶ πρῶτον καὶ μόνον ὡς εἰπεῖν περὶ τοῦ οὕτως ὄντος θεωρητέον τί ἐστιν.
因此,从古至今一直被探究、一直面临困难的问题——即“什么是存在? ”——也就是“什么是实体? ”(因为关于这一点,有人说它是一个,有人说不止一个,有人说有限,有人说无限)。 因此,我们自己也必须最主要、最首要地,且可以说唯一地,考察这种意义上的存在是什么。
§7.2δοκεῖ δʼ ἡ οὐσία ὑπάρχειν φανερώτατα μὲν τοῖς σώμασιν (διὸ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια αὐτῶν οὐσίας εἶναί φαμεν, καὶ τὰ φυσικὰ σώματα, οἷον πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ τῶν τοιούτων ἕκαστον, καὶ ὅσα ἢ μόρια τούτων ἢ ἐκ τούτων ἐστίν, ἢ μορίων ἢ πάντων, οἷον ὅ τε οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη καὶ ἥλιος)·
实体似乎最明显地属于物体(因此,我们说动物、植物以及它们的部分是实体,还有自然物体,如火、水、土以及此类中的每一个,还有那些或者是这些的部分,或者是从这些构成的,如天和天的部分,恒星、月亮和太阳)。
πότερον δὲ αὗται μόναι οὐσίαι εἰσὶν ἢ καὶ ἄλλαι, ἢ τούτων τινὲς ἢ καὶ ἄλλαι, ἢ τούτων μὲν οὐθὲν ἕτεραι δέ τινες, σκεπτέον.
但是,是否只有这些是实体,还是也有其他实体,或者这些之中的某些以及其他一些是实体,或者这些都不是实体而另有一些是实体,必须予以考察。
δοκεῖ δέ τισι τὰ τοῦ σώματος πέρατα, οἷον ἐπιφάνεια καὶ γραμμὴ καὶ στιγμὴ καὶ μονάς, εἶναι οὐσίαι, καὶ μᾶλλον ἢ τὸ σῶμα καὶ τὸ στερεόν.
而且在一些人看来,物体的界限,如面、线、点和单位,是实体,并且比物体和立体更具有实体的性质。
ἔτι παρὰ τὰ αἰσθητὰ οἱ μὲν οὐκ οἴονται εἶναι οὐδὲν τοιοῦτον, οἱ δὲ πλείω καὶ μᾶλλον ὄντα ἀΐδια, ὥσπερ Πλάτων τά τε εἴδη καὶ τὰ μαθηματικὰ δύο οὐσίας, τρίτην δὲ τὴν τῶν αἰσθητῶν σωμάτων οὐσίαν, Σπεύσιππος δὲ καὶ πλείους οὐσίας ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος, καὶ ἀρχὰς ἑκάστης οὐσίας, ἄλλην μὲν ἀριθμῶν ἄλλην δὲ μεγεθῶν, ἔπειτα ψυχῆς· καὶ τοῦτον δὴ τὸν τρόπον ἐπεκτείνει τὰς οὐσίας.
此外,有些人认为,除了感觉事物之外,没有任何此类实体存在,而另一些人则认为有更多且更真实存在的永恒实体,正如柏拉图认为形式和数学对象是两种实体,而第三种是感觉物体的实体;斯佩西波则假定了更多的实体,从“一”开始,并为每种实体设立原理,一种属于数,另一种属于大小,然后属于灵魂;他就是以此方式扩展实体的。
ἔνιοι δὲ τὰ μὲν εἴδη καὶ τοὺς ἀριθμοὺς τὴν αὐτὴν ἔχειν φασὶ φύσιν, τὰ δὲ ἄλλα ἐχόμενα, γραμμὰς καὶ ἐπίπεδα, μέχρι πρὸς τὴν τοῦ οὐρανοῦ οὐσίαν καὶ τὰ αἰσθητά.
然而,另一些人声称,形式与数具有相同的本性,而其他相连的事物,即线和面,一直延伸到天体实体和感觉事物。
περὶ δὴ τούτων τί λέγεται καλῶς ἢ μὴ καλῶς, καὶ τίνες εἰσὶν οὐσίαι, καὶ πότερον εἰσί τινες παρὰ τὰς αἰσθητὰς ἢ οὐκ εἰσί, καὶ αὗται πῶς εἰσί, καὶ πότερον ἔστι τις χωριστὴ οὐσία, καὶ διὰ τί καὶ πῶς, ἢ οὐδεμία, παρὰ τὰς αἰσθητάς, σκεπτέον, ὑποτυπωσαμένοις τὴν οὐσίαν πρῶτον τί ἐστιν.
关于这些,什么被正确地或不正确地言说,哪些是实体,以及在感觉实体之外是否还存在某些实体,还是不存在,如果存在,它们是如何存在的,以及在感觉实体之外是否存在某种可分离的实体,为什么和如何存在,或者根本没有,这些都必须在首先粗略地描绘了实体是什么之后,予以考察。

词汇与语法注释

  1. 1028a18τῷ τοῦ οὕτως ὄντος — 与格定冠词 `τῷ` 支配接下来的不定式从句 `τὰ μὲν ποσότητες εἶναι...`,用以表示原因或方式(“由于……性质”)。属格 `τοῦ οὕτως ὄντος`(“以此种方式存在者”,即实体)相对于不定式的诸主语(`τὰ μὲν...`)起到了整体属格(部分属格)的作用。
  2. 1028a34τὸν τῆς οὐσίας — 在阳性单数宾格定冠词 `τὸν` 之后,名词 `λόγον`(“定义”或“说明”)被省略了,这是从前文出现的 `λόγῳ` 或 `λόγῳ` 中补出的。因此,此处应理解为“实体的定义”。
  3. 1028b31ὑποτυπωσαμένοις — 过去时中动分词的阳性复数与格形式。它取决于句末的动形容词 `σκεπτέον`(“必须予以考察”),起到了“施事者与格”(dative of agent)的作用,以表明逻辑上的主语(“我们”)。在语境中,它意味着应当在首先粗略描绘之后再进行考察。

引用这一段

亚里士多德, 形而上学 §7.1-7.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.1-7.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。