Humanitext Reader

亚里士多德 · 形而上学 §6.2#2

偶性的定义与偶性科学的不可能性

第 62 段,共 159 段 · 希腊语

内容简介

亚里士多德将“偶性”定义为既非始终如此、也非通常如此的事物,并指出其原因在于能够以其他方式存在的“质料”。同时他论证道,由于一切科学都只研究始终如此或通常如此的事物,因此不存在关于偶性的科学。

§6.2#2ὃ γὰρ ἂν ᾖ μήτʼ ἀεὶ μήθʼ ὡς ἐπὶ τὸ πολύ, τοῦτό φαμεν συμβεβηκὸς εἶναι.
因为,凡是既非始终如此、也非通常如此的东西,我们便说它是偶性的。
οἷον ἐπὶ κυνὶ ἂν χειμὼν γένηται καὶ ψῦχος, τοῦτο συμβῆναί φαμεν, ἀλλʼ οὐκ ἂν πνῖγος καὶ ἀλέα, ὅτι τὸ μὲν ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ τὸ δʼ οὔ.
例如,如果在三伏天发生了风暴和寒冷,我们说这是偶发的,但如果是发生了闷热和暑气,我们就不这样说,因为后者是始终或通常如此的,而前者则不然。
καὶ τὸν ἄνθρωπον λευκὸν εἶναι συμβέβηκεν (οὔτε γὰρ ἀεὶ οὔθʼ ὡς ἐπὶ τὸ πολὔ, ζῷον δʼ οὐ κατὰ συμβεβηκός.
同样,人是白色的也是偶性的(因为这既非始终如此,也非通常如此),本性上人是动物则不是由于偶性。
καὶ τὸ ὑγιάζειν δὲ τὸν οἰκοδόμον συμβεβηκός, ὅτι οὐ πέφυκε τοῦτο ποιεῖν οἰκοδόμος ἀλλὰ ἰατρός, ἀλλὰ συνέβη ἰατρὸν εἶναι τὸν οἰκοδόμον.
而且,建房者治病也是偶性的,因为本性上并非建房者而是医生做这件事,只是碰巧这个建房者也是个医生。
καὶ ὀψοποιὸς ἡδονῆς στοχαζόμενος ποιήσειεν ἄν τι ὑγιεινόν, ἀλλʼ οὐ κατὰ τὴν ὀψοποιητικήν· διὸ συνέβη, φαμέν, καὶ ἔστιν ὡς ποιεῖ, ἁπλῶς δʼ οὔ.
同样,一个旨在提供美味的厨师也许会做出某种有利于健康的东西,但这不是根据烹饪术做出来的;因此我们说,“这只是碰巧发生了”,并且在某种意义上他是做出了这种东西,但并非端地做出来的。
τῶν μὲν γὰρ ἄλλων δυνάμεις εἰσὶν αἱ ποιητικαί, τῶν δʼ οὐδεμία τέχνη οὐδὲ δύναμις ὡρισμένη· τῶν γὰρ κατὰ συμβεβηκὸς ὄντων ἢ γιγνομένων καὶ τὸ αἴτιόν ἐστι κατὰ συμβεβηκός.
因为对于其他事物,存在着制作性的能力,但对于这些偶性,则不存在确定的技术或能力;因为由于偶性而存在或生成的事物,其原因也是偶性的。
ὥστʼ ἐπεὶ οὐ πάντα ἐστὶν ἐξ ἀνάγκης καὶ ἀεὶ ἢ ὄντα ἢ γιγνόμενα, ἀλλὰ τὰ πλεῖστα ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη εἶναι τὸ κατὰ συμβεβηκὸς ὄν·
因此,既然并非所有事物都是出于必然且始终存在的,而是大多数事物通常如此,那么由于偶性而存在的东西就必然存在。
οἷον οὔτʼ ἀεὶ οὔθʼ ὡς ἐπὶ τὸ πολὺ ὁ λευκὸς μουσικός ἐστιν, ἐπεὶ δὲ γίγνεταί ποτε, κατὰ συμβεβηκὸς ἔσται (εἰ δὲ μή, πάντʼ ἔσται ἐξ ἀνάγκης)·
例如,一个白人既非始终也非通常是懂音乐的,但既然他有时会变成这样,这就会是由于偶性(否则,一切都将出于必然)。
ὥστε ἡ ὕλη ἔσται αἰτία ἡ ἐνδεχομένη παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἄλλως τοῦ συμβεβηκότος.
因此,那能够在大抵通常之外而以其他方式存在的质料,将是偶性存在的原因。
ἀρχὴν δὲ τηνδὶ ληπτέον, πότερον οὐδέν ἐστιν οὔτʼ αἰεὶ οὔθʼ ὡς ἐπὶ τὸ πολύ.
但是我们必须确立这样一个起点:是否没有任何事物是既非始终又非通常如此的呢?
ἢ τοῦτο ἀδύνατον;
还是这是不可能的呢?
ἔστιν ἄρα τι παρὰ ταῦτα τὸ ὁπότερʼ ἔτυχε καὶ κατὰ συμβεβηκός.
那么,在这些之外,必定存在着某种碰巧如此和由于偶性的事物。
ἀλλὰ πότερον τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ δʼ ἀεὶ οὐθενὶ ὑπάρχει, ἢ ἔστιν ἄττα ἀΐδια;
但是,是否只有通常如此的事物,而始终如此的属性不属于任何事物,或者是否存在着某些永恒的事物?
περὶ μὲν οὖν τούτων ὕστερον σκεπτέον, ὅτι δʼ ἐπιστήμη οὐκ ἔστι τοῦ συμβεβηκότος φανερόν·
关于这些问题,我们以后必须加以考察。
ἐπιστήμη μὲν γὰρ πᾶσα ἢ τοῦ ἀεὶ ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ—πῶς γὰρ ἢ μαθήσεται ἢ διδάξει ἄλλον;
但是,显而易见,并不存在关于偶性的科学;因为一切科学要么是关于始终如此的事物,要么是关于通常如此的事物的——否则,人将如何学习或教授他人呢?
δεῖ γὰρ ὡρίσθαι ἢ τῷ ἀεὶ ἢ τῷ ὡς ἐπὶ τὸ πολύ, οἷον ὅτι ὠφέλιμον τὸ μελίκρατον τῷ πυρέττοντι ὡς ἐπὶ τὸ πολύ—τὸ δὲ παρὰ τοῦτο οὐχ ἕξει λέγειν, πότε οὔ, οἷον νουμηνίᾳ· ἢ γὰρ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ τῇ νουμηνίᾳ· τὸ δὲ συμβεβηκός ἐστι παρὰ ταῦτα.
因为学问必须由“始终如此”或“通常如此”来限定,例如:蜜水对发烧患者通常是有益的——但除此以外的例外,人们将无法说明何时不是如此,例如在“新月之日”;因为“在新月之日”这一条件也必须要么是始终如此,要么是通常如此的;而偶性则是在这些之外的。
τί μὲν οὖν ἐστὶ τὸ συμβεβηκὸς καὶ διὰ τίνʼ αἰτίαν καὶ ὅτι ἐπιστήμη οὐκ ἔστιν αὐτοῦ, εἴρηται.
因此,偶性是什么,由于什么原因,以及为什么没有关于它的科学,已经说完了。

词汇与语法注释

  1. 32ἐπὶ κυνὶ — 前置词 ἐπί 接与格,在此处表示时间,“在……时期”。名词 κύων(犬)指大犬座的主星天狼星(Sirius),这里指天狼星与太阳同时升起的“盛夏最炎热的时期(三伏天、大犬座时期)”。在盛夏出现寒流被作为偶性发生的一个例子。
  2. 5ἔστιν ὡς ποιεῖ — 带有关系副词 ὡς 的无人称表达 ἔστιν ὡς 意为“有某种方式……”或“在某种意义上……”。这里对于意外做出健康食物的厨师表达了一种限定性的肯定:“在某种意义上是他做出了(健康食物),但并非端地做出”,因为这并非源于烹饪术这一本质性且确定的能力。
  3. 15ἡ ὕλη ἔσται αἰτία ἡ ἐνδεχομένη παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἄλλως τοῦ συμβεβηκότος — 这是一个具有复杂修饰结构的句子。主语是 ὕλη(质料),由带有定冠词的分词短语 ἡ ἐνδεχομένη ... ἄλλως(能够以其他方式存在的[质料])所修饰。介词短语 παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ(在大抵通常之外)修饰副词 ἄλλως(以其他方式),使得整个主语的意思是“能够在大抵通常之外而以其他方式存在的质料”。属格的 τοῦ συμβεβηκότος 则修饰名词 αἰτία(原因)。
  4. 25τὸ δὲ παρὰ τοῦτο οὐχ ἕξει λέγειν — 动词 ἕξει(ἔχω 的第三人称单数将来时)与不定式 λέγειν 连用,表示可能或能力(“将能够说明”)。其主语在上下文语境中省略,指前文提到的“教授者/学习者”等人类主体,或者是拟人化的“科学(知识)”。宾格短语 τὸ παρὰ τοῦτο(在这[始终或通常]之外、偏离正常规律的事物)作为 λέγειν 的直接宾语。

引用这一段

亚里士多德, 形而上学 §6.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:6.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。