§7.15ἐπεὶ δʼ ἡ οὐσία ἑτέρα, τό τε σύνολον καὶ ὁ λόγος (λέγω δʼ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία, σὺν τῇ ὕλῃ συνειλημμένος ὁ λόγος, ἡ δʼ ὁ λόγος ὅλως), ὅσαι μὲν οὖν οὕτω λέγονται, τούτων μὲν ἔστι φθορά (καὶ γὰρ γένεσις), τοῦ δὲ λόγου οὐκ ἔστιν οὕτως ὥστε φθείρεσθαι (οὐδὲ γὰρ γένεσις, οὐ γὰρ γίγνεται τὸ οἰκίᾳ εἶναι ἀλλὰ τὸ τῇδε τῇ οἰκίᾳ), ἀλλʼ ἄνευ γενέσεως καὶ φθορᾶς εἰσὶ καὶ οὐκ εἰσίν· δέδεικται γὰρ ὅτι οὐδεὶς ταῦτα γεννᾷ οὐδὲ ποιεῖ.
因为实体是双重的,一者是结合体(全体),另一者是定义(指一种实体是与质料结合在一起的定义,而另一种是完全的定义),因此在那些以此种方式(即第一种意义上)被称为实体的事物中,存在着消灭(因为也有生成),但对于定义来说,并没有以消灭的形式而发生的消灭(因为也没有生成;因为 “作为房子”并不产生,产生的只是“作为这个特定的房子”),而是无生成和消灭地存在和不存在;因为已经证明没有人生成或制造它们。
διὰ τοῦτο δὲ καὶ τῶν οὐσιῶν τῶν αἰσθητῶν τῶν καθʼ ἕκαστα οὔτε ὁρισμὸς οὔτε ἀπόδειξις ἔστιν, ὅτι ἔχουσιν ὕλην ἧς ἡ φύσις τοιαύτη ὥστʼ ἐνδέχεσθαι καὶ εἶναι καὶ μή· διὸ φθαρτὰ πάντα τὰ καθʼ ἕκαστα αὐτῶν.
正因为如此,对于个别的感觉实体,既没有定义也没有证明,因为它们具有质料,其性质是既可以存在也可以不存在;所以,它们中的一切个别事物都是可消灭的。
εἰ οὖν ἥ τʼ ἀπόδειξις τῶν ἀναγκαίων καὶ ὁ ὁρισμὸς ἐπιστημονικόν, καὶ οὐκ ἐνδέχεται, ὥσπερ οὐδʼ ἐπιστήμην ὁτὲ μὲν ἐπιστήμην ὁτὲ δʼ ἄγνοιαν εἶναι, ἀλλὰ δόξα τὸ τοιοῦτόν ἐστιν, οὕτως οὐδʼ ἀπόδειξιν οὐδʼ ὁρισμόν, ἀλλὰ δόξα ἐστὶ τοῦ ἐνδεχομένου ἄλλως ἔχειν, δῆλον ὅτι οὐκ ἂν εἴη αὐτῶν οὔτε ὁρισμὸς οὔτε ἀπόδειξις.
因此,如果证明是关于必然事物的,而定义是具有科学性的,且知识不可能一时是知识一时是无知(因为这样的是意见),同样地,对于偶性的事物既没有证明也没有定义,而意见是关于可以以其他方式存在的事物的,那么显而易见,对于它们既不可能有定义,也不可能有证明。
ἄδηλά τε γὰρ τὰ φθειρόμενα τοῖς ἔχουσι τὴν ἐπιστήμην, ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ, καὶ σωζομένων τῶν λόγων ἐν τῇ ψυχῇ τῶν αὐτῶν οὐκ ἔσται οὔτε ὁρισμὸς ἔτι οὔτε ἀπόδειξις.
因为可消灭的事物当它们离开感觉时,对于拥有其科学知识的人来说也是不明显的;即使相同的定义仍然保存在灵魂中,也将不再有定义或证明。
διὸ δεῖ, τῶν πρὸς ὅρον ὅταν τις ὁρίζηταί τι τῶν καθʼ ἕκαστον, μὴ ἀγνοεῖν ὅτι ἀεὶ ἀναιρεῖν ἔστιν· οὐ γὰρ ἐνδέχεται ὁρίσασθαι.
因此,当有人定义个别事物中的任何一个时,必须清楚地知道,随时都可以推翻这个定义;因为定义它们是不可能的。
οὐδὲ δὴ ἰδέαν οὐδεμίαν ἔστιν ὁρίσασθαι.
而且,确实不可能定义任何理念。
τῶν γὰρ καθʼ ἕκαστον ἡ ἰδέα, ὡς φασί, καὶ χωριστή· ἀναγκαῖον δὲ ἐξ ὀνομάτων εἶναι τὸν λόγον, ὄνομα δʼ οὐ ποιήσει ὁ ὁριζόμενος (ἄγνωστον γὰρ ἔσται), τὰ δὲ κείμενα κοινὰ πᾶσιν· ἀνάγκη ἄρα ὑπάρχειν καὶ ἄλλῳ ταῦτα·
因为正如他们所说,理念是个别的且分离的;但定义必须由名字构成,定义者不会创造一个新名字(因为那将是未知的),而现有的名字是所有人共有的;因此,这些名字也必然属于其他事物。
οἷον εἴ τις σὲ ὁρίσαιτο, ζῷον ἐρεῖ ἰσχνὸν ἢ λευκὸν ἢ ἕτερόν τι ὃ καὶ ἄλλῳ ὑπάρξει.
例如,如果有人定义你,他会说“瘦的动物”或“白的”或别的同样会属于其他事物的东西。
εἰ δέ τις φαίη μηδὲν κωλύειν χωρὶς μὲν πάντα πολλοῖς ἅμα δὲ μόνῳ τούτῳ ὑπάρχειν, λεκτέον πρῶτον μὲν ὅτι καὶ ἀμφοῖν, οἷον τὸ ζῷον δίπουν τῷ ζῴῳ καὶ τῷ δίποδι (καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀϊδίων καὶ ἀνάγκη εἶναι, πρότερά γʼ ὄντα καὶ μέρη τοῦ συνθέτου· ἀλλὰ μὴν καὶ χωριστά, εἴπερ τὸ ἄνθρωπος χωριστόν· ἢ γὰρ οὐθὲν ἢ ἄμφω· εἰ μὲν οὖν μηθέν, οὐκ ἔσται τὸ γένος παρὰ τὰ εἴδη, εἰ δʼ ἔσται, καὶ ἡ διαφορά)· εἶθʼ ὅτι πρότερα τῷ εἶναι· ταῦτα δὲ οὐκ ἀνταναιρεῖται.
但如果有人说,没有什么能阻止所有的元素单独地属于许多事物但同时仅属于这一个事物,首先必须说,它们也属于两者——例如,“双足动物”属于“动物”和“双足的”(而在永恒事物的情况下,这甚至是必然的,因为它们先于复合物并且是复合物的部分;而且它们也是分离的,如果“人”是分离的话;因为要么都不是,要么都是;如果两者都不是,属就不会在种之外存在,如果是的话,种差也将存在);其次,它们在存在上是先在的;而这些是不会与复合物一同消灭的。
ἔπειτα εἰ ἐξ ἰδεῶν αἱ ἰδέαι (ἁσυνθετώτερα γὰρ τὰ ἐξ ὧν), ἔτι ἐπὶ πολλῶν δεήσει κἀκεῖνα κατηγορεῖσθαι ἐξ ὧν ἡ ἰδέα, οἷον τὸ ζῷον καὶ τὸ δίπουν.
其次,如果理念是由理念构成的(因为构成它们的东西是更非复合的),那么构成理念的那些东西,例如“动物”和 “双足的”,也必须被陈述于许多事物。
εἰ δὲ μή, πῶς γνωρισθήσεται;
如果不是这样,它们将如何被认识?
ἔσται γὰρ ἰδέα τις ἣν ἀδύνατον ἐπὶ πλειόνων κατηγορῆσαι ἢ ἑνός.
因为将会存在某种不能陈述于多个事物而只能陈述于一个事物的理念。
οὐ δοκεῖ δέ, ἀλλὰ πᾶσα ἰδέα εἶναι μεθεκτή.
但人们并不这样认为,而是认为所有的理念都是可分有的。
ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατον ὁρίσασθαι ἐν τοῖς ἀϊδίοις, μάλιστα δὲ ὅσα μοναχά, οἷον ἥλιος ἢ σελήνη.
因此,正如所说,在永恒的事物中,特别是那些独一无二的事物,如太阳或月亮,是不可能被定义的,这一点被忽视了。
οὐ μόνον γὰρ διαμαρτάνουσι τῷ προστιθέναι τοιαῦτα ὧν ἀφαιρουμένων ἔτι ἔσται ἥλιος, ὥσπερ τὸ περὶ γῆν ἰὸν ἢ νυκτικρυφές (ἂν γὰρ στῇ ἢ φανῇ, οὐκέτι ἔσται ἥλιος· ἀλλʼ ἄτοπον εἰ μή· ὁ γὰρ ἥλιος οὐσίαν τινὰ σημαίνεi)· ἔτι ὅσα ἐπʼ ἄλλου ἐνδέχεται, οἷον ἐὰν ἕτερος γένηται τοιοῦτος, δῆλον ὅτι ἥλιος ἔσται· κοινὸς ἄρα ὁ λόγος· ἀλλʼ ἦν τῶν καθʼ ἕκαστα ὁ ἥλιος, ὥσπερ Κλέων ἢ Σωκράτης·
因为他们不仅通过增加那些即使去掉太阳仍然是太阳的属性而犯错,例如“绕地运行”或“夜间隐藏”(因为如果它停下或显现,它就将不再是太阳;但若非如此便是荒谬的,因为“太阳”表示某种实体);而且还因为那些可属于他物的属性,以至于如果另一个事物变成这样,显而易见它也将是太阳;因此定义是普遍的;但太阳原本是个别事物,就像克里昂或苏格拉底一样。
ἐπεὶ διὰ τί οὐδεὶς ὅρον ἐκφέρει αὐτῶν ἰδέας;
说到底,为什么没有人提出理念的定义呢?
γένοιτο γὰρ ἂν δῆλον πειρωμένων ὅτι ἀληθὲς τὸ νῦν εἰρημένον.
因为对于尝试的人来说,现在所说的话显然是真的。