Humanitext Reader

亚里士多德 · 形而上学 §6.2#1

偶性存在的性质及其在科学中的排除

第 61 段,共 159 段 · 希腊语

内容简介

在梳理了存在的各种含义(偶性、真伪、范畴、潜能与现实)后,本章转向讨论“偶性的存在”。文中指出偶性存在不能成为任何科学的对象,在性质上接近于非存在,并开始探究偶性的本性与产生原因。

§6.2#1ἀλλʼ ἐπεὶ τὸ ὂν τὸ ἁπλῶς λεγόμενον λέγεται πολλαχῶς, ὧν ἓν μὲν ἦν τὸ κατὰ συμβεβηκός, ἕτερον δὲ τὸ ὡς ἀληθές, καὶ τὸ μὴ ὂν ὡς τὸ ψεῦδος, παρὰ ταῦτα δʼ ἐστὶ τὰ σχήματα τῆς κατηγορίας (οἷον τὸ μὲν τί, τὸ δὲ ποιόν, τὸ δὲ ποσόν, τὸ δὲ πού, τὸ δὲ ποτέ, καὶ εἴ τι ἄλλο σημαίνει τὸν τρόπον τοῦτον), ἔτι παρὰ ταῦτα πάντα τὸ δυνάμει καὶ ἐνεργείᾳ· —ἐπεὶ δὴ πολλαχῶς λέγεται τὸ ὄν, πρῶτον περὶ τοῦ κατὰ συμβεβηκὸς λεκτέον, ὅτι οὐδεμία ἐστὶ περὶ αὐτὸ θεωρία.
但是,由于端地被叙述的存在是以多种方式被叙述的,其中之一是偶性的存在,另一个是作为真而言的存在(以及作为假而言的非存在),除此以外还有范畴的诸形态(例如“是什么”、“性质”、“数量”、“何处”、“何时”,以及任何其他以此种方式表示的东西),而在这一切之外,还有在潜能和在现实中的存在;——既然存在是以多种方式被叙述的,首先必须论述关于偶性的存在,即关于它不存在任何观照。
σημεῖον δέ· οὐδεμιᾷ γὰρ ἐπιστήμῃ ἐπιμελὲς περὶ αὐτοῦ οὔτε πρακτικῇ οὔτε ποιητικῇ οὔτε θεωρητικῇ.
其证据在于:没有任何一门科学——无论是实践的、制作的还是观照的——会去关注它。
οὔτε γὰρ ὁ ποιῶν οἰκίαν ποιεῖ ὅσα συμβαίνει ἅμα τῇ οἰκίᾳ γιγνομένῃ (ἄπειρα γάρ ἐστιν· τοῖς μὲν γὰρ ἡδεῖαν τοῖς δὲ βλαβερὰν τοῖς δʼ ὠφέλιμον οὐθὲν εἶναι κωλύει τὴν ποιηθεῖσαν, καὶ ἑτέραν ὡς εἰπεῖν πάντων τῶν ὄντων· ὧν οὐθενός ἐστιν ἡ οἰκοδομικὴ ποιητικἤ, τὸν αὐτὸν δὲ τρόπον οὐδʼ ὁ γεωμέτρης θεωρεῖ τὰ οὕτω συμβεβηκότα τοῖς σχήμασιν, οὐδʼ εἰ ἕτερόν ἐστι τρίγωνον καὶ τρίγωνον δύο ὀρθὰς ἔχον.
因为建房者并不制作那些在房屋建造过程中同时发生的所有事情(因为这些是无限的;因为没有任何东西能阻止建成的房屋对某些人是愉快的,对另一些人是有害的,而对其他一些人是有益的,并且可以说是与所有存在之物都不同的;而对于其中任何一样,建筑术都不是其制作科学);同样,几何学家也不观照那些如此偶性地属于图形的属性,也不观照“三角形”与“具有两个直角的三角形”是否是不同的事物。
καὶ τοῦτʼ εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ συμβεβηκός ἐστιν.
而这是合乎情理的;因为偶性仿佛只是一个名称。
διὸ Πλάτων τρόπον τινὰ οὐ κακῶς τὴν σοφιστικὴν περὶ τὸ μὴ ὂν ἔταξεν.
因此,柏拉图在某种意义上并非不恰当地将诡辩术归于关于非存在的研究。
εἰσὶ γὰρ οἱ τῶν σοφιστῶν λόγοι περὶ τὸ συμβεβηκὸς ὡς εἰπεῖν μάλιστα πάντων, πότερον ἕτερον ἢ ταὐτὸν μουσικὸν καὶ γραμματικόν, καὶ μουσικὸς Κορίσκος καὶ Κορίσκος, καὶ εἰ πᾶν ὃ ἂν ᾖ, μὴ ἀεὶ δέ, γέγονεν, ὥστʼ εἰ μουσικὸς ὢν γραμματικὸς γέγονε, καὶ γραμματικὸς ὢν μουσικός, καὶ ὅσοι δὴ ἄλλοι τοιοῦτοι τῶν λόγων εἰσίν· φαίνεται γὰρ τὸ συμβεβηκὸς ἐγγύς τι τοῦ μὴ ὄντος.
因为诡辩家们的论辩,可以说是最主要是围绕偶性展开的:例如“懂音乐的”和“懂语法的”是不同还是相同,“懂音乐的科里斯库斯”和“科里斯库斯”是否相同,以及是否凡是存在但非始终存在的东西都是生成出来的,从而如果一个懂音乐的人变成了懂语法的,或者一个懂语法的人变成了懂音乐的,以及其他所有诸如此类的论辩;因为偶性似乎是某种接近于非存在的东西。
δῆλον δὲ καὶ ἐκ τῶν τοιούτων λόγων· τῶν μὲν γὰρ ἄλλον τρόπον ὄντων ἔστι γένεσις καὶ φθορά, τῶν δὲ κατὰ συμβεβηκὸς οὐκ ἔστιν.
这从以下论辩中也可以清楚看出:因为以其他方式存在的事物有生成和消灭,但由于偶性而存在的事物却没有。
ἀλλʼ ὅμως λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ἐφʼ ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτοῦ καὶ διὰ τίνʼ αἰτίαν ἔστιν· ἅμα γὰρ δῆλον ἴσως ἔσται καὶ διὰ τί ἐπιστήμη οὐκ ἔστιν αὐτοῦ.
但尽管如此,我们仍须在可能的范围内进一步讨论偶性,它的本性是什么,以及它是因为什么原因而存在的;因为与此同时,也许为什么没有关于它的科学也会变得清晰。
—ἐπεὶ οὖν ἐστὶν ἐν τοῖς οὖσι τὰ μὲν ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἐξ ἀνάγκης, οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ἀλλʼ ἣν λέγομεν τῷ μὴ ἐνδέχεσθαι ἄλλως, τὰ δʼ ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδʼ ἀεί, ὡς δʼ ἐπὶ τὸ πολύ, αὕτη ἀρχὴ καὶ αὕτη αἰτία ἐστὶ τοῦ εἶναι τὸ συμβεβηκός·
既然在存在之物中,有些是始终保持同样状态且出于必然的(这不是指因暴力而被叙述的必然,而是指由于不能是其他样子而被我们所说的必然),而另一些则既非出于必然也非始终如此,而是通常如此,这就是偶性存在的原理和原因;

词汇与语法注释

  1. 1026b7οὐθὲν εἶναι κωλύει τὴν ποιηθεῖσαν — οὐθέν 是无人称动词 κωλύει(妨碍、阻止)的主语(“没有任何事物阻止”),而 τὴν ποιηθεῖσαν(已被建成的房屋)则是不定式 εἶναι(是、处于某种状态)的宾格主语。整个“宾格加不定式”结构充当 κωλύει 的补足语。
  2. 1026b18εἰ πᾶν ὃ ἂν ᾖ, μὴ ἀεὶ δέ, γέγονεν — 关系从句 ὃ ἂν ᾖ 具有泛指关系从句的功能(“任何存在的事物”),带有条件语气。插入语 μὴ ἀεὶ δέ 是个省略结构,意为“但并非始终(存在)”,起限定作用。在由 εἰ 引导的间接疑问句中,主语是 πᾶν,主要动词是 γέγονεν。

引用这一段

亚里士多德, 形而上学 §6.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:6.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。