§7.12νῦν δὲ λέγωμεν πρῶτον ἐφʼ ὅσον ἐν τοῖς ἀναλυτικοῖς περὶ ὁρισμοῦ μὴ εἴρηται· ἡ γὰρ ἐν ἐκείνοις ἀπορία λεχθεῖσα πρὸ ἔργου τοῖς περὶ τῆς οὐσίας ἐστὶ λόγοις.
关于定义,现在让我们首先讨论在《分析论》中尚未谈及的部分;因为在那些著作中提出的难问对于关于实体的研究是有用的。
λέγω δὲ ταύτην τὴν ἀπορίαν, διὰ τί ποτε ἕν ἐστιν οὗ τὸν λόγον ὁρισμὸν εἶναί φαμεν, οἷον τοῦ ἀνθρώπου τὸ ζῷον δίπουν· ἔστω γὰρ οὗτος αὐτοῦ λόγος.
而我所说的这个难问是:为什么我们称其说明为定义的那个对象究竟是一个,例如人的“双足动物”;因为让我们假设这就是他的说明。
διὰ τί δὴ τοῦτο ἕν ἐστιν ἀλλʼ οὐ πολλά, ζῷον καὶ δίπουν·
那么,为什么这说是一个,而不是多个,即“动物”和“双足”?
ἐπὶ μὲν γὰρ τοῦ ἄνθρωπος καὶ λευκὸν πολλὰ μέν ἐστιν ὅταν μὴ ὑπάρχῃ θατέρῳ θάτερον, ἓν δὲ ὅταν ὑπάρχῃ καὶ πάθῃ τι τὸ ὑποκείμενον, ὁ ἄνθρωπος (τότε γὰρ ἓν γίγνεται καὶ ἔστιν ὁ λευκὸς ἄνθρωπος)· ἐνταῦθα δʼ οὐ μετέχει θατέρου θάτερον· τὸ γὰρ γένος οὐ δοκεῖ μετέχειν τῶν διαφορῶν (ἅμα γὰρ ἂν τῶν ἐναντίων τὸ αὐτὸ μετεῖχεν· αἱ γὰρ διαφοραὶ ἐναντίαι αἷς διαφέρει τὸ γένος).
因为在“人”和“白”的情况下,当一者不属于另一者时,它们是多个,但当一者属于另一者且基质即人受到某种属性影响时,它们就是一个(因为那时“白人”便生成且是一个);但在我们这里(定义中),一者并不分有另一者;因为类似乎不分有其种差(因为若分有,同一事物就会同时分有相反者;因为划分类的种差是相反的)。
εἰ δὲ καὶ μετέχει, ὁ αὐτὸς λόγος, εἴπερ εἰσὶν αἱ διαφοραὶ πλείους, οἷον πεζὸν δίπουν ἄπτερον.
但即使它分有,如果种差是多个,例如“陆生的、双足的、无翼的”,同样的论证也成立。
διὰ τί γὰρ ταῦθʼ ἓν ἀλλʼ οὐ πολλά;
因为为什么这些是一个,而不是多个?
οὐ γὰρ ὅτι ἐνυπάρχει· οὕτω μὲν γὰρ ἐξ ἁπάντων ἔσται ἕν.
并非因为它们内在(于同一事物中);因为这样一来,一切事物合起来就会成为一个。
δεῖ δέ γε ἓν εἶναι ὅσα ἐν τῷ ὁρισμῷ· ὁ γὰρ ὁρισμὸς λόγος τίς ἐστιν εἷς καὶ οὐσίας, ὥστε ἑνός τινος δεῖ αὐτὸν εἶναι λόγον· καὶ γὰρ ἡ οὐσία ἕν τι καὶ τόδε τι σημαίνει, ὡς φαμέν.
然而,凡在定义中的事物都必须是一个;因为定义是某种单一的说明,也是实体的说明,所以它必须是某一个事物的说明;因为我们说过,实体也表示某种一个事物和“这个”。
—δεῖ δὲ ἐπισκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν.
――但我们必须首先考察通过划分而作出的定义。
οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐν τῷ ὁρισμῷ πλὴν τὸ πρῶτον λεγόμενον γένος καὶ αἱ διαφοραί· τὰ δʼ ἄλλα γένη ἐστὶ τό τε πρῶτον καὶ μετὰ τούτου αἱ συλλαμβανόμεναι διαφοραί, οἷον τὸ πρῶτον ζῷον, τὸ δὲ ἐχόμενον ζῷον δίπουν, καὶ πάλιν ζῷον δίπουν ἄπτερον· ὁμοίως δὲ κἂν διὰ πλειόνων λέγηται.
因为在定义中,除了首先说到的类和种差之外,别无他物;而其他的类则是第一个类以及与之结合在一起的种差,例如第一个是“动物”,接下来的一个是“双足动物”,再次是“无翼双足动物”;同样,即使通过更多的词来表示也是如此。
ὅλως δʼ οὐδὲν διαφέρει διὰ πολλῶν ἢ διʼ ὀλίγων λέγεσθαι, ὥστʼ οὐδὲ διʼ ὀλίγων ἢ διὰ δυοῖν· τοῖν δυοῖν δὲ τὸ μὲν διαφορὰ τὸ δὲ γένος, οἷον τοῦ ζῷον δίπουν τὸ μὲν ζῷον γένος διαφορὰ δὲ θάτερον.
总之,通过多词或少词来表示没有任何区别,因此通过少词或两词来表示也没有区别;而在这两词中,一者是种差,另一者是类,例如在“双足动物”中,“动物”是类,另一者是种差。
εἰ οὖν τὸ γένος ἁπλῶς μὴ ἔστι παρὰ τὰ ὡς γένους εἴδη, ἢ εἰ ἔστι μὲν ὡς ὕλη δʼ ἐστίν (ἡ μὲν γὰρ φωνὴ γένος καὶ ὕλη, αἱ δὲ διαφοραὶ τὰ εἴδη καὶ τὰ στοιχεῖα ἐκ ταύτης ποιοῦσιν), φανερὸν ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος.
那么,如果类端正地不离开属于类的种种(形相)而存在,或者即使存在,它是作为质料而存在(因为例如声音是类也是质料,而种差从这之中产生出种和要素),那么显而易见,定义是来自种差的说明。
ἀλλὰ μὴν καὶ δεῖ γε διαιρεῖσθαι τῇ τῆς διαφορᾶς διαφορᾷ, οἷον ζῴου διαφορὰ τὸ ὑπόπουν· πάλιν τοῦ ζῴου τοῦ ὑπόποδος τὴν διαφορὰν δεῖ εἶναι ᾗ ὑπόπουν, ὥστʼ οὐ λεκτέον τοῦ ὑπόποδος τὸ μὲν πτερωτὸν τὸ δὲ ἄπτερον, ἐάνπερ λέγῃ καλῶς (ἀλλὰ διὰ τὸ ἀδυνατεῖν ποιήσει τοῦτο), ἀλλʼ ἢ τὸ μὲν σχιζόπουν τὸ δʼ ἄσχιστον· αὗται γὰρ διαφοραὶ ποδός· ἡ γὰρ σχιζοποδία ποδότης τις.
但确实,还必须按照种差的种差进行划分,例如动物的种差是“有足的”;其次,对于“有足动物”,必须在其作为有足动物的范围内寻找种差,因此,如果说得正确,不应将“有足的”划分为“有翼的”和“无翼的”(尽管由于无能,人们会这样做),而应划分为“裂足的”和“不裂足的”;因为这些是足的种差;因为裂足性是某种足性。
καὶ οὕτως ἀεὶ βούλεται βαδίζειν ἕως ἂν ἔλθῃ εἰς τὰ ἀδιάφορα· τότε δʼ ἔσονται τοσαῦτα εἴδη ποδὸς ὅσαιπερ αἱ διαφοραί, καὶ τὰ ὑπόποδα ζῷα ἴσα ταῖς διαφοραῖς.
以此类推,人们总是希望一直前进,直到到达没有种差的部分;那时,足的种(形相)将与种差一样多,而有足动物也将与种差数量相等。
εἰ δὴ ταῦτα οὕτως ἔχει, φανερὸν ὅτι ἡ τελευταία διαφορὰ ἡ οὐσία τοῦ πράγματος ἔσται καὶ ὁ ὁρισμός, εἴπερ μὴ δεῖ πολλάκις ταὐτὰ λέγειν ἐν τοῖς ὅροις· περίεργον γάρ.
如果这些确实如此,那么显而易见,最后的种差将是事物的实体和定义,只要我们不需要在定义中多次说相同的话;因为那是多余的。
συμβαίνει δέ γε τοῦτο· ὅταν γὰρ εἴπῃ ζῷον ὑπόπουν δίπουν, οὐδὲν ἄλλο εἴρηκεν ἢ ζῷον πόδας ἔχον, δύο πόδας ἔχον· κἂν τοῦτο διαιρῇ τῇ οἰκείᾳ διαιρέσει, πλεονάκις ἐρεῖ καὶ ἰσάκις ταῖς διαφοραῖς.
然而,这确实发生了;因为当有人说“有足的双足动物”时,他所说的无非是“有足的、有两足的动物”;如果按其固有的划分来划分,他将重复说很多次,而且重复的次数与种差的数目相等。
ἐὰν μὲν δὴ διαφορᾶς διαφορὰ γίγνηται, μία ἔσται ἡ τελευταία τὸ εἶδος καὶ ἡ οὐσία· ἐὰν δὲ κατὰ συμβεβηκός, οἷον εἰ διαιροῖ τοῦ ὑπόποδος τὸ μὲν λευκὸν τὸ δὲ μέλαν, τοσαῦται ὅσαι ἂν αἱ τομαὶ ὦσιν.
因此,如果种差的种差得以生成,最后的种差将是单一的,也就是形相和实体;但如果是按偶然属性(来划分),例如若将“有足的”划分为“白的”和“黑的”,那么划分有多少次,种差就会有多少个。
ὥστε φανερὸν ὅτι ὁ ὁρισμὸς λόγος ἐστὶν ὁ ἐκ τῶν διαφορῶν, καὶ τούτων τῆς τελευταίας κατά γε τὸ ὀρθόν.
因此显而易见,定义是来自种差的说明,至少在正确的情况下,是来自其中最后的种差的说明。
δῆλον δʼ ἂν εἴη, εἴ τις μετατάξειε τοὺς τοιούτους ὁρισμούς, οἷον τὸν τοῦ ἀνθρώπου, λέγων ζῷον δίπουν ὑπόπουν· περίεργον γὰρ τὸ ὑπόπουν εἰρημένου τοῦ δίποδος.
如果有人将这类定义的顺序颠倒,例如关于人的定义,说“双足的有足动物”,这就很明显了;因为既然说了“双足的”,“有足的”就是多余的。
τάξις δʼ οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ· πῶς γὰρ δεῖ νοῆσαι τὸ μὲν ὕστερον τὸ δὲ πρότερον;
但在实体中并没有顺序;因为我们怎么能把一者理解为后,另一者理解为先呢?
περὶ μὲν οὖν τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν τοσαῦτα εἰρήσθω τὴν πρώτην, ποῖοί τινές εἰσιν.
那么,关于通过划分而作出的定义,它们是什么样的,暂时就先说这么多。