§6.1αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται τῶν ὄντων, δῆλον δὲ ὅτι ᾗ ὄντα.
人们在探求存在之物的原理和原因,显而易见,是在探求它们作为存在之物而言的原理和原因。
ἔστι γάρ τι αἴτιον ὑγιείας καὶ εὐεξίας, καὶ τῶν μαθηματικῶν εἰσὶν ἀρχαὶ καὶ στοιχεῖα καὶ αἴτια, καὶ ὅλως δὲ πᾶσα ἐπιστήμη διανοητικὴ ἢ μετέχουσά τι διανοίας περὶ αἰτίας καὶ ἀρχάς ἐστιν ἢ ἀκριβεστέρας ἢ ἁπλουστέρας.
因为健康和良好的体质有其原因,数学对象也有其原理、元素和原因,总之,一切理智的科学,或者在某种程度上参与理智的科学,都是关于原因和原理的,或者是更精确的,或者是更简单的。
ἀλλὰ πᾶσαι αὗται περὶ ὄν τι καὶ γένος τι περιγραψάμεναι περὶ τούτου πραγματεύονται, ἀλλʼ οὐχὶ περὶ ὄντος ἁπλῶς οὐδὲ ᾗ ὄν, οὐδὲ τοῦ τί ἐστιν οὐθένα λόγον ποιοῦνται, ἀλλʼ ἐκ τούτου, αἱ μὲν αἰσθήσει ποιήσασαι αὐτὸ δῆλον αἱ δʼ ὑπόθεσιν λαβοῦσαι τὸ τί ἐστιν, οὕτω τὰ καθʼ αὑτὰ ὑπάρχοντα τῷ γένει περὶ ὅ εἰσιν ἀποδεικνύουσιν ἢ ἀναγκαιότερον ἢ μαλακώτερον·
但是,所有这些科学都只是划定存在之物的某一个领域或某一个族类,并围绕其进行研究,而不是关于绝对的存在,也不是关于作为存在的存在,它们也完全不说明其“是什么”,而是以此为出发点——有的通过感觉使其显明,有的将“是什么”作为假设——从而证明那些自体地属于它们所研究的族类的属性,或者用较必然的方式,或者用较粗略的方式。
διόπερ φανερὸν ὅτι οὐκ ἔστιν ἀπόδειξις οὐσίας οὐδὲ τοῦ τί ἐστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς, ἀλλά τις ἄλλος τρόπος τῆς δηλώσεως.
因此,显而易见,从这种归纳中无法得出实体的证明或“是什么”的证明,而只能通过某种其他的开示方式。
ὁμοίως δὲ οὐδʼ εἰ ἔστιν ἢ μὴ ἔστι τὸ γένος περὶ ὃ πραγματεύονται οὐδὲν λέγουσι, διὰ τὸ τῆς αὐτῆς εἶναι διανοίας τό τε τί ἐστι δῆλον ποιεῖν καὶ εἰ ἔστιν.
同样,关于他们所研究的族类是否存在,他们也一字不提,因为显明“是什么”和显明“是否存在”属于同一种思维活动。
—ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι τοῦ ὄντος (περὶ γὰρ τὴν τοιαύτην ἐστὶν οὐσίαν ἐν ᾗ ἡ ἀρχὴ τῆς κινήσεως καὶ στάσεως ἐν αὐτᾖ, δῆλον ὅτι οὔτε πρακτική ἐστιν οὔτε ποιητική (τῶν μὲν γὰρ ποιητῶν ἐν τῷ ποιοῦντι ἡ ἀρχή, ἢ νοῦς ἢ τέχνη ἢ δύναμίς τις, τῶν δὲ πρακτῶν ἐν τῷ πράττοντι, ἡ προαίρεσις·
——由于自然科学也恰好是关于存在之物的某个族类的(因为它是关于这样一种实体的,即运动和静止的原理在自身之中的实体),显而易见,它既不是实践的,也不是制作的(因为对于制作的事物,其原理存在于制作人员中,即理智、技术或某种能力;而对于实践的事物,其原理存在于行动者中,即选择;因为所实践的对象和所选择的对象是相同的),因而,如果一切思维要么是实践的,要么是制作的,要么是观照的,那么自然科学就应该是一种观照的科学。
τὸ αὐτὸ γὰρ τὸ πρακτὸν καὶ προαιρετόν), ὥστε εἰ πᾶσα διάνοια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητική, ἡ φυσικὴ θεωρητική τις ἂν εἴη, ἀλλὰ θεωρητικὴ περὶ τοιοῦτον ὂν ὅ ἐστι δυνατὸν κινεῖσθαι, καὶ περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολὺ ὡς οὐ χωριστὴν μόνον.
但它是关于能够运动的这类存在之物的观照科学,并且在定义上,大抵是关于不能够离在的实体的观照科学。
δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστὶ μὴ λανθάνειν, ὡς ἄνευ γε τούτου τὸ ζητεῖν μηδέν ἐστι ποιεῖν.
但是,我们决不能忽略本质和定义是如何存在的,因为如果没有这个,探求将是一无所获。
ἔστι δὲ τῶν ὁριζομένων καὶ τῶν τί ἐστι τὰ μὲν ὡς τὸ σιμὸν τὰ δʼ ὡς τὸ κοῖλον.
在被定义的事物和“是什么”中,有的是像“塌鼻”那样的,有的是像“凹”那样的。
διαφέρει δὲ ταῦτα ὅτι τὸ μὲν σιμὸν συνειλημμένον ἐστὶ μετὰ τῆς ὕλης (ἔστι γὰρ τὸ σιμὸν κοίλη ῥίς), ἡ δὲ κοιλότης ἄνευ ὕλης αἰσθητῆς.
这两者的区别在于,“塌鼻”是与质料一同被把握的(因为塌鼻是凹的鼻子),而“凹性”则是没有感觉质料的。
εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, οἷον ῥὶς ὀφθαλμὸς πρόσωπον σὰρξ ὀστοῦν, ὅλως ζῷον, φύλλον ῥίζα φλοιός, ὅλως φυτόν (οὐθενὸς γὰρ ἄνευ κινήσεως ὁ λόγος αὐτῶν, ἀλλʼ ἀεὶ ἔχει ὕλην), δῆλον πῶς δεῖ ἐν τοῖς φυσικοῖς τὸ τί ἐστι ζητεῖν καὶ ὁρίζεσθαι, καὶ διότι καὶ περὶ ψυχῆς ἐνίας θεωρῆσαι τοῦ φυσικοῦ, ὅση μὴ ἄνευ τῆς ὕλης ἐστίν.
如果所有自然的事物都与“塌鼻”相似地被叙述,例如鼻子、眼睛、面部、肌肉、骨骼,总之动物,以及叶子、根、树皮,总之植物(因为这些没有一个的定义可以脱离运动,而是始终带有质料),那么显而易见,在自然事物中应该如何探求并定义“是什么”,以及为什么研究某种灵魂也属于自然学家的任务(只要该灵魂不是脱离质料而存在的)。
ὅτι μὲν οὖν ἡ φυσικὴ θεωρητική ἐστι, φανερὸν ἐκ τούτων·
因此,从这些可以清楚地看出自然科学是观照性的。
ἀλλʼ ἔστι καὶ ἡ μαθηματικὴ θεωρητική·
但是,数学也是观照性的。
ἀλλʼ εἰ ἀκινήτων καὶ χωριστῶν ἐστί, νῦν ἄδηλον, ὅτι μέντοι ἔνια μαθήματα ᾗ ἀκίνητα καὶ ᾗ χωριστὰ θεωρεῖ, δῆλον.
至于它是否关于不动和离在的对象,目前尚不清楚,但显而易见,某些数学部门是在它们作为不动和离在的意义上予以观照的。
εἰ δέ τί ἐστιν ἀΐδιον καὶ ἀκίνητον καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, οὐ μέντοι φυσικῆς γε (περὶ κινητῶν γάρ τινων ἡ φυσικἤ οὐδὲ μαθηματικῆς, ἀλλὰ προτέρας ἀμφοῖν.
但是,如果存在某种永恒、不动且离在的东西,显而易见,认识它应该属于一门观照的科学,但绝不属于自然科学(因为自然科学是关于某些运动之物的),也不属于数学,而是属于在两者之先的一门科学。
ἡ μὲν γὰρ φυσικὴ περὶ χωριστὰ μὲν ἀλλʼ οὐκ ἀκίνητα, τῆς δὲ μαθηματικῆς ἔνια περὶ ἀκίνητα μὲν οὐ χωριστὰ δὲ ἴσως ἀλλʼ ὡς ἐν ὕλῃ· ἡ δὲ πρώτη καὶ περὶ χωριστὰ καὶ ἀκίνητα.
因为自然科学是关于离在但不动的对象,而数学的某些部门是关于不动但也许不能离在、而是仿佛在质料之中的对象;而第一科学则是关于既离在又不动之对象的。
ἀνάγκη δὲ πάντα μὲν τὰ αἴτια ἀΐδια εἶναι, μάλιστα δὲ ταῦτα· ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων.
所有的原因都必须是永恒的,而最首要的便是这些原因,因为对于神性事物中可见的部分来说,这些便是它们的原因。
ὥστε τρεῖς ἂν εἶεν φιλοσοφίαι θεωρητικαί, μαθηματική, φυσική, θεολογική (οὐ γὰρ ἄδηλον ὅτι εἴ που τὸ θεῖον ὑπάρχει, ἐν τῇ τοιαύτῃ φύσει ὑπάρχεἰ, καὶ τὴν τιμιωτάτην δεῖ περὶ τὸ τιμιώτατον γένος εἶναι.
因此,观照的哲学应该有三门:数学、自然学和神学(因为显而易见,如果神性事物在某处存在,它必定存在于这样一种自然之中,而且最高贵的科学必须是关于最高贵的族类的)。
αἱ μὲν οὖν θεωρητικαὶ τῶν ἄλλων ἐπιστημῶν αἱρετώταται, αὕτη δὲ τῶν θεωρητικῶν.
那么,观照的科学比其他科学更值得选择,而这门神学在观照的科学中又是最值得选择的。
ἀπορήσειε γὰρ ἄν τις πότερόν ποθʼ ἡ πρώτη φιλοσοφία καθόλου ἐστὶν ἢ περί τι γένος καὶ φύσιν τινὰ μίαν (οὐ γὰρ ὁ αὐτὸς τρόπος οὐδʼ ἐν ταῖς μαθηματικαῖς, ἀλλʼ ἡ μὲν γεωμετρία καὶ ἀστρολογία περί τινα φύσιν εἰσίν, ἡ δὲ καθόλου πασῶν κοινἤ·
因为有人可能会提出疑问,第一哲学究竟是普遍的,还是关于某个族类以及某一种自然的(因为在数学科学中也不是同一种方式,几何学和天文学是关于某种特定的自然,而普遍数学是所有数学共同的)。
εἰ μὲν οὖν μὴ ἔστι τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας, ἡ φυσικὴ ἂν εἴη πρώτη ἐπιστήμη· εἰ δʼ ἔστι τις οὐσία ἀκίνητος, αὕτη προτέρα καὶ φιλοσοφία πρώτη, καὶ καθόλου οὕτως ὅτι πρώτη· καὶ περὶ τοῦ ὄντος ᾗ ὂν ταύτης ἂν εἴη θεωρῆσαι, καὶ τί ἐστι καὶ τὰ ὑπάρχοντα ᾗ ὄν.
如果除了由自然构成的实体之外,不存在其他实体,那么自然科学就会是第一科学;但如果存在某种不动的实体,那么这门科学便是在先的,因而在第一哲学,并且正因为它是在先的,所以它是普遍的;而且观测作为存在之物的存在,以及它是什么和作为存在之物而属于它的属性,应该属于这门第一哲学。