§5.24τὸ ἔκ τινος εἶναι λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ ἐστὶν ὡς ὕλης, καὶ τοῦτο διχῶς, ἢ κατὰ τὸ πρῶτον γένος ἢ κατὰ τὸ ὕστατον εἶδος, οἷον ἔστι μὲν ὡς ἅπαντα τὰ τηκτὰ ἐξ ὕδατος, ἔστι δʼ ὡς ἐκ χαλκοῦ ὁ ἀνδριάς· ἕνα δʼ ὡς ἐκ τῆς πρώτης κινησάσης ἀρχῆς (οἷον ἐκ τίνος ἡ μάχη;
“来自于某物”在一个意义上是指,作为质料、它所由以产生的那种东西,这又有两种情况,或是根据第一种属,或是根据最后的种;例如,一方面所有可熔化之物都来自于水,另一方面雕像来自于青铜;在另一个意义上,是指来自于第一运动起点(例如,“战斗因何而起?
ἐκ λοιδορίας, ὅτι αὕτη ἀρχὴ τῆς μάχης)· ἕνα δʼ ἐκ τοῦ συνθέτου ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὸ ἔπος καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι· τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τέλος. τὰ δὲ ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, οἷον ἅνθρωπος ἐκ τοῦ δίποδος καὶ ἡ συλλαβὴ ἐκ τοῦ στοιχείου· ἄλλως γὰρ τοῦτο καὶ ὁ ἀνδριὰς ἐκ χαλκοῦ· ἐκ τῆς αἰσθητῆς γὰρ ὕλης ἡ συνθετὴ οὐσία, ἀλλὰ καὶ τὸ εἶδος ἐκ τῆς τοῦ εἴδους ὕλης.
起于辱骂,因为这就是战斗的起点”);在另一个意义上,是指来自于质料与形式的复合体,正如部分来自于整体,诗句来自于《伊利亚特》,石块来自于房屋;因为形式是终点,而完整之物就是具有终点之物;还有一些是指形式来自于部分,例如人来自于“两足的”,音节来自于字母;因为这与雕像来自于青铜是不同的方式;因为复合实体来自于可感觉的质料,但形式也来自于形式的质料。
τὰ μὲν οὖν οὕτω λέγεται, τὰ δʼ ἐὰν κατὰ μέρος τι τούτων τις ὑπάρχῃ τῶν τρόπων, οἷον ἐκ πατρὸς καὶ μητρὸς τὸ τέκνον καὶ ἐκ γῆς τὰ φυτά, ὅτι ἔκ τινος μέρους αὐτῶν.
因而,有些事物是这样被说的,而另一些则是由于在这些方式的某一部分上具有这一关系,例如孩子来自于父亲和母亲,植物来自于泥土,因为它们来自于这些事物的一部分。
ἕνα δὲ μεθʼ ὃ τῷ χρόνῳ, οἷον ἐξ ἡμέρας νὺξ καὶ ἐξ εὐδίας χειμών, ὅτι τοῦτο μετὰ τοῦτο· τούτων δὲ τὰ μὲν τῷ ἔχειν μεταβολὴν εἰς ἄλληλα οὕτω λέγεται, ὥσπερ καὶ τὰ νῦν εἰρημένα, τὰ δὲ τῷ κατὰ τὸν χρόνον ἐφεξῆς μόνον, οἷον ἐξ ἰσημερίας ἐγένετο ὁ πλοῦς ὅτι μετʼ ἰσημερίαν ἐγένετο, καὶ ἐκ Διονυσίων Θαργήλια ὅτι μετὰ τὰ Διονύσια.
在另一个意义上,是指在时间上继之而起,例如夜来自于昼,暴风雨来自于晴天,因为这是一者在另一者之后;而在这些情况中,有些是由于彼此之间发生变化而被这样说的,正如刚才提到的例子,而另一些则仅由于在时间上相继,例如航行起于春分,因为是在春分之后进行的,萨尔格里亚节起于迪奥尼索斯节,因为是在迪奥尼索斯节之后。
§5.25μέρος λέγεται ἕνα μὲν τρόπον εἰς ὃ διαιρεθείη ἂν τὸ ποσὸν ὁπωσοῦν (ἀεὶ γὰρ τὸ ἀφαιρούμενον τοῦ ποσοῦ ᾗ ποσὸν μέρος λέγεται ἐκείνου, οἷον τῶν τριῶν τὰ δύο μέρος λέγεταί πως), ἄλλον δὲ τρόπον τὰ καταμετροῦντα τῶν τοιούτων μόνον· διὸ τὰ δύο τῶν τριῶν ἔστι μὲν ὡς λέγεται μέρος, ἔστι δʼ ὡς οὔ.
“部分”在一个意义上是指,数量以任何方式可被分成的那些东西(因为从数量中减去的东西,作为数量,总被说成是它的部分,例如在某种意义上,二被说是三的部分);在另一个意义上,仅指那些能整除这类数量的部分;因此,二在某种意义上被说是三的部分,但在另一种意义上则不是。
ἔτι εἰς ἃ τὸ εἶδος διαιρεθείη ἂν ἄνευ τοῦ ποσοῦ, καὶ ταῦτα μόρια λέγεται τούτου· διὸ τὰ εἴδη τοῦ γένους φασὶν εἶναι μόρια.
此外,形式在不涉及数量的情况下可分成的那些东西,这些也被称为它的部分;因此,人们说属的各个种是属的部分。
ἔτι εἰς ἃ διαιρεῖται ἢ ἐξ ὧν σύγκειται τὸ ὅλον, ἢ τὸ εἶδος ἢ τὸ ἔχον τὸ εἶδος, οἷον τῆς σφαίρας τῆς χαλκῆς ἢ τοῦ κύβου τοῦ χαλκοῦ καὶ ὁ χαλκὸς μέρος (τοῦτο δʼ ἐστὶν ἡ ὕλη ἐν ᾗ τὸ εἶδος) καὶ ἡ γωνία μέρος.
此外,整体所分成的或所组成的那些东西,或是形式,或是具有形式者;例如,对于青铜球或青铜立方体,青铜是部分(这是形式处于其中的质料),角也是部分。
ἔτι τὰ ἐν τῷ λόγῳ τῷ δηλοῦντι ἕκαστον, καὶ ταῦτα μόρια τοῦ ὅλου· διὸ τὸ γένος τοῦ εἴδους καὶ μέρος λέγεται, ἄλλως δὲ τὸ εἶδος τοῦ γένους μέρος.
此外,解释各事物的定义中的要素,这些也是整体的部分;因此,属也被称为种的部分,但在另一种意义上,种也是属的部分。
§5.26ὅλον λέγεται οὗ τε μηθὲν ἄπεστι μέρος ἐξ ὧν λέγεται ὅλον φύσει, καὶ τὸ περιέχον τὰ περιεχόμενα ὥστε ἕν τι εἶναι ἐκεῖνα· τοῦτο δὲ διχῶς· ἢ γὰρ ὡς ἕκαστον ἓν ἢ ὡς ἐκ τούτων τὸ ἕν.
“整体”是指,在自然本性上被称为整体的事物中,组成它的部分无一缺失;也是指包容被包容者以使其成为一个统一体的那种东西;这有两种情况:或由于被包容者每一个都是一,或由于由它们构成了那一。
τὸ μὲν γὰρ καθόλου, καὶ τὸ ὅλως λεγόμενον ὡς ὅλον τι ὄν, οὕτως ἐστὶ καθόλου ὡς πολλὰ περιέχον τῷ κατηγορεῖσθαι καθʼ ἑκάστου καὶ ἓν ἅπαντα εἶναι ὡς ἕκαστον, οἷον ἄνθρωπον ἵππον θεόν, διότι ἅπαντα ζῷα· τὸ δὲ συνεχὲς καὶ πεπερασμένον, ὅταν ἕν τι ἐκ πλειόνων ᾖ, ἐνυπαρχόντων μάλιστα μὲν δυνάμει, εἰ δὲ μή, ἐνεργείᾳ.
因为普遍者,以及通常被说成是整体的东西,之所以是普遍的,是因为它通过对每一个事物进行述说而包容了许多事物,并且使所有事物都像每一个事物那样成为一,例如人、马、神,因为它们都是动物;而连续且有限的事物,则是当由多个部分构成一个统一体时的整体,这些部分最好是潜在地存在于其中,如果不是,则是现实地存在。
τούτων δʼ αὐτῶν μᾶλλον τὰ φύσει ἢ τέχνῃ τοιαῦτα, ὥσπερ καὶ ἐπὶ τοῦ ἑνὸς ἐλέγομεν, ὡς οὔσης τῆς ὁλότητος ἑνότητός τινος.
而在这些事物本身中,自然产生的事物比人工制造的事物更具有整体性,正如我们在讨论“一”时所说的那样,因为整体性就是某种统一性。
ἔτι τοῦ ποσοῦ ἔχοντος δὲ ἀρχὴν καὶ μέσον καὶ ἔσχατον, ὅσων μὲν μὴ ποιεῖ ἡ θέσις διαφοράν, πᾶν λέγεται, ὅσων δὲ ποιεῖ, ὅλον.
此外,在具有起点、中点和终点的数量中,位置的改变不产生差异的被称为“全”,而产生差异的被称为“整体”。
ὅσα δὲ ἄμφω ἐνδέχεται, καὶ ὅλα καὶ πάντα· ἔστι δὲ ταῦτα ὅσων ἡ μὲν φύσις ἡ αὐτὴ μένει τῇ μεταθέσει, ἡ δὲ μορφὴ οὔ, οἷον κηρὸς καὶ ἱμάτιον· καὶ γὰρ ὅλον καὶ πᾶν λέγεται· ἔχει γὰρ ἄμφω.
至于那些两者皆可的,则既被称为“整体”也被称为“全”;这些是在位置变动时本性保持不变、但形状改变的事物,例如蜡和衣服;因为它们既被称为“整体”也被称为“全”,因为它们两者兼备。
ὕδωρ δὲ καὶ ὅσα ὑγρὰ καὶ ἀριθμὸς πᾶν μὲν λέγεται, ὅλος δʼ ἀριθμὸς καὶ ὅλον ὕδωρ οὐ λέγεται, ἂν μὴ μεταφορᾷ.
而水和所有液体以及数量则被称为“全”,但如果不使用隐喻,“整体的数”和“整体的水”是不会被这样说的。
πάντα δὲ λέγεται ἐφʼ οἷς τὸ πᾶν ὡς ἐφʼ ἑνί, ἐπὶ τούτοις τὸ πάντα ὡς ἐπὶ διῃρημένοις· πᾶς οὗτος ὁ ἀριθμός, πᾶσαι αὗται αἱ μονάδες.
所有(复数)则是针对那些可以像对单一事物那样说“全(单数)”的事物而言的,但这里是指处于被分割状态的事物;例如,“这整个数”,但“所有这些单位”。