§7.11#1ἀπορεῖται δὲ εἰκότως καὶ ποῖα τοῦ εἴδους μέρη καὶ ποῖα οὔ, ἀλλὰ τοῦ συνειλημμένου.
人们自然会感到困惑,究竟哪些是形相的部分,哪些不是,而是结合物的部分。
καίτοι τούτου μὴ δήλου ὄντος οὐκ ἔστιν ὁρίσασθαι ἕκαστον· τοῦ γὰρ καθόλου καὶ τοῦ εἴδους ὁ ὁρισμός·
然而,如果这一点不明确,就无法定义每一个事物;因为定义是针对普遍者和形相的。
ποῖα οὖν ἐστὶ τῶν μερῶν ὡς ὕλη καὶ ποῖα οὔ, ἐὰν μὴ ᾖ φανερά, οὐδὲ ὁ λόγος ἔσται φανερὸς ὁ τοῦ πράγματος.
因此,在各个部分中,哪些是作为质料的部分,哪些不是,如果不清楚,事物的说明也不会清楚。
ὅσα μὲν οὖν φαίνεται ἐπιγιγνόμενα ἐφʼ ἑτέρων τῷ εἴδει, οἷον κύκλος ἐν χαλκῷ καὶ λίθῳ καὶ ξύλῳ, ταῦτα μὲν δῆλα εἶναι δοκεῖ ὅτι οὐδὲν τῆς τοῦ κύκλου οὐσίας ὁ χαλκὸς οὐδʼ ὁ λίθος διὰ τὸ χωρίζεσθαι αὐτῶν· ὅσα δὲ μὴ ὁρᾶται χωριζόμενα, οὐδὲν μὲν κωλύει ὁμοίως ἔχειν τούτοις, ὥσπερ κἂν εἰ οἱ κύκλοι πάντες ἑωρῶντο χαλκοῖ· οὐδὲν γὰρ ἂν ἧττον ἦν ὁ χαλκὸς οὐδὲν τοῦ εἴδους· χαλεπὸν δὲ ἀφελεῖν τοῦτον τῇ διανοίᾳ.
那么,凡是显现在形相不同的其他事物之上的东西,例如青铜、石头、木头中的圆,这些似乎很清楚,青铜或石头绝非圆的实体的部分,因为圆可以与它们相分离;而对于那些未被看到相分离的东西,没有什么能阻止它们与这些情况类似,就像即使所有的圆都被看到是青铜制成的一样;因为青铜仍然绝非形相的一部分;但在思想中将它剥离出来却是困难的。
οἷον τὸ τοῦ ἀνθρώπου εἶδος ἀεὶ ἐν σαρξὶ φαίνεται καὶ ὀστοῖς καὶ τοῖς τοιούτοις μέρεσιν· ἆρʼ οὖν καὶ ἐστὶ ταῦτα μέρη τοῦ εἴδους καὶ τοῦ λόγου;
例如,人的形相总是显现在肉、骨和类似的部分中;那么这些难道也是形相和说明的部分吗?
ἢ οὔ, ἀλλʼ ὕλη, ἀλλὰ διὰ τὸ μὴ καὶ ἐπʼ ἄλλων ἐπιγίγνεσθαι ἀδυνατοῦμεν χωρίσαι;
或者不是,而是质料,只是因为它的形相不显现在其他事物之上,我们才无法将它们分离开来?
ἐπεὶ δὲ τοῦτο δοκεῖ μὲν ἐνδέχεσθαι ἄδηλον δὲ πότε, ἀποροῦσί τινες ἤδη καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου ὡς οὐ προσῆκον γραμμαῖς ὁρίζεσθαι καὶ τῷ συνεχεῖ, ἀλλὰ πάντα καὶ ταῦτα ὁμοίως λέγεσθαι ὡσανεὶ σάρκες καὶ ὀστᾶ τοῦ ἀνθρώπου καὶ χαλκὸς καὶ λίθος τοῦ ἀνδριάντος· καὶ ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμούς, καὶ γραμμῆς τὸν λόγον τὸν τῶν δύο εἶναί φασιν.
既然这似乎是可能的,但何时如此却不明确,所以有些人甚至对圆和三角形也产生了困惑,认为不应该用线条和连续体来定义它们,而是说所有这些也和人的肉骨、雕像的青铜石头一样,只是质料;他们把一切都还原为数,并声称线的说明就是二的说明。
καὶ τῶν τὰς ἰδέας λεγόντων οἱ μὲν αὐτογραμμὴν τὴν δυάδα, οἱ δὲ τὸ εἶδος τῆς γραμμῆς, ἔνια μὲν γὰρ εἶναι τὸ αὐτὸ τὸ εἶδος καὶ οὗ τὸ εἶδος (οἷον δυάδα καὶ τὸ εἶδος δυάδος), ἐπὶ γραμμῆς δὲ οὐκέτι.
而在主张理念的人当中,有的把二本身当作自己线,有的则当作线的形相;因为他们认为,对于某些事物,形相与其所属者是相同的(例如二与二的形相),但对于线来说则不再如此。
συμβαίνει δὴ ἕν τε πολλῶν εἶδος εἶναι ὧν τὸ εἶδος φαίνεται ἕτερον (ὅπερ καὶ τοῖς Πυθαγορείοις συνέβαινεν), καὶ ἐνδέχεται ἓν πάντων ποιεῖν αὐτὸ εἶδος, τὰ δʼ ἄλλα μὴ εἴδη· καίτοι οὕτως ἓν πάντα ἔσται.
因此,结果是,对于形相看起来不同的许多事物,却只有一个形相(这也曾发生在毕达哥拉斯学派身上),并且有可能使一个形相成为一切事物的唯一形相,而其他东西则不是形相;然而这样一来,一切事物都将成为一体。
ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, καὶ διὰ τίνʼ αἰτίαν, εἴρηται· διὸ καὶ τὸ πάντα ἀνάγειν οὕτω καὶ ἀφαιρεῖν τὴν ὕλην περίεργον· ἔνια γὰρ ἴσως τόδʼ ἐν τῷδʼ ἐστὶν ἢ ὡδὶ ταδὶ ἔχοντα.
因此,关于定义的事项确实存在某种困难,其原因也已经说明了;因此,把一切事物都这样还原并剥离质料是多余的;因为某些事物也许就是存在于这之中的这,或者处于特定状态下的这些。
καὶ ἡ παραβολὴ ἡ ἐπὶ τοῦ ζῴου, ἣν εἰώθει λέγειν Σωκράτης ὁ νεώτερος, οὐ καλῶς ἔχει· ἀπάγει γὰρ ἀπὸ τοῦ ἀληθοῦς, καὶ ποιεῖ ὑπολαμβάνειν ὡς ἐνδεχόμενον εἶναι τὸν ἄνθρωπον ἄνευ τῶν μερῶν, ὥσπερ ἄνευ τοῦ χαλκοῦ τὸν κύκλον.
而对于动物的那个比喻,年轻的苏格拉底常说的那个,并不妥当;因为它偏离了真理,并使人以为人可以在没有这些部分的情况下存在,就像圆可以没有青铜而存在一样。
τὸ δʼ οὐχ ὅμοιον· αἰσθητὸν γάρ τι τὸ ζῷον, καὶ ἄνευ κινήσεως οὐκ ἔστιν ὁρίσασθαι, διὸ οὐδʼ ἄνευ τῶν μερῶν ἐχόντων πώς.
但情况并不相似;因为动物是某种感觉通道之物,不通过运动就无法定义,因此离开处于特定状态的部分也是无法定义的。
οὐ γὰρ πάντως τοῦ ἀνθρώπου μέρος ἡ χείρ, ἀλλʼ ἢ δυναμένη τὸ ἔργον ἀποτελεῖν, ὥστε ἔμψυχος οὖσα· μὴ ἔμψυχος δὲ οὐ μέρος.
因为并非任何状态下的手都是人的部分,而只有当它能够完成其功能,即具有灵魂时才是;不具有灵魂的手就不是部分。
περὶ δὲ τὰ μαθηματικὰ διὰ τί οὐκ εἰσὶ μέρη οἱ λόγοι τῶν λόγων, οἷον τοῦ κύκλου τὰ ἡμικύκλια;
但是,对于数学对象,为什么说明不是说明的部分,例如半圆的说明不是圆的说明的部分呢?