Humanitext Reader

亚里士多德 · 形而上学 §7.11#2

理智质料与形相及结合体的定义

第 77 段,共 159 段 · 希腊语

内容简介

亚里士多德指出非感觉对象中存在“理智质料”,阐明灵魂作为第一实体(形相)而身体作为质料,结合体没有严格的定义而形相本身是可以被定义的。最后,他总结说只有在第一实体的情况下,本心与个别事物才是同一的。

§7.11#2οὐ γάρ ἐστιν αἰσθητὰ ταῦτα.
因为这些不是感觉对象。
ἢ οὐθὲν διαφέρει;
还是说这没有任何区别?
ἔσται γὰρ ὕλη ἐνίων καὶ μὴ αἰσθητῶν· καὶ παντὸς γὰρ ὕλη τις ἔστιν ὃ μὴ ἔστι τί ἦν εἶναι καὶ εἶδος αὐτὸ καθʼ αὑτὸ ἀλλὰ τόδε τι.
因为即使某些事物不是感觉对象,它们也会有质料;实际上,凡是并非本心和自体的形相、而是作为“这个”的一切事物,都存在着某种质料。
κύκλου μὲν οὖν οὐκ ἔσται τοῦ καθόλου, τῶν δὲ καθʼ ἕκαστα ἔσται μέρη ταῦτα, ὥσπερ εἴρηται πρότερον· ἔστι γὰρ ὕλη ἡ μὲν αἰσθητὴ ἡ δὲ νοητή.
因此,这些不会是普遍的圆的部分,而是个别圆的部分,正如前面所说的那样;因为质料有的是感觉质料,有的则是理智质料。
δῆλον δὲ καὶ ὅτι ἡ μὲν ψυχὴ οὐσία ἡ πρώτη, τὸ δὲ σῶμα ὕλη, ὁ δʼ ἄνθρωπος ἢ τὸ ζῷον τὸ ἐξ ἀμφοῖν ὡς καθόλου· Σωκράτης δὲ καὶ Κορίσκος, εἰ μὲν καὶ ἡ ψυχὴ Σωκράτης, διττόν (οἱ μὲν γὰρ ὡς ψυχὴν οἱ δʼ ὡς τὸ σύνολον), εἰ δʼ ἁπλῶς ἡ ψυχὴ ἥδε καὶ τὸ σῶμα τόδε, ὥσπερ τὸ καθόλου καὶ τὸ καθʼ ἕκαστον.
同样明显的是,灵魂是第一实体,身体是质料,而作为普遍者的人或动物则是两者的结合体;但是苏格拉底和科里斯库斯,如果灵魂本身也意味着苏格拉底,那就是双重的(因为有的将其理解为灵魂,有的理解为结合体);但如果他们端正是这灵魂和这身体,那就正如普遍者与个别者的关系一样。
πότερον δὲ ἔστι παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν τις ἄλλη, καὶ δεῖ ζητεῖν οὐσίαν ἑτέραν τινὰ οἷον ἀριθμοὺς ἤ τι τοιοῦτον, σκεπτέον ὕστερον.
至于在这种实体的质料之外是否还有其他某种实体,是否必须寻求另一种实体,例如数或此类事物,则必须在以后进行考察。
τούτου γὰρ χάριν καὶ περὶ τῶν αἰσθητῶν οὐσιῶν πειρώμεθα διορίζειν, ἐπεὶ τρόπον τινὰ τῆς φυσικῆς καὶ δευτέρας φιλοσοφίας ἔργον ἡ περὶ τὰς αἰσθητὰς οὐσίας θεωρία· οὐ γὰρ μόνον περὶ τῆς ὕλης δεῖ γνωρίζειν τὸν φυσικὸν ἀλλὰ καὶ τῆς κατὰ τὸν λόγον, καὶ μᾶλλον.
因为正是为了这个目的,我们才试图对感觉实体也进行界定,因为在某种意义上,对感觉实体的研究是自然科学和第二哲学的任务;因为自然科学家不仅必须了解质料,还必须了解符合说明的形相,而且更应了解后者。
ἐπὶ δὲ τῶν ὁρισμῶν πῶς μέρη τὰ ἐν τῷ λόγῳ, καὶ διὰ τί εἷς λόγος ὁ ὁρισμός (δῆλον γὰρ ὅτι τὸ πρᾶγμα ἕν, τὸ δὲ πρᾶγμα τίνι ἕν, μέρη γε ἔχον;
但是关于定义,说明中的部分如何成为部分,以及为什么定义是一个说明(因为显然事物是一个,但既然它具有部分,事物又是凭什么成为一个的?
), σκεπτέον ὕστερον.
),这些必须在以后进行考察。
τί μὲν οὖν ἐστὶ τὸ τί ἦν εἶναι καὶ πῶς αὐτὸ καθʼ αὑτό, καθόλου περὶ παντὸς εἴρηται, καὶ διὰ τί τῶν μὲν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι ἔχει τὰ μόρια τοῦ ὁριζομένου τῶν δʼ οὔ, καὶ ὅτι ἐν μὲν τῷ τῆς οὐσίας λόγῳ τὰ οὕτω μόρια ὡς ὕλη οὐκ ἐνέσται—οὐδὲ γὰρ ἔστιν ἐκείνης μόρια τῆς οὐσίας ἀλλὰ τῆς συνόλου, ταύτης δέ γʼ ἔστι πως λόγος καὶ οὐκ ἔστιν· μετὰ μὲν γὰρ τῆς ὕλης οὐκ ἔστιν (ἀόριστον γάρ), κατὰ τὴν πρώτην δʼ οὐσίαν ἔστιν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς λόγος·
因此,关于本心是什么,以及它如何是自在的,已经对一切事物作了普遍说明,也说明了为什么有些事物的本心说明包含被定义者的部分,而另一些事物则不包含,并且说明了在实体的说明中,像质料那样的部分是不会包含在内的——因为它们根本不是那实体的部分,而是结合实体的部分;对于后者,在某种意义上有说明,在某种意义上没有;因为连同质料一起是没有的(因为它是无定限的),但根据第一实体是有的,例如对于人来说就是灵魂的说明。
ἡ γὰρ οὐσία ἐστὶ τὸ εἶδος τὸ ἐνόν, ἐξ οὗ καὶ τῆς ὕλης ἡ σύνολος λέγεται οὐσία, οἷον ἡ κοιλότης (ἐκ γὰρ ταύτης καὶ τῆς ῥινὸς σιμὴ ῥὶς καὶ ἡ σιμότης ἐστί)—ἐν δὲ τῇ συνόλῳ οὐσίᾳ, οἷον ῥινὶ σιμῇ ἢ Καλλίᾳ, ἐνέσται καὶ ἡ ὕλη· καὶ ὅτι τὸ τί ἦν εἶναι καὶ ἕκαστον ἐπὶ τινῶν μὲν ταὐτό, ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν, οἷον καμπυλότης καὶ καμπυλότητι εἶναι, εἰ πρώτη ἐστίν (λέγω δὲ πρώτην ἣ μὴ λέγεται τῷ ἄλλο ἐν ἄλλῳ εἶναι καὶ ὑποκειμένῳ ὡς ὕλῃ), ὅσα δὲ ὡς ὕλη ἢ ὡς συνειλημμένα τῇ ὕλῃ, οὐ ταὐτό, οὐδʼ εἰ κατὰ συμβεβηκὸς ἕν, οἷον Σωκράτης καὶ τὸ μουσικόν· ταῦτα γὰρ ταὐτὰ κατὰ συμβεβηκός.
因为实体是内在的形相,结合实体就是由它和质料而被称为结合实体的,例如凹性(因为由它和鼻,便有了塌鼻和塌鼻性)——但在结合实体中,例如塌鼻或卡里亚斯中,质料也将包含在内;并且在某些事物中,本心和个别事物是同一的,就像在第一实体的情况下,例如凹陷和凹陷之所是(如果它是第一的话,我说的第一是指其不被说成是一物在另一物中、即在作为质料的基质中),但对于那些作为质料或与质料结合在一起的事物,它们并不是同一的,即使由于偶然属性而合一的事物,如苏格拉底和懂音乐的,也不是同一的;因为这些是由于偶然属性而同一的。

词汇与语法注释

  1. 1037a1ὃ μὴ ἔστι τί ἦν εἶναι καὶ εἶδος αὐτὸ καθʼ αὑτὸ ἀλλὰ τόδε τι — 关系代词 ὅ 的先行词是 παντός,意思是“凡是并非本心(怎是)和自体的形相、而是作为[结合了质料的]‘这个’(个别事物)的一切事物”。亚里士多德在此主张,此类个别事物中必然存在某种质料(无论是感觉质料还是理智质料)。
  2. 1037a8διττόν (οἱ μὲν γὰρ ὡς ψυχὴν οἱ δʼ ὡς τὸ σύνολον) — 中性形容词 διττόν(双重的)承接省略的主语,即“苏格拉底(或科里斯库斯)[这一名字所指代的对象]”。它表明该个体名称可以有两种理解方式:一种(οἱ μὲν)是指灵魂(形相),另一种(οἱ δʼ)是指灵魂与身体的结合体(合一体)。
  3. 1037a28μετὰ μὲν γὰρ τῆς ὕλης οὐκ ἔστιν (ἀόριστον γάρ) — 省略的主语是 ὁ λόγος(说明/定义)。结合实体之所以“连同质料一起是没有说明的”,其原因在于质料本身是“无定限的(ἀόριστον)”。在亚里士多德的学说中,只有普遍且确定的形相才能有定义,而包含个别质料的事物在科学上是无法被定义的。
  4. 1037b1εἰ πρώτη ἐστίν — 关于“第一实体”的条件从句。紧接着的括号部分 `λέγω δὲ πρώτην...`(我说的第一实体是指不被说成在另一物中、即在作为质料的基质中的事物)解释了第一实体的定义,从构文上补充说明了它指的是纯粹的形相,以区别于依赖于质料基质的偶性或具体的结合物。

引用这一段

亚里士多德, 形而上学 §7.11#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.11%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。