Humanitext Reader

亚里士多德 · 形而上学 §5.5

必然的多种含义与第一必然性

第 46 段,共 159 段 · 希腊语

内容简介

本节阐述了“必要的(必然的)”之各种定义。其中包括生存与善的不可或缺的条件、违背冲动的强迫、以及不可能处于其他状态的必然性,并最终将首要意义上的必然性归结为“单纯者”。

§5.5ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν ὡς συναιτίου (οἷον τὸ ἀναπνεῖν καὶ ἡ τροφὴ τῷ ζῴῳ ἀναγκαῖον, ἀδύνατον γὰρ ἄνευ τούτων εἶναι), καὶ ὧν ἄνευ τὸ ἀγαθὸν μὴ ἐνδέχεται ἢ εἶναι ἢ γενέσθαι, ἢ τὸ κακὸν ἀποβαλεῖν ἢ στερηθῆναι (οἷον τὸ πιεῖν τὸ φάρμακον ἀναγκαῖον ἵνα μὴ κάμνῃ, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν ἵνα ἀπολάβῃ τὰ χρήματα).
“必要的(必然的)”在一种意义上是指没有它作为协同原因就无法生存的东西(例如,呼吸和食物对动物来说是必要的,因为没有这些就不可能生存);在另一种意义上是指没有它们,善就不能存在或生成,或者恶就不能被抛弃或摆退(例如,吃药是必要的,以免生病;航行到埃伊纳是必要的,以便收回钱财)。
ἔτι τὸ βίαιον καὶ ἡ βία· τοῦτο δʼ ἐστὶ τὸ παρὰ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν ἐμποδίζον καὶ κωλυτικόν, τὸ γὰρ βίαιον ἀναγκαῖον λέγεται, διὸ καὶ λυπηρόν (ὥσπερ καὶ Εὔηνός φησι "πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιαρὸν ἔφυ" ), καὶ ἡ βία ἀνάγκη τις (ὥσπερ καὶ Σοφοκλῆς λέγει "ἀλλʼ ἡ βία με ταῦτʼ ἀναγκάζει ποιεῖν" ), καὶ δοκεῖ ἡ ἀνάγκη ἀμετάπειστόν τι εἶναι, ὀρθῶς· ἐναντίον γὰρ τῇ κατὰ τὴν προαίρεσιν κινήσει καὶ κατὰ τὸν λογισμόν.
此外还有“强迫的”和“强迫(暴力)”;这就是违背冲动和抉择而起阻碍和阻止作用的东西。 因为强迫的东西被称为是必要的,所以它也是痛苦的(正如埃维诺斯所说:“因为凡是必要的事物,其本性都是令人痛苦的”),而强迫也是一种必然性(正如索福克勒斯所说, “但是强迫迫使我做这些事”)。 必然性被认为是一种无法被说服的东西,这是正确的;因为它与符合抉择和理性的运动相反。
ἔτι τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν ἀναγκαῖόν φαμεν οὕτως ἔχειν· καὶ κατὰ τοῦτο τὸ ἀναγκαῖον καὶ τἆλλα λέγεταί πως ἅπαντα ἀναγκαῖα·
此外,我们说那不可能处于其他状态的东西必然如此;正是根据这种意义上的必然,其他所有事物在某种意义上也被称为必要的。
τό τε γὰρ βίαιον ἀναγκαῖον λέγεται ἢ ποιεῖν ἢ πάσχειν τότε, ὅταν μὴ ἐνδέχηται κατὰ τὴν ὁρμὴν διὰ τὸ βιαζόμενον, ὡς ταύτην ἀνάγκην οὖσαν διʼ ἣν μὴ ἐνδέχεται ἄλλως, καὶ ἐπὶ τῶν συναιτίων τοῦ ζῆν καὶ τοῦ ἀγαθοῦ ὡσαύτως· ὅταν γὰρ μὴ ἐνδέχηται ἔνθα μὲν τὸ ἀγαθὸν ἔνθα δὲ τὸ ζῆν καὶ τὸ εἶναι ἄνευ τινῶν, ταῦτα ἀναγκαῖα καὶ ἡ αἰτία ἀνάγκη τίς ἐστιν αὕτη.
因为强迫的东西之所以被称为在必要下做或受,是因为由于强迫者的缘故,无法按照冲动来行动——这表明这种强迫是一种因之而不可能处于其他状态的必然性。 对于生存和善的协同原因也是如此;因为当在一种情况下善,在另一种情况下生存和存在没有某些东西就无法实现时,这些东西就是必要的,而作为原因的这一必然性就是它。
ἔτι ἡ ἀπόδειξις τῶν ἀναγκαίων, ὅτι οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ ἀποδέδεικται ἁπλῶς· τούτου δʼ αἴτια τὰ πρῶτα, εἰ ἀδύνατον ἄλλως ἔχειν ἐξ ὧν ὁ συλλογισμός.
此外,论证属于必然的事物,因为如果它已经被无条件地证明,它就不可能处于其他状态;而这(论证的必然性)的原因是最初的前提,如果构成三段论的前提不可能处于其他状态的话。
τῶν μὲν δὴ ἕτερον αἴτιον τοῦ ἀναγκαῖα εἶναι, τῶν δὲ οὐδέν, ἀλλὰ διὰ ταῦτα ἕτερά ἐστιν ἐξ ἀνάγκης.
因此,在某些必然的事物中,有其他东西是它们成为必然的原因,但在另一些事物中则没有,相反,其他事物却由于它们而必然存在。
ὥστε τὸ πρῶτον καὶ κυρίως ἀναγκαῖον τὸ ἁπλοῦν ἐστίν· τοῦτο γὰρ οὐκ ἐνδέχεται πλεοναχῶς ἔχειν, ὥστʼ οὐδὲ ἄλλως καὶ ἄλλως· ἤδη γὰρ πλεοναχῶς ἂν ἔχοι.
所以,首要的且严格意义上的必然者是单纯者;因为单纯者不可能处于多种状态,因此也不可能一会儿这样一会儿那样,否则它就已经处于多种状态了。
εἰ ἄρα ἔστιν ἄττα ἀΐδια καὶ ἀκίνητα, οὐδὲν ἐκείνοις ἐστὶ βίαιον οὐδὲ παρὰ φύσιν.
因此,如果存在着某些永恒且不动的事物,对它们而言就没有什么东西是强迫的,也没有什么违背自然。

词汇与语法注释

  1. 1015a20ὡς συναιτίου — 带有连词 ὡς 的属格。它与关系代词 οὗ(受前置词 ἄνευ 支配)呈同位语关系,赋予了限定或原因的意义:“作为协同原因(没有它就无法生存)”。
  2. 1015b3ὡς ταύτην ἀνάγκην οὖσαν — 带有连词 ὡς 的宾格绝对结构。分词 οὖσαν 的逻辑主语是 ταύτην(即 βία/βίαιον),表示“将这(强迫)视为一种必然性”。ὡς 明确了主句与之的逻辑联系。
  3. 1015b6ἔτι ἡ ἀπόδειξις τῶν ἀναγκαίων — “论则属于必然的事物(之一)”的解释。τῶν ἀναγκαίων 是部分属格,表明论证被包含在“必然的事物”这一范畴中,或者意味着论证的结论是必然的。

引用这一段

亚里士多德, 形而上学 §5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。