§5.2#2τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως.
而种子、医生、提出建议的人以及一般而言的制作者,全都是变化或静止的起点的源泉。
τὰ δʼ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν αὐτὸ εἰπεῖν ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
另一些则是作为目的、即其他事物的善而成为原因;因为“为了什么”倾向于作为其他事物的最善和终点;而将其称为“善自身”还是“表面的善”,并无任何区别。
—τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει, τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους.
——因此,原因就是这些,在类别上也就是这么多;但原因的样态在数量上虽多,归纳起来也比较少。
λέγονται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθμός, καὶ ἀεὶ τὰ περιέχοντα ὁτιοῦν τῶν καθʼ ἕκαστα.
因为原因有多种说法,即使在同类原因中,也是一者先于或后于另一者,例如对于健康而言,医生和技术家都是原因;对于八度音程而言,两倍和数都是原因;以及始终是包摄个别事物的任何事物。
ἔτι δʼ ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτων γένη, οἷον ἀνδριάντος ἄλλως Πολύκλειτος καὶ ἄλλως ἀνδριαντοποιός, ὅτι συμβέβηκε τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι· καὶ τὰ περιέχοντα δὲ τὸ συμβεβηκός, οἷον ἄνθρωπος αἴτιος ἀνδριάντος, ἢ καὶ ὅλως ζῷον, ὅτι ὁ Πολύκλειτος ἄνθρωπος ὁ δὲ ἄνθρωπος ζῷον.
此外,还有作为偶然属性及其属的原因,例如对于雕像而言,波留克列特斯是一种意义上的原因,而雕刻家则是另一种意义上的原因,因为“是波留克列特斯”这件事偶然地发生在了雕刻家身上;以及包摄这一偶然属性的事物,例如说人是雕像的原因,或者一般而言动物是原因,因为波留克列特斯是人,而人是动物。
ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερον καὶ ἐγγύτερον, οἷον εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος λέγοιτο τοῦ ἀνδριάντος, ἀλλὰ μὴ μόνον Πολύκλειτος ἢ ἄνθρωπος.
而在偶然属性中,也有一些比另一些更远或更近,例如,如果把“白皮肤的人”和“懂文艺的人”说成是雕像的原因,而不仅仅是波留克列特斯或人。
παρὰ πάντα δὲ καὶ τὰ οἰκείως λεγόμενα καὶ τὰ κατὰ συμβεβηκός, τὰ μὲν ὡς δυνάμενα λέγεται τὰ δʼ ὡς ἐνεργοῦντα, οἷον τοῦ οἰκοδομεῖσθαι οἰκοδόμος ἢ οἰκοδομῶν οἰκοδόμος.
在所有这些原因中,无论是本义上使用的还是偶然意义上使用的,有些是作为潜在的原因,有些是作为现实的原因,例如对于正在被建造的房屋而言,建筑师是潜在原因,或者正在建造中的建筑师是现实原因。
ὁμοίως δὲ λεχθήσεται καὶ ἐφʼ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις, οἷον τοῦδε τοῦ ἀνδριάντος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος, καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης· καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύτως.
同样,对于原因作为其原因的那些事物,也将按照上述方式来说,例如说是“这尊雕像”、或“雕像”、或一般而言的“画像”的原因;以及说是“这块青铜”、或“青铜”、或一般而言的“质料”的原因;对于偶然属性也是如此。
ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται, οἷον οὐ Πολύκλειτος οὐδὲ ἀνδριαντοποιὸς ἀλλὰ Πολύκλειτος ἀνδριαντοποιός.
此外,这些和那些也会结合起来被提及,例如不仅是“波留克列特斯”,也不仅是“雕刻家”,而是“雕刻家波留克列特斯”。
ἀλλʼ ὅμως ἅπαντά γε ταῦτʼ ἐστὶ τὸ μὲν πλῆθος ἕξ, λεγόμενα δὲ διχῶς· ἢ γὰρ ὡς τὸ καθʼ ἕκαστον ἢ ὡς τὸ γένος, ἢ ὡς τὸ συμβεβηκὸς ἢ ὡς τὸ γένος τοῦ συμβεβηκότος, ἢ ὡς συμπλεκόμενα ταῦτα ἢ ὡς ἁπλῶς λεγόμενα, πάντα δὲ ἢ ὡς ἐνεργοῦντα ἢ κατὰ δύναμιν.
但不管怎样,所有这些在数量上共有六种,且每种都以两种方式被说明:因为它们要么作为个别事物,要么作为属;要么作为偶然属性,要么作为偶然属性的属;要么作为这些的结合,要么作为单纯的表达;而且所有这些要么是作为现实活动着的,要么是处于潜能中。
διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθʼ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἷον ὅδε ὁ ἰατρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε ὁ οἰκοδόμος τῷδε τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί· φθείρεται γὰρ οὐχ ἅμα ἡ οἰκία καὶ ὁ οἰκοδόμος.
但有这样一个区别:现实活动着的和作为个别事物的原因,与它们作为其原因的事物是同时存在或同时不存在的,例如这位正在治疗的医生与这位正在被治疗的患者,以及这位正在建造的建筑师与这座正在被建造的房屋;但处于潜能中的原因并不总是如此,因为房屋和建筑师并不同时毁灭。