Humanitext Reader

亚里士多德 · 形而上学 §7.13

普遍者非实体的主张与关于定义的难问

第 79 段,共 159 段 · 希腊语

内容简介

作者论证了普遍者不可能是实体,且任何实体都不能由处于完全现实态的其他实体构成,从而提出了关于实体定义可能性的难问。

§7.13ἐπεὶ δὲ περὶ τῆς οὐσίας ἡ σκέψις ἐστί, πάλιν ἐπανέλθωμεν.
既然我们的研究是关于实体的,那么让我们再次回到这个话题。
λέγεται δʼ ὥσπερ τὸ ὑποκείμενον οὐσία εἶναι καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἐκ τούτων, καὶ τὸ καθόλου.
而实体除了被称为基质、本质、以及由这些构成的复合体之外,也被称为普遍者。
περὶ μὲν οὖν τοῖν δυοῖν εἴρηται (καὶ γὰρ περὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὑποκειμένου, ὅτι διχῶς ὑπόκειται, ἢ τόδε τι ὄν, ὥσπερ τὸ ζῷον τοῖς πάθεσιν, ἢ ὡς ἡ ὕλη τῇ ἐντελεχείᾳ), δοκεῖ δὲ καὶ τὸ καθόλου αἴτιόν τισιν εἶναι μάλιστα, καὶ εἶναι ἀρχὴ τὸ καθόλου· διὸ ἐπέλθωμεν καὶ περὶ τούτου.
关于其中的两项我们已经讨论过(因为我们已经讨论了本质和基质,指出基质有两种方式,或者作为“这个”——如动物之于其属性,或者作为质料之于完全现实态)。 但普遍者也被一些人认为在最高程度上是原因,并且普遍者是原理;因此让我们也对这一点进行考察。
ἔοικε γὰρ ἀδύνατον εἶναι οὐσίαν εἶναι ὁτιοῦν τῶν καθόλου λεγομένων.
因为普遍地被说到的任何事物,似乎都不可能是实体。
πρῶτον μὲν γὰρ οὐσία ἑκάστου ἡ ἴδιος ἑκάστῳ, ἣ οὐχ ὑπάρχει ἄλλῳ, τὸ δὲ καθόλου κοινόν· τοῦτο γὰρ λέγεται καθόλου ὃ πλείοσιν ὑπάρχειν πέφυκεν.
因为首先,每一个事物的实体是属于其自身所特有的,它不属于任何其他事物,而普遍者是共有的;因为普遍者是指那些本性上属于多个事物的东西。
τίνος οὖν οὐσία τοῦτʼ ἔσται;
那么,这究竟会是谁的实体呢?
ἢ γὰρ πάντων ἢ οὐδενός, πάντων δʼ οὐχ οἷόν τε· ἑνὸς δʼ εἰ ἔσται, καὶ τἆλλα τοῦτʼ ἔσται· ὧν γὰρ μία ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι ἕν, καὶ αὐτὰ ἕν.
因为或者是所有事物的实体,或者不是任何事物的实体,但它是所有事物的实体是不可能的;而如果它是其中一个事物的实体,其他事物也将成为这个事物;因为那些实体为一且本质为一的事物,它们自身也是一。
ἔτι οὐσία λέγεται τὸ μὴ καθʼ ὑποκειμένου, τὸ δὲ καθόλου καθʼ ὑποκειμένου τινὸς λέγεται ἀεί.
此外,实体被称为不述说基质的东西,但普遍者却总是述说某种基质。
ἀλλʼ ἆρα οὕτω μὲν οὐκ ἐνδέχεται ὡς τὸ τί ἦν εἶναι, ἐν τούτῳ δὲ ἐνυπάρχειν, οἷον τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ καὶ ἵππῳ;
然而,难道作为本质是不可能的,但在其中内在却又是可能的吗? 例如“动物”内在于人或马之中。
οὐκοῦν δῆλον ὅτι ἔστι τις αὐτοῦ λόγος.
这样的话,显而易见,这普遍者是有某种定义的。
διαφέρει δʼ οὐθὲν οὐδʼ εἰ μὴ πάντων λόγος ἔστι τῶν ἐν τῇ οὐσίᾳ· οὐδὲν γὰρ ἧττον οὐσία τοῦτʼ ἔσται τινός, ὡς ὁ ἄνθρωπος τοῦ ἀνθρώπου ἐν ᾧ ὑπάρχει, ὥστε τὸ αὐτὸ συμβήσεται πάλιν· ἔσται γὰρ ἐκείνου οὐσία, οἷον τὸ ζῷον, ἐν ᾧ ὡς ἴδιον ὑπάρχει.
而且即使并不是实体中所有的事物都有定义,也毫无区别;因为这普遍者同样会是某种事物的实体,就像人是他所内在其中的那个人的实体一样,因此同样的不妥将再次发生;因为普遍者(例如动物)将成为它作为特有而属其中的那个东西的实体。
ἔτι δὲ καὶ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε καὶ οὐσίαν, εἰ ἔστιν ἔκ τινων, μὴ ἐξ οὐσιῶν εἶναι μηδʼ ἐκ τοῦ τόδε τι ἀλλʼ ἐκ ποιοῦ· πρότερον γὰρ ἔσται μὴ οὐσία τε καὶ τὸ ποιὸν οὐσίας τε καὶ τοῦ τόδε.
而且,如果“这个”和实体是由某些东西组成的,而它们不是由实体或“这个”组成,而是由性质组成的,这既是不可能的,也是荒谬的;因为这样一来,非实体和性质将先于实体和“这个”。
ὅπερ ἀδύνατον· οὔτε λόγῳ γὰρ οὔτε χρόνῳ οὔτε γενέσει οἷόν τε τὰ πάθη τῆς οὐσίας εἶναι πρότερα· ἔσται γὰρ καὶ χωριστά.
这是不可能的;因为无论在定义中、时间中还是在生成中,实体的属性都不可能先于实体;因为若如此,它们就将是可以分离的。
ἔτι τῷ Σωκράτει ἐνυπάρξει οὐσία οὐσίᾳ, ὥστε δυοῖν ἔσται οὐσία.
此外,苏格拉底中将会有实体内在于实体之中,从而他将是两个事物的实体。
ὅλως δὲ συμβαίνει, εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος καὶ ὅσα οὕτω λέγεται, μηθὲν τῶν ἐν τῷ λόγῳ εἶναι μηδενὸς οὐσίαν μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν μηδʼ ἐν ἄλλῳ, λέγω δʼ οἷον οὐκ εἶναί τι ζῷον παρὰ τὰ τινά, οὐδʼ ἄλλο τῶν ἐν τοῖς λόγοις οὐδέν.
总的来说,如果人以及诸如此类的被称为实体的东西是实体,其结果就是:定义中的任何东西都不是任何东西的实体,它们既不能分离存在,也不能存在于其他事物中;我的意思是,例如,在具体的个别动物之外,并不存在任何作为“动物”的东西,定义中的其他任何东西也不存在。
ἔκ τε δὴ τούτων θεωροῦσι φανερὸν ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστί, καὶ ὅτι οὐδὲν σημαίνει τῶν κοινῇ κατηγορουμένων τόδε τι, ἀλλὰ τοιόνδε.
因此,从这些考虑出发,考察此事的人显而易见,普遍地属于事物的东西都不是实体,并且共同被陈述的词并不表示“这个”,而是表示“怎样的”。
εἰ δὲ μή, ἄλλα τε πολλὰ συμβαίνει καὶ ὁ τρίτος ἄνθρωπος.
否则,还会产生许多其他不妥,包括“第三人”。
ἔτι δὲ καὶ ὧδε δῆλον.
而且从以下的内容中也可以看得很清楚。
ἀδύνατον γὰρ οὐσίαν ἐξ οὐσιῶν εἶναι ἐνυπαρχουσῶν ὡς ἐντελεχείᾳ· τὰ γὰρ δύο οὕτως ἐντελεχείᾳ οὐδέποτε ἓν ἐντελεχείᾳ, ἀλλʼ ἐὰν δυνάμει δύο ᾖ, ἔσται ἕν (οἷον ἡ διπλασία ἐκ δύο ἡμίσεων δυνάμει γε·
因为实体不可能由作为完全现实态而内在其中的实体组成;因为两个这样处于完全现实态的东西绝不可能在完全现实态上是一,但如果是潜在地为二,则会是一(例如双倍是由两个半部分组成的,但这是在潜在上;因为完全现实态会将它们分离)。
ἡ γὰρ ἐντελέχεια χωρίζει), ὥστʼ εἰ ἡ οὐσία ἕν, οὐκ ἔσται ἐξ οὐσιῶν ἐνυπαρχουσῶν καὶ κατὰ τοῦτον τὸν τρόπον, ὃν λέγει Δημόκριτος ὀρθῶς· ἀδύνατον γὰρ εἶναί φησιν ἐκ δύο ἓν ἢ ἐξ ἑνὸς δύο γενέσθαι· τὰ γὰρ μεγέθη τὰ ἄτομα τὰς οὐσίας ποιεῖ.
因此,如果实体是一,它就不会由内在其中的实体组成,在这一方式上德谟克利特说得很对;因为他主张:不可能由二产生一,或者由一产生二;因为他将不可分割的体积(原子)作为实体。
ὁμοίως τοίνυν δῆλον ὅτι καὶ ἐπʼ ἀριθμοῦ ἕξει, εἴπερ ἐστὶν ὁ ἀριθμὸς σύνθεσις μονάδων, ὥσπερ λέγεται ὑπό τινων· ἢ γὰρ οὐχ ἓν ἡ δυὰς ἢ οὐκ ἔστι μονὰς ἐν αὐτῇ ἐντελεχείᾳ.
因此同样显而易见,在数的情况下也是如此,如果数如一些人所说的是单位的合成;因为或者“二”不是一,或者其中没有完全现实态的单位。
—ἔχει δὲ τὸ συμβαῖνον ἀπορίαν.
——但这个归结带来了一个难问。
εἰ γὰρ μήτε ἐκ τῶν καθόλου οἷόν τʼ εἶναι μηδεμίαν οὐσίαν διὰ τὸ τοιόνδε ἀλλὰ μὴ τόδε τι σημαίνειν, μήτʼ ἐξ οὐσιῶν ἐνδέχεται ἐντελεχείᾳ εἶναι μηδεμίαν οὐσίαν σύνθετον, ἀσύνθετον ἂν εἴη οὐσία πᾶσα, ὥστʼ οὐδὲ λόγος ἂν εἴη οὐδεμιᾶς οὐσίας.
因为如果既不能由普遍者构成任何实体,因为普遍者表示“怎样的”而不是“这个”,也不能由完全现实态下的实体构成任何复合实体,那么一切实体都将是无复合的,从而任何实体都将没有定义。
ἀλλὰ μὴν δοκεῖ γε πᾶσι καὶ ἐλέχθη πάλαι ἢ μόνον οὐσίας εἶναι ὅρον ἢ μάλιστα· νῦν δʼ οὐδὲ ταύτης.
然而,所有人都认为,并且在很久以前就说过,定义或者是唯独关于实体的,或者最主要是关于实体的;但现在看来,甚至连实体也没有定义了。
οὐδενὸς ἄρʼ ἔσται ὁρισμός· ἢ τρόπον μέν τινα ἔσται τρόπον δέ τινα οὔ.
那么,将不会有任何事物的定义;或者在某种意义上会有,在另一种意义上没有。
δῆλον δʼ ἔσται τὸ λεγόμενον ἐκ τῶν ὕστερον μᾶλλον.
所说的事情从接下来的内容中会更加清楚。

词汇与语法注释

  1. 1038b4τοῖν δυοῖν — 双数属格(受前置词 περί 支配),指代在前述实体的四个候选者中(基质、本质、复合体、普遍者)已经讨论过的“基质”和“本质”两者。
  2. 1038b21ὡς ὁ ἄνθρωπος τοῦ ἀνθρώπου ἐν ᾧ ὑπάρχει — 极其精炼的表达,说明普遍者将如何成为它所内在其中的事物的实体。此处两次出现的“人(ἄνθρωπος)”指代不同的层次(个体与种,或属与种)。
  3. 1038b24τὸ τόδε καὶ οὐσίαν ... μὴ ἐξ οὐσιῶν εἶναι ... ἀλλʼ ἐκ ποιοῦ — 作为无人称短语“ἀδύνατον καὶ ἄτοπον”(不可能且荒谬)之主语的带定格不定式句。它表明实体(τόδε καὶ οὐσίαν)由性质(ποιοῦ)而非实体构成是荒谬的。
  4. 1039a4τὰ γὰρ δύο οὕτως ἐντελεχείᾳ οὐδέποτε ἓν ἐντελεχείᾳ — 省略了系动词(ἐστί 或 γίγνεται)的名词性谓语表达,陈述了亚里士多德的一个基本原理:“两个在完全现实态上为二的东西,决不能在完全现实态上为一”。

引用这一段

亚里士多德, 形而上学 §7.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。