Humanitext Reader

亚里士多德 · 形而上学 §7.10#2

形相部分与质料部分的先后关系

第 75 段,共 159 段 · 希腊语

内容简介

亚里士多德区分了构成说明的形相部分与质料部分,指出形相部分(如灵魂或圆的本质)先于整体,而质料部分(如身体或个别物质)则后于整体。因此,他认为关于整体与部分的先后关系问题不能简单回答,而必须基于普遍形相与个别结合物的区分来加以阐明。

§7.10#2ὅσα μὲν γὰρ τοῦ λόγου μέρη καὶ εἰς ἃ διαιρεῖται ὁ λόγος, ταῦτα πρότερα ἢ πάντα ἢ ἔνια· ὁ δὲ τῆς ὀρθῆς λόγος οὐ διαιρεῖται εἰς ὀξείας λόγον, ἀλλʼ ὁ τῆς ὀξείας εἰς ὀρθήν· χρῆται γὰρ ὁ ὁριζόμενος τὴν ὀξεῖαν τῇ ὀρθῇ· "ἐλάττων" γὰρ "ὀρθῆς" ἡ ὀξεῖα.
因为凡是作为说明之部分、以及说明被分割成的那些东西,全部或其中一些是先在的;而直角的说明并不分割为锐角的说明,相反,锐角的说明却要分割为直角(的说明);因为定义锐角的人要使用直角;因为锐角就是“小于直角”的角。
ὁμοίως δὲ καὶ ὁ κύκλος καὶ τὸ ἡμικύκλιον ἔχουσιν· τὸ γὰρ ἡμικύκλιον τῷ κύκλῳ ὁρίζεται καὶ ὁ δάκτυλος τῷ ὅλῳ· "τὸ" γὰρ "τοιόνδε μέρος ἀνθρώπου" δάκτυλος.
同样,圆与半圆的关系也是如此;因为半圆是用圆来定义的,手指是用整体来定义的;因为手指就是“人的如此这般的部分”。
ὥσθʼ ὅσα μὲν μέρη ὡς ὕλη καὶ εἰς ἃ διαιρεῖται ὡς ὕλην, ὕστερα· ὅσα δὲ ὡς τοῦ λόγου καὶ τῆς οὐσίας τῆς κατὰ τὸν λόγον, πρότερα ἢ πάντα ἢ ἔνια.
因此,凡是作为质料的部分、以及作为质料被分割成的那些东西,都是后在的;而凡是作为说明的部分、以及作为符合说明的实体的部分,全部或其中一些则是先在的。
ἐπεὶ δὲ ἡ τῶν ζῴων ψυχή (τοῦτο γὰρ οὐσία τοῦ ἐμψύχου) ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματι (ἕκαστον γοῦν τὸ μέρος ἐὰν ὁρίζηται καλῶς, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται, ὃ οὐχ ὑπάρξει ἄνευ αἰσθήσεως), ὥστε τὰ ταύτης μέρη πρότερα ἢ πάντα ἢ ἔνια τοῦ συνόλου ζῴου, καὶ καθʼ ἕκαστον δὴ ὁμοίως, τὸ δὲ σῶμα καὶ τὰ τούτου μόρια ὕστερα ταύτης τῆς οὐσίας, καὶ διαιρεῖται εἰς ταῦτα ὡς εἰς ὕλην οὐχ ἡ οὐσία ἀλλὰ τὸ σύνολον,—τοῦ μὲν οὖν συνόλου πρότερα ταῦτʼ ἔστιν ὥς, ἔστι δʼ ὡς οὔ (οὐδὲ γὰρ εἶναι δύναται χωριζόμενα· οὐ γὰρ ὁ πάντως ἔχων δάκτυλος ζῴου, ἀλλʼ ὁμώνυμος ὁ τεθνεώς)· ἔνια δὲ ἅμα, ὅσα κύρια καὶ ἐν ᾧ πρώτῳ ὁ λόγος καὶ ἡ οὐσία, οἷον εἰ τοῦτο καρδία ἢ ἐγκέφαλος· διαφέρει γὰρ οὐθὲν πότερον τοιοῦτον.
既然动物的灵魂(因为这是有灵魂之物的实体)是符合说明的实体、是形相,也是如此这般身体的本质(因为,如果有人要正确地定义它的每一个部分,就不能脱离它的功能来定义它,而功能脱离感觉是不存在的),所以灵魂的部分全部或其中一些先于作为整体的动物,对于每一个个别情况显然也是如此;而身体和身体的各部分则后于这一实体,且被分割为这些(身体部分)作为质料的,不是实体,而是结合物,——因此,对于结合物而言, these(身体部分)在某种意义上是先在的,但在某种意义上则不然(因为它们在分离后甚至不能存在;因为并不是任何状态下的手指都是动物的手指,而死掉的手指只是同名异义的);但有些部分是同时存在的,即那些起主导作用的、且说明和实体首先驻留在其中的部分,例如这到底是心脏还是大脑;因为不管是哪一个是这样的,都没有什么不同。
ὁ δʼ ἄνθρωπος καὶ ὁ ἵππος καὶ τὰ οὕτως ἐπὶ τῶν καθʼ ἕκαστα, καθόλου δέ, οὐκ ἔστιν οὐσία ἀλλὰ σύνολόν τι ἐκ τουδὶ τοῦ λόγου καὶ τησδὶ τῆς ὕλης ὡς καθόλου· καθʼ ἕκαστον δʼ ἐκ τῆς ἐσχάτης ὕλης ὁ Σωκράτης ἤδη ἐστίν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
至于“人”和“马”以及类似这样针对个别事物、但作为普遍者来说的东西,并不是实体,而是由这一说明和这一质料作为普遍者构成的某种结合物;但就个别而言,苏格拉底已经是由于最末质料构成的,其他事物也是如此。
—μέρος μὲν οὖν ἐστὶ καὶ τοῦ εἴδους (εἶδος δὲ λέγω τὸ τί ἦν εἶναι) καὶ τοῦ συνόλου τοῦ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης καὶ τῆς ὕλης αὐτῆς.
——因此,部分既是形相(我所说的形相是指本质)的部分,也是由形相与质料构成的结合物的部分,又是质料本身的部分。
ἀλλὰ τοῦ λόγου μέρη τὰ τοῦ εἴδους μόνον ἐστίν, ὁ δὲ λόγος ἐστὶ τοῦ καθόλου· τὸ γὰρ κύκλῳ εἶναι καὶ κύκλος καὶ ψυχῇ εἶναι καὶ ψυχὴ ταὐτό.
但是,说明的部分仅仅是形相的部分,而说明是针对普遍者的;因为“作为圆的存在”与“圆”、“作为灵魂的存在”与“灵魂”是相同的。
τοῦ δὲ συνόλου ἤδη, οἷον κύκλου τουδὶ καὶ τῶν καθʼ ἕκαστά τινος ἢ αἰσθητοῦ ἢ νοητοῦ—λέγω δὲ νοητοὺς μὲν οἷον τοὺς μαθηματικούς, αἰσθητοὺς δὲ οἷον τοὺς χαλκοῦς καὶ τοὺς ξυλίνους—τούτων δὲ οὐκ ἔστιν ὁρισμός, ἀλλὰ μετὰ νοήσεως ἢ αἰσθήσεως γνωρίζονται, ἀπελθόντες δὲ ἐκ τῆς ἐντελεχείας οὐ δῆλον πότερον εἰσὶν ἢ οὐκ εἰσίν· ἀλλʼ ἀεὶ λέγονται καὶ γνωρίζονται τῷ καθόλου λόγῳ.
但对于已经结合在一起的东西,例如这个圆以及某个个别的事物(无论是感觉的还是理知的——我所说的理知的是指例如数学上的圆,感觉的是指例如青铜的和木头的圆)——这些东西是没有定义的,而是通过理知或感觉被认识,并且当它们脱离现实活性时,它们是否存在并不清楚;但它们总是通过普遍的说明被表述和认识。
ἡ δʼ ὕλη ἄγνωστος καθʼ αὑτήν.
而质料本身是不可知的。
ὕλη δὲ ἡ μὲν αἰσθητή ἐστιν ἡ δὲ νοητή, αἰσθητὴ μὲν οἷον χαλκὸς καὶ ξύλον καὶ ὅση κινητὴ ὕλη, νοητὴ δὲ ἡ ἐν τοῖς αἰσθητοῖς ὑπάρχουσα μὴ ᾗ αἰσθητά, οἷον τὰ μαθηματικά.
而质料有的是感觉的,有的是理知的;感觉的如青铜、木头以及所有可运动的质料,理知的则是存在于感觉事物之中、但并非作为感觉事物而存在的东西,例如数学对象。
πῶς μὲν οὖν ἔχει περὶ ὅλου καὶ μέρους καὶ περὶ τοῦ προτέρου καὶ ὑστέρου, εἴρηται· πρὸς δὲ τὴν ἐρώτησιν ἀνάγκη ἀπαντᾶν, ὅταν τις ἔρηται πότερον ἡ ὀρθὴ καὶ ὁ κύκλος καὶ τὸ ζῷον πρότερον ἢ εἰς ἃ διαιροῦνται καὶ ἐξ ὧν εἰσί, τὰ μέρη, ὅτι οὐχ ἁπλῶς.
因此,关于整体与部分,以及关于先在与后在的关系,已经说明了;但是,当有人问起:直角、圆以及动物,是否先于它们所分割成的、以及由之构成的那些部分时,我们必须回答说,不能简单地回答。
εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ ζῷον ἢ ἔμψυχον, ἢ ἕκαστον ἡ ἑκάστου, καὶ κύκλος τὸ κύκλῳ εἶναι, καὶ ὀρθὴ τὸ ὀρθῇ εἶναι καὶ ἡ οὐσία ἡ τῆς ὀρθῆς, τὶ μὲν καὶ τινὸς φατέον ὕστερον, οἷον τῶν ἐν τῷ λόγῳ καὶ τινὸς ὀρθῆς (καὶ γὰρ ἡ μετὰ τῆς ὕλης, ἡ χαλκῆ ὀρθή, καὶ ἡ ἐν ταῖς γραμμαῖς ταῖς καθʼ ἕκαστα), ἡ δʼ ἄνευ ὕλης τῶν μὲν ἐν τῷ λόγῳ ὑστέρα τῶν δʼ ἐν τῷ καθʼ ἕκαστα μορίων προτέρα, ἁπλῶς δʼ οὐ φατέον· εἰ δʼ ἑτέρα καὶ μὴ ἔστιν ἡ ψυχὴ ζῷον, καὶ οὕτω τὰ μὲν φατέον τὰ δʼ οὐ φατέον, ὥσπερ εἴρηται.
因为,如果灵魂就是动物或有灵魂之物,或者每一个灵魂就是每一个生物,而圆就是“作为圆的存在”,直角就是“作为直角的存在”以及直角的实体,那么我们必须说,在某种意义上它对于某些事物是后在的,例如对于说明中的那些东西,以及对于某个特定的直角(因为也存在着结合质料的直角,如青铜直角,以及存在于个别线条中的直角);而没有质料的那个(直角),比起说明中的某些部分是后在的,但比起个别事物中的部分则是先在的,但在绝对意义上则不能这样说;而如果灵魂与动物不同,且灵魂不是动物,那么即使如此,我们也必须说,有些是这样而有些不是这样,正如已经说明的那样。

词汇与语法注释

  1. 1035b3ὅσα μὲν γὰρ τοῦ λόγου μέρη — τοῦ λόγου 为属格(所有属格或关联属格),修饰 μέρη,意为“说明(公式)的部分”。主句主语 ταῦτα 指代由 ὅσα 引导的整个关系从句,与谓语比较级 πρότερα 共同表明,构成定义的要素在逻辑上先于整体。
  2. 1035b14ἐπεὶ δὲ ἡ τῶν ζῴων ψυχή — 这是一个由 ἐπεὶ δὲ(既然……)引导的极长从句,一直延伸至 1035b22 的 τὸ σύνολον。从灵魂(ψυχή)是生物的实体与形相这一前提中,推导出其部分(灵魂的部分)先于结合物(整个动物)的结论(由 ὥστε 引导的从句),并由此连接到 1035b22 开始的主句(τοῦ μὲν οὖν συνόλου πρότερα……)。理清这一宏大的句法结构是理解本文的关键。
  3. 1036a1τὸ γὰρ κύκλῳ εἶναι καὶ κύκλος — 带冠词与格不定式结构“τὸ ... εἶναι”是亚里士多德常用的表达本质的句式。此处 τὸ κύκλῳ εἶναι(圆的本质 / 作为圆的存在)与 κύκλος(圆这一普遍形相)并列,并被表述为“相同(ταὐτό)”。对于灵魂(ψυχῇ εἶναι 与 ψυχή)也作了相同的并列与等同。
  4. 1036a21τῶν μὲν ἐν τῷ λόγῳ ὑστέρα τῶν δʼ ἐν τῷ καθʼ ἕκαστα μορίων προτέρα — 本句阐明了不带质料的定义上的直角(ἡ δʼ ἄνευ ὕλης)的先后关系。比较级 ὑστέρα 和 προτέρα 分别支配比较属格。即,比起说明中的要素(τῶν μὲν ἐν τῷ λόγῳ)它是“后在的”(ὑστέρα),但比起个别实例中的部分(τῶν δʼ ἐν τῷ καθʼ ἕκαστα μορίων)则是“先在的”(προτέρα)。

引用这一段

亚里士多德, 形而上学 §7.10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。