§5.3στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος, οἷον φωνῆς στοιχεῖα ἐξ ὧν σύγκειται ἡ φωνὴ καὶ εἰς ἃ διαιρεῖται ἔσχατα, ἐκεῖνα δὲ μηκέτʼ εἰς ἄλλας φωνὰς ἑτέρας τῷ εἴδει αὐτῶν, ἀλλὰ κἂν διαιρῆται, τὰ μόρια ὁμοειδῆ, οἷον ὕδατος τὸ μόριον ὕδωρ, ἀλλʼ οὐ τῆς συλλαβῆς.
要素(或元素)指的是某物最初由以构成、且存在于其中、并在种上不可分割为其他种的部分;例如,声音的要素就是声音由以构成、且最终被分割成的最基本部分,而这些部分自身不能再分割为在种上与其不同的其他声音;即使被分割,其部分也是同种的,例如水的部分仍然是水,但音节的部分却不是音节。
ὁμοίως δὲ καὶ τὰ τῶν σωμάτων στοιχεῖα λέγουσιν οἱ λέγοντες εἰς ἃ διαιρεῖται τὰ σώματα ἔσχατα, ἐκεῖνα δὲ μηκέτʼ εἰς ἄλλα εἴδει διαφέροντα· καὶ εἴτε ἓν εἴτε πλείω τὰ τοιαῦτα, ταῦτα στοιχεῖα λέγουσιν.
同样,那些谈论物体元素的人,指的是物体最终被分割成的、而自身不能再分割为在种上不同的其他物体的那些东西;无论这种东西是一个还是多个,他们都称这些为元素。
παραπλησίως δὲ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεται, καὶ ὅλως τὰ τῶν ἀποδείξεων· αἱ γὰρ πρῶται ἀποδείξεις καὶ ἐν πλείοσιν ἀποδείξεσιν ἐνυπάρχουσαι, αὗται στοιχεῖα τῶν ἀποδείξεων λέγονται· εἰσὶ δὲ τοιοῦτοι συλλογισμοὶ οἱ πρῶτοι ἐκ τῶν τριῶν διʼ ἑνὸς μέσου.
以类似的方式,几何图形的要素也是这样说的,一般而言证明的要素也是如此;因为最初的、且存在于多个证明中的证明,这些被称为证明的要素;而这类证明就是由三个项通过一个中项构成的最初的三段论。
καὶ μεταφέροντες δὲ στοιχεῖον καλοῦσιν ἐντεῦθεν ὃ ἂν ἓν ὂν καὶ μικρὸν ἐπὶ πολλὰ ᾖ χρήσιμον, διὸ καὶ τὸ μικρὸν καὶ ἁπλοῦν καὶ ἀδιαίρετον στοιχεῖον λέγεται.
人们还引申其意,将那些本身为一且微小、但对许多事物有用的东西称为‘要素’;因此,微小、单纯且不可分割的东西也被称为要素。
ὅθεν ἐλήλυθε τὰ μάλιστα καθόλου στοιχεῖα εἶναι, ὅτι ἕκαστον αὐτῶν ἓν ὂν καὶ ἁπλοῦν ἐν πολλοῖς ὑπάρχει ἢ πᾶσιν ἢ ὅτι πλείστοις, καὶ τὸ ἓν καὶ τὴν στιγμὴν ἀρχάς τισι δοκεῖν εἶναι.
由此产生了最普遍的东西是要素(元素)的观点,因为它们中的每一个都是一且单纯的,存在于许多事物中——要么存在于所有事物中,要么存在于尽可能多的事物中,而且‘一’和‘点’在某些人看来也是原理。
ἐπεὶ οὖν τὰ καλούμενα γένη καθόλου καὶ ἀδιαίρετα (οὐ γὰρ ἔστι λόγος αὐτῶν), στοιχεῖα τὰ γένη λέγουσί τινες, καὶ μᾶλλον ἢ τὴν διαφορὰν ὅτι καθόλου μᾶλλον τὸ γένος· ᾧ μὲν γὰρ ἡ διαφορὰ ὑπάρχει, καὶ τὸ γένος ἀκολουθεῖ, ᾧ δὲ τὸ γένος, οὐ παντὶ ἡ διαφορά.
因此,既然所谓的‘属’是普遍且不可分割的(因为没有它们的定义),有人便将属称为要素,并且比种差更甚,因为属更具普遍性;因为种差所属于的事物,属也随之而来,但属所属于的事物,并不全都随之有种差。
ἁπάντων δὲ κοινὸν τὸ εἶναι στοιχεῖον ἑκάστου τὸ πρῶτον ἐνυπάρχον ἑκάστῳ.
但在所有这些意义中,共同的特征在于,每一事物的‘要素’都是最初存在于该事物之中的组成部分。
§5.4φύσις λέγεται ἕνα μὲν τρόπον ἡ τῶν φυομένων γένεσις, οἷον εἴ τις ἐπεκτείνας λέγοι τὸ υ, ἕνα δὲ ἐξ οὗ φύεται πρώτου τὸ φυόμενον ἐνυπάρχοντος· ἔτι ὅθεν ἡ κίνησις ἡ πρώτη ἐν ἑκάστῳ τῶν φύσει ὄντων ἐν αὐτῷ ᾗ αὐτὸ ὑπάρχει·
‘自然’在一种意义上,是指生长着的事物的生成过程,这就好比有人把‘υ’这个音拉长来读一样;在另一种意义上,是指生长着的事物最初由以生长、且存在于其中的最初源泉;此外,是指在每一个自然存在的事物中,以其自身而言,存在于其自身之中的最初运动的源泉。
φύεσθαι δὲ λέγεται ὅσα αὔξησιν ἔχει διʼ ἑτέρου τῷ ἅπτεσθαι καὶ συμπεφυκέναι ἢ προσπεφυκέναι ὥσπερ τὰ ἔμβρυα·
而那些通过接触、以及像胚胎那样合生或附生而通过他物获得增大的事物,就被称为‘生长’。
διαφέρει δὲ σύμφυσις ἁφῆς, ἔνθα μὲν γὰρ οὐδὲν παρὰ τὴν ἁφὴν ἕτερον ἀνάγκη εἶναι, ἐν δὲ τοῖς συμπεφυκόσιν ἔστι τι ἓν τὸ αὐτὸ ἐν ἀμφοῖν ὃ ποιεῖ ἀντὶ τοῦ ἅπτεσθαι συμπεφυκέναι καὶ εἶναι ἓν κατὰ τὸ συνεχὲς καὶ ποσόν, ἀλλὰ μὴ κατὰ τὸ ποιόν.
但合生不同于接触;因为在接触中,除了接触之外不需要有其他任何东西,但在合生的事物中,两者之中存在着某种相同的一,这使得它们不再仅仅是接触,而是合生,并在连续性和量上(而不是在质上)成为一。
ἔτι δὲ φύσις λέγεται ἐξ οὗ πρώτου ἢ ἔστιν ἢ γίγνεταί τι τῶν φύσει ὄντων, ἀρρυθμίστου ὄντος καὶ ἀμεταβλήτου ἐκ τῆς δυνάμεως τῆς αὑτοῦ, οἷον ἀνδριάντος καὶ τῶν σκευῶν τῶν χαλκῶν ὁ χαλκὸς ἡ φύσις λέγεται, τῶν δὲ ξυλίνων ξύλον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἐκ τούτων γάρ ἐστιν ἕκαστον διασωζομένης τῆς πρώτης ὕλης· τοῦτον γὰρ τὸν τρόπον καὶ τῶν φύσει ὄντων τὰ στοιχεῖά φασιν εἶναι φύσιν, οἱ μὲν πῦρ οἱ δὲ γῆν οἱ δʼ ἀέρα οἱ δʼ ὕδωρ οἱ δʼ ἄλλο τι τοιοῦτον λέγοντες, οἱ δʼ ἔνια τούτων οἱ δὲ πάντα ταῦτα.
此外,自然指的是自然存在的事物最初由以存在或生成的无定形且以其自身能力不可改变的物质;例如,对于青铜雕像和青铜器皿而言,青铜被称为其‘自然’,对于木制器皿而言,木头是其自然;其他事物也是如此;因为这些事物中的每一个都是在保留最初质料的情况下由这些材料制成的;正是以这种方式,也有人说自然存在的事物的元素就是它们的自然,有人说是火,有人说是土,有人说是空气,有人说是水,有人说是其他类似的东西,有人说是其中的一些,而另一些人则说是所有这些。
ἔτι δʼ ἄλλον τρόπον λέγεται ἡ φύσις ἡ τῶν φύσει ὄντων οὐσία, οἷον οἱ λέγοντες τὴν φύσιν εἶναι τὴν πρώτην σύνθεσιν, ἢ ὥσπερ Ἐμπεδοκλῆς λέγει ὅτι
"
φύσις οὐδενὸς ἔστιν ἐόντων,
ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων
ἔστι, φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν.
此外,在另一种意义上,自然指的是自然存在的事物的实体(本质),例如那些说自然是最初的结合的人,或者正如恩培多克勒所说:“存在着的事物中没有一个是具有自然的,而只有混合以及被混合者的分离,自然只是人类赋予它们的名字。
"
διὸ καὶ ὅσα φύσει ἔστιν ἢ γίγνεται, ἤδη ὑπάρχοντος ἐξ οὗ πέφυκε γίγνεσθαι ἢ εἶναι, οὔπω φαμὲν τὴν φύσιν ἔχειν ἐὰν μὴ ἔχῃ τὸ εἶδος καὶ τὴν μορφήν.
”因此,对于那些因自然而存在或生成的事物,即使它们自然由以生成或存在的素材已经存在,如果它们还不具有形相和形态,我们便说它们还未具有‘自然’。
φύσει μὲν οὖν τὸ ἐξ ἀμφοτέρων τούτων ἐστίν, οἷον τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν· φύσις δὲ ἥ τε πρώτη ὕλη (καὶ αὕτη διχῶς, ἢ ἡ πρὸς αὐτὸ πρώτη ἢ ἡ ὅλως πρώτη, οἷον τῶν χαλκῶν ἔργων πρὸς αὐτὰ μὲν πρῶτος ὁ χαλκός, ὅλως δʼ ἴσως ὕδωρ, εἰ πάντα τὰ τηκτὰ ὕδωρ) καὶ τὸ εἶδος καὶ ἡ οὐσία· τοῦτο δʼ ἐστὶ τὸ τέλος τῆς γενέσεως.
因此,由这两者结合而成的才是因自然而存在的东西,例如动物及其部分;而自然则是第一质料(这也有两种:要么是相对于该事物自身的第一,要么是绝对的第一;例如,对于青铜制品而言,就其自身而言第一质料是青铜,但绝对而言也许是水,如果所有可熔化的东西都是水的话)以及形相和实体,而这是生成的终点(目的)。
μεταφορᾷ δʼ ἤδη καὶ ὅλως πᾶσα οὐσία φύσις λέγεται διὰ ταύτην, ὅτι καὶ ἡ φύσις οὐσία τίς ἐστιν.
通过隐喻,现在一般而言所有的实体都因为这个而被叫做‘自然’,因为自然也是某种实体。
ἐκ δὴ τῶν εἰρημένων ἡ πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν ἡ οὐσία ἡ τῶν ἐχόντων ἀρχὴν κινήσεως ἐν αὑτοῖς ᾗ αὐτά· ἡ γὰρ ὕλη τῷ ταύτης δεκτικὴ εἶναι λέγεται φύσις, καὶ αἱ γενέσεις καὶ τὸ φύεσθαι τῷ ἀπὸ ταύτης εἶναι κινήσεις.
因此,从所说的话来看,首要的且在严格意义上被使用的自然,是那些以其自身而言、在自身中具有运动原理的事物的实体;因为质料因其能够接受这一点而被叫做自然,而生成和生长也因为它们是源于此的运动而被叫做自然。
καὶ ἡ ἀρχὴ τῆς κινήσεως τῶν φύσει ὄντων αὕτη ἐστίν, ἐνυπάρχουσά πως ἢ δυνάμει ἢ ἐντελεχείᾳ.
而自然存在之物的运动原理就是这个,它以某种方式(或作为潜能,或作为现实)存在于它们之中。