§7.14φανερὸν δʼ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς τὰς ἰδέας λέγουσιν οὐσίας τε χωριστὰς εἶναι καὶ ἅμα τὸ εἶδος ἐκ τοῦ γένους ποιοῦσι καὶ τῶν διαφορῶν.
正是从这些事实本身出发,对于那些主张理念是分离的实体,并同时由属和种差构成种的人来说,其归结也是显而易见的。
εἰ γὰρ ἔστι τὰ εἴδη, καὶ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ καὶ ἵππῳ, ἤτοι ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἐστὶν ἢ ἕτερον· τῷ μὲν γὰρ λόγῳ δῆλον ὅτι ἕν· τὸν γὰρ αὐτὸν διέξεισι λόγον ὁ λέγων ἐν ἑκατέρῳ.
因为如果种存在,且“动物”内在于“人”和“马”之中,那么它要么在数量上是一且相同,要么是不同的;因为在定义上它显然是一,因为在这两者中说话的人阐述的是同一个定义。
εἰ οὖν ἐστί τις ἄνθρωπος αὐτὸς καθʼ αὑτὸν τόδε τι καὶ κεχωρισμένον, ἀνάγκη καὶ ἐξ ὧν, οἷον τὸ ζῷον καὶ τὸ δίπουν, τόδε τι σημαίνειν καὶ εἶναι χωριστὰ καὶ οὐσίας· ὥστε καὶ τὸ ζῷον.
因此,如果有一个“人自身”是“这个”且分离的,那么构成他的那些东西,例如“动物”和“双足的”,也必须表示“这个”并且是分离的实体;因此“动物”也必定如此。
εἰ μὲν οὖν τὸ αὐτὸ καὶ ἓν τὸ ἐν τῷ ἵππῳ καὶ τῷ ἀνθρώπῳ, ὥσπερ σὺ σαυτῷ, πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἓν ἔσται, καὶ διὰ τί οὐ καὶ χωρὶς αὑτοῦ ἔσται τὸ ζῷον τοῦτο;
如果“马”和“人”中的“动物”是同一个且是一,就像你对于你自己一样,那么在分离存在的事物中作为一的东西如何会是一,并且为什么这个“动物”不会也与自身分离而存在?
ἔπειτα εἰ μὲν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος, ἀδύνατόν τι συμβαίνει, τἀναντία γὰρ ἅμα ὑπάρξει αὐτῷ ἑνὶ καὶ τῷδέ τινι ὄντι· εἰ δὲ μή, τίς ὁ τρόπος ὅταν εἴπῃ τις τὸ ζῷον εἶναι δίπουν ἢ πεζόν;
其次,如果它要分有“双足的”和“多足的”,就会产生不可能的事情,因为相反的属性将同时属于它这个一且作为“这个”的东西;如果不是这样,当有人说“动物是双足的”或“陆行的”时,其方式又是什么?
ἀλλʼ ἴσως σύγκειται καὶ ἅπτεται ἢ μέμικται· ἀλλὰ πάντα ἄτοπα.
但也许它们是结合、接触或混合的;然而所有这些都是荒谬的。
ἀλλʼ ἕτερον ἐν ἑκάστῳ· οὐκοῦν ἄπειρα ὡς ἔπος εἰπεῖν ἔσται ὧν ἡ οὐσία ζῷον· οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ἅνθρωπος.
但如果它在每一者中是不同的;那么,可以这样说,其实体为“动物”的东西将是无限多的;因为人并非偶然地由动物构成。
ἔτι πολλὰ ἔσται αὐτὸ τὸ ζῷον· οὐσία τε γὰρ τὸ ἐν ἑκάστῳ ζῷον (οὐ γὰρ κατʼ ἄλλο λέγεται· εἰ δὲ μή, ἐξ ἐκείνου ἔσται ὁ ἄνθρωπος καὶ γένος αὐτοῦ ἐκεῖνο), καὶ ἔτι ἰδέαι ἅπαντα ἐξ ὧν ὁ ἄνθρωπος· οὐκοῦν οὐκ ἄλλου μὲν ἰδέα ἔσται ἄλλου δʼ οὐσία (ἀδύνατον γάρ)· αὐτὸ ἄρα ζῷον ἓν ἕκαστον ἔσται τῶν ἐν τοῖς ζῴοις.
此外,“动物自身”将是许多东西;因为在每一者中的动物都是实体(因为其被称为动物并非由于其他东西;否则,人将由那其他东西构成,且那将是他的属),并且,构成人的所有东西都是理念;因此,它不会是一个东西的理念而又是另一个东西的实体(因为这是不可能的);因此,动物中的每一个都将是“动物自身”。
ἔτι ἐκ τίνος τοῦτο, καὶ πῶς ἐξ αὐτοῦ ζῴου;
此外,这是由什么构成的,并且它是如何由“动物自身”构成的?
ἢ πῶς οἷόν τε εἶναι τὸ ζῷον, ᾧ οὐσία τοῦτο αὐτό, παρʼ αὐτὸ τὸ ζῷον;
或者,作为其实体正是这“动物自身”的“动物”,又如何可能在“动物自身”之外存在?
ἔτι δʼ ἐπὶ τῶν αἰσθητῶν ταῦτά τε συμβαίνει καὶ τούτων ἀτοπώτερα.
而且,在感觉对象的情况下,这些不妥以及比这更荒谬的事情都会产生。
εἰ δὴ ἀδύνατον οὕτως ἔχειν, δῆλον ὅτι οὐκ ἔστιν εἴδη αὐτῶν οὕτως ὥς τινές φασιν.
因此,如果不可能如此,显而易见,种并不是像某些人所说的那样存在。