Humanitext Reader

亚里士多德 · 形而上学 §6.3-6.4

偶然原因的有限性与排除作为真的存在

第 63 段,共 159 段 · 希腊语

内容简介

亚里士多德论证了偶然原因的追溯止于有限起点以规避决定论,并将存在于思想中的“作为真的存在”与“偶性存在”排除在本体论之外,进而转向对存在自身的研究。

§6.3ὅτι δʼ εἰσὶν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, φανερόν.
显然,存在着一些生成和消灭的起点和原因,它们自身并不经历生成和消灭的过程。
εἰ γὰρ μὴ τοῦτʼ, ἐξ ἀνάγκης πάντʼ ἔσται, εἰ τοῦ γιγνομένου καὶ φθειρομένου μὴ κατὰ συμβεβηκὸς αἴτιόν τι ἀνάγκη εἶναι.
因为如果不是这样,一切都将是出于必然,如果对于生成和消灭的事物,必然存在某种非偶性的原因的话。
πότερον γὰρ ἔσται τοδὶ ἢ οὔ;
因为“这件事情会发生还是不会发生呢?
ἐάν γε τοδὶ γένηται· εἰ δὲ μή, οὔ.
”如果“这件事情生成了”就会发生;如果“不”,就不会发生。
τοῦτο δὲ ἐὰν ἄλλο.
而这件事情又取决于如果“另一件事情发生”。
καὶ οὕτω δῆλον ὅτι ἀεὶ χρόνου ἀφαιρουμένου ἀπὸ πεπερασμένου χρόνου ἥξει ἐπὶ τὸ νῦν, ὥστε ὁδὶ ἀποθανεῖται βίᾳ, ἐάν γε ἐξέλθῃ· τοῦτο δὲ ἐὰν διψήσῃ· τοῦτο δὲ ἐὰν ἄλλο· καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, ἢ εἰς τῶν γεγονότων τι.
这样显然,通过不断从有限的时间中减去时间,就会到达现在,结果是,这个人将因暴力而死,如果他外出的话;而这又取决于如果他口渴;这又取决于如果别的什么;这样就会到达现在已经存在的事物,或者已经发生的事物之一。
οἷον ἐὰν διψήσῃ· τοῦτο δὲ εἰ ἐσθίει δριμέα· τοῦτο δʼ ἤτοι ὑπάρχει ἢ οὔ· ὥστʼ ἐξ ἀνάγκης ἀποθανεῖται ἢ οὐκ ἀποθανεῖται.
例如,如果他口渴;而这又取决于如果他吃辛辣的食物;这要么是现有的,要么不是;因此他将必然死或者不死。
ὁμοίως δὲ κἂν ὑπερπηδήσῃ τις εἰς τὰ γενόμενα, ὁ αὐτὸς λόγος· ἤδη γὰρ ὑπάρχει τοῦτο ἔν τινι, λέγω δὲ τὸ γεγονός·
同样,如果有人跳跃到已经发生的事物,同样的论点也适用;因为这已经存在于某物之中,我是指已经发生的事实。
ἐξ ἀνάγκης ἄρα πάντα ἔσται τὰ ἐσόμενα, οἷον τὸ ἀποθανεῖν τὸν ζῶντα· ἤδη γάρ τι γέγονεν, οἷον τὰ ἐναντία ἐν τῷ αὐτῷ.
因此,将要发生的一切都将是出于必然,例如活人必死;因为有些事情已经发生,例如在同一个体中的相反者。
ἀλλʼ εἰ νόσῳ ἢ βίᾳ, οὔπω, ἀλλʼ ἐὰν τοδὶ γένηται.
但是,是死于疾病还是暴力,这尚未确定,而只是取决于如果“这件事情”发生。
δῆλον ἄρα ὅτι μέχρι τινὸς βαδίζει ἀρχῆς, αὕτη δʼ οὐκέτι εἰς ἄλλο.
显然,这追溯到某个起点,而这个起点不再追溯到其他事物。
ἔσται οὖν ἡ τοῦ ὁπότερʼ ἔτυχεν αὕτη, καὶ αἴτιον τῆς γενέσεως αὐτῆς ἄλλο οὐθέν.
因此,这个起点将是“碰巧如此者”的起点,并且它生成没有其他的原因。
ἀλλʼ εἰς ἀρχὴν ποίαν καὶ αἴτιον ποῖον ἡ ἀναγωγὴ ἡ τοιαύτη, πότερον ὡς εἰς ὕλην ἢ ὡς εἰς τὸ οὗ ἕνεκα ἢ ὡς εἰς τὸ κινῆσαν, μάλιστα σκεπτέον.
但是,这种还原是还原到何种起点和何种原因,是作为质料,还是作为目的,还是作为动因,必须特别予以考察。
§6.4περὶ μὲν οὖν τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀφείσθω (διώρισται γὰρ ἱκανῶς)· τὸ δὲ ὡς ἀληθὲς ὄν, καὶ μὴ ὂν ὡς ψεῦδος, ἐπειδὴ παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, τὸ δὲ σύνολον περὶ μερισμὸν ἀντιφάσεως (τὸ μὲν γὰρ ἀληθὲς τὴν κατάφασιν ἐπὶ τῷ συγκειμένῳ ἔχει τὴν δʼ ἀπόφασιν ἐπὶ τῷ διῃρημένῳ, τὸ δὲ ψεῦδος τούτου τοῦ μερισμοῦ τὴν ἀντίφασιν· πῶς δὲ τὸ ἅμα ἢ τὸ χωρὶς νοεῖν συμβαίνει, ἄλλος λόγος, λέγω δὲ τὸ ἅμα καὶ τὸ χωρὶς ὥστε μὴ τὸ ἐφεξῆς ἀλλʼ ἕν τι γίγνεσθαἰ· οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν, οἷον τὸ μὲν ἀγαθὸν ἀληθὲς τὸ δὲ κακὸν εὐθὺς ψεῦδος, ἀλλʼ ἐν διανοίᾳ, περὶ δὲ τὰ ἁπλᾶ καὶ τὰ τί ἐστιν οὐδʼ ἐν διανοίᾳ· —ὅσα μὲν οὖν δεῖ θεωρῆσαι περὶ τὸ οὕτως ὂν καὶ μὴ ὄν, ὕστερον ἐπισκεπτέον·
因此,关于偶性之存在就且搁下不提(因为已经得到了充分的规定);而关于作为真理的存在,以及作为虚妄的非存在,既然它们取决于结合和分离,而整体上关乎矛盾的划分(因为真在肯定结合的事物,在否定分离的事物,而假则具有这种划分的矛盾;至于如何发生同时或分开思考,则是另一个问题,我所说的“同时”和“分开”不是相继,而是使其成为某种统一体);因为假与真并不在事物中——例如善是真而恶立即是假——而是在理智中,甚至对于单纯的事物和“是什么”,理智中也并不存在;——因此,关于这样存在和非存在所必须考察的一切,以后必须加以审查。
ἐπεὶ δὲ ἡ συμπλοκή ἐστιν καὶ ἡ διαίρεσις ἐν διανοίᾳ ἀλλʼ οὐκ ἐν τοῖς πράγμασι, τὸ δʼ οὕτως ὂν ἕτερον ὂν τῶν κυρίως (ἢ γὰρ τὸ τί ἐστιν ἢ ὅτι ποιὸν ἢ ὅτι ποσὸν ἤ τι ἄλλο συνάπτει ἢ ἀφαιρεῖ ἡ διάνοιἀ, τὸ μὲν ὡς συμβεβηκὸς καὶ τὸ ὡς ἀληθὲς ὂν ἀφετέον—τὸ γὰρ αἴτιον τοῦ μὲν ἀόριστον τοῦ δὲ τῆς διανοίας τι πάθος, καὶ ἀμφότερα περὶ τὸ λοιπὸν γένος τοῦ ὄντος, καὶ οὐκ ἔξω δηλοῦσιν οὖσάν τινα φύσιν τοῦ ὄντος—διὸ ταῦτα μὲν ἀφείσθω, σκεπτέον δὲ τοῦ ὄντος αὐτοῦ τὰ αἴτια καὶ τὰς ἀρχὰς ᾗ ὄν.
但是,既然结合和分离是在理智中而不是在事物中,并且这样存在不同于严格意义上的存在(因为理智要么结合,要么去掉“是什么”,或者某种性质、数量或其他东西),那么作为偶性的存在和作为真理的存在都必须予以搁置——因为前者的原因是不确定的,而后者的原因是理智的某种受动,且两者都属于存在的其余类,并不表明在外部存在某种存在的本性——因此,这些且搁下不提,而必须考察存在自身作为存在的因和起点。

词汇与语法注释

  1. 1027a29γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι — “在不经历生成和消灭过程的情况下,(起点和原因)生成和消灭”。这指的是原因自身是突发性地产生或消失的,而不需要在它之前有一个无限追溯的物理生成或消灭的过程。
  2. 1027b11αὕτη δʼ οὐκέτι εἰς ἄλλο — “而这个起点不再追溯到其他事物”。这表明因果关系的追溯在此终止,这个最后的起点(动因等)构成了偶然性或“碰巧如此者”的直接原因。
  3. 1027b17τὸ δὲ ὡς ἀληθὲς ὄν — 该句作为主语,构成了一个巨大的无主句或破格现象(anacoluthon)。在提出“作为真的存在”后,插入了长篇的讨论(如 1027b29 的 ἐπειδὴ δὲ... ),最终直到 1027b33 的“作为偶性的存在和作为真理的存在都必须予以搁置”处才得以收尾。

引用这一段

亚里士多德, 形而上学 §6.3-6.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:6.3-6.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。