Humanitext Reader

亚里士多德 · 形而上学 §7.16

部分的潜能性与否定普遍概念为实体

第 82 段,共 159 段 · 希腊语

内容简介

亚里士多德阐明,许多被视为实体的事物(如元素和动物器官)实际上只是潜能,且“一”和“存在”等普遍概念并非实体,进而批判了理念论者试图将普遍事物作为独立实体进行分离的错误。

§7.16φανερὸν δὲ ὅτι καὶ τῶν δοκουσῶν εἶναι οὐσιῶν αἱ πλεῖσται δυνάμεις εἰσί, τά τε μόρια τῶν ζῴων (οὐθὲν γὰρ κεχωρισμένον αὐτῶν ἐστίν· ὅταν δὲ χωρισθῇ, καὶ τότε ὄντα ὡς ὕλη πάντα) καὶ γῆ καὶ πῦρ καὶ ἀήρ· οὐδὲν γὰρ αὐτῶν ἕν ἐστιν, ἀλλʼ οἷον σωρός, πρὶν ἢ πεφθῇ καὶ γένηταί τι ἐξ αὐτῶν ἕν.
显而易见,在那些被认为是实体的事物中,大多数也只是潜能,包括动物的各部分(因为它们中没有一个是分离存在的;而当它们被分离时,即使在当时,它们也只是作为质料而存在)以及土、火和气;因为它们中没有一个是单一的,而就像一堆杂物,直到它们被煮化(化合)并从中形成某个单一的事物。
μάλιστα δʼ ἄν τις τὰ τῶν ἐμψύχων ὑπολάβοι μόρια καὶ τὰ τῆς ψυχῆς πάρεγγυς ἄμφω γίγνεσθαι, ὄντα καὶ ἐντελεχείᾳ καὶ δυνάμει, τῷ ἀρχὰς ἔχειν κινήσεως ἀπό τινος ἐν ταῖς καμπαῖς· διὸ ἔνια ζῷα διαιρούμενα ζῇ.
但人们最容易设想,有生命事物的各部分以及灵魂的各部分最接近于两者,它们既在现实中存在,也在潜能中存在,因为它们从关节中的某些部分获得了运动的起点;这就是为什么有些动物在被分割后仍能生存。
ἀλλʼ ὅμως δυνάμει πάντʼ ἔσται, ὅταν ᾖ ἓν καὶ συνεχὲς φύσει, ἀλλὰ μὴ βίᾳ ἢ συμφύσει· τὸ γὰρ τοιοῦτον πήρωσις.
然而,当它们在自然上是一体的且连续的,而不是通过强力或愈合结合时,它们将全部只是潜能;因为这样的结合是一种残缺。
ἐπεὶ δὲ τὸ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ ἡ οὐσία ἡ τοῦ ἑνὸς μία, καὶ ὧν μία ἀριθμῷ ἓν ἀριθμῷ, φανερὸν ὅτι οὔτε τὸ ἓν οὔτε τὸ ὂν ἐνδέχεται οὐσίαν εἶναι τῶν πραγμάτων, ὥσπερ οὐδὲ τὸ στοιχείῳ εἶναι ἢ ἀρχῇ· ἀλλὰ ζητοῦμεν τίς οὖν ἡ ἀρχή, ἵνα εἰς γνωριμώτερον ἀναγάγωμεν.
既然“一”的含义与“存在”一样多,且一的实体是唯一的,并且那些其实体在数量上是一的事物在数量上也是一,那么显而易见,“一”和“存在”都不可能是事物的实体,就像“作为元素”或“作为原理”不能是实体一样;相反,我们探求原理究竟是什么,以便将事情引向更可知的地方。
μᾶλλον μὲν οὖν τούτων οὐσία τὸ ὂν καὶ ἓν ἢ ἥ τε ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ τὸ αἴτιον, οὔπω δὲ οὐδὲ ταῦτα, εἴπερ μηδʼ ἄλλο κοινὸν μηδὲν οὐσία· οὐδενὶ γὰρ ὑπάρχει ἡ οὐσία ἀλλʼ ἢ αὑτῇ τε καὶ τῷ ἔχοντι αὐτήν, οὗ ἐστὶν οὐσία.
因此,相较于原理、元素和原因,“存在”和“一”更具有实体的性质,但即使是这些也还不是实体,如果确实没有任何其他普遍的东西是实体的话;因为实体不属于任何东西,除非属于它自身以及拥有它的那个事物,即它是其所属事物的实体。
ἔτι τὸ ἓν πολλαχῇ οὐκ ἂν εἴη ἅμα, τὸ δὲ κοινὸν ἅμα πολλαχῇ ὑπάρχει· ὥστε δῆλον ὅτι οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθʼ ἕκαστα χωρίς.
此外,“一”不能同时存在于许多地方,而共同的东西则同时属于许多地方;因此显而易见,没有任何普遍的东西能在个别事物之外独立存在。
ἀλλʼ οἱ τὰ εἴδη λέγοντες τῇ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτά, εἴπερ οὐσίαι εἰσί, τῇ δʼ οὐκ ὀρθῶς, ὅτι τὸ ἓν ἐπὶ πολλῶν εἶδος λέγουσιν.
但是,那些主张型相存在的人,在某种意义上将它们分离是对的(如果它们确实是实体的话),但在另一种意义上则是不对的,因为他们说多之上的“一”是型相。
αἴτιον δʼ ὅτι οὐκ ἔχουσιν ἀποδοῦναι τίνες αἱ τοιαῦται οὐσίαι αἱ ἄφθαρτοι παρὰ τὰς καθʼ ἕκαστα καὶ αἰσθητάς· ποιοῦσιν οὖν τὰς αὐτὰς τῷ εἴδει τοῖς φθαρτοῖς (ταύτας γὰρ ἴσμεν), αὐτοάνθρωπον καὶ αὐτόϊππον, προστιθέντες τοῖς αἰσθητοῖς τὸ ῥῆμα τὸ "αὐτό" .
原因在于,他们无法说明那些在个别和感觉实体之外的、不灭的实体究竟是什么;因此,他们制造了与可消灭者在种上相同的实体(因为这些是我们所知道的),即“人自身”和“马自身”,仅仅在感觉事物上加上 “自身” 这个词。
καίτοι κἂν εἰ μὴ ἑωράκειμεν τὰ ἄστρα, οὐδὲν ἂν ἧττον, οἶμαι, ἦσαν οὐσίαι ἀΐδιοι παρʼ ἃς ἡμεῖς ᾔδειμεν· ὥστε καὶ νῦν εἰ μὴ ἔχομεν τίνες εἰσίν, ἀλλʼ εἶναί γέ τινας ἴσως ἀναγκαῖον.
然而,即使我们从未见过星辰,我想,也同样会有独立于我们所知之物的永恒实体;因此,即使我们现在不知道它们是什么,但或许必然存在着某些这样的实体。
ὅτι μὲν οὖν οὔτε τῶν καθόλου λεγομένων οὐδὲν οὐσία οὔτʼ ἐστὶν οὐσία οὐδεμία ἐξ οὐσιῶν, δῆλον.
由此可见,在那些被称为普遍的事物中,没有任何一个是实体,也没有任何实体是由若干实体构成的。

词汇与语法注释

  1. 1040b5τῶν δοκουσῶν εἶναι οὐσιῶν — 部分属格,表明被认为是实体的事物(如动物的器官或四元素)其实本身并不是独立的实体,而仅仅作为有机整体或复合物中实体的质料(潜能)。
  2. 1040b8πρὶν ἢ πεφθῇ — 动词 πέσσω / πέττω(成熟、消化)的无定过去时被动语气虚拟语气。在此处作比喻用法,指四元素混合形成特定的有机结合。虚拟语气与时间连词 πρὶν ἤ 连用,表示普遍的规律或过程。
  3. 1040b12τῷ ἀρχὰς ἔχειν — 带冠词不定式的与格(手段或原因与格),解释了为什么动物的各部分最接近于实体(拥有两种状态)的原因,即“通过具有运动的起点”。
  4. 1040b18τὸ στοιχείῳ εἶναι — 意为“作为元素”的本质表达。虚词 εἶναι 的补足语使用了与格 στοιχείῳ,这是基于表达本质的抽象公式中的语法惯例(类似于 τὸ τί ἦν εἶναι 中的用法)。
  5. 1041a1παρʼ ἃς ἡμεῖς ᾔδειμεν — 关系代名词 ἃς 以省略的阴性复数名词 οὐσιῶν(实体)为先行词,指代与前述 οὐσίαι ἀΐδιοι(型相实体)相对比的“我们所知道的(感觉)实体”。过去完成时 ᾔδειμεν 在虚拟语气主句 ἂν ἦσαν 中,表示过去基准时间点上的认知状态。

引用这一段

亚里士多德, 形而上学 §7.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。