§5.27κολοβὸν δὲ λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν, ἀλλὰ μεριστόν τε δεῖ αὐτὸ εἶναι καὶ ὅλον.
“残缺的”是指数量,但不是指任何随意的数量,而是它必须既是可分的,又是一个整体。
τά τε γὰρ δύο οὐ κολοβὰ θατέρου ἀφαιρουμένου ἑνός (οὐ γὰρ ἴσον τὸ καλόβωμα καὶ τὸ λοιπὸν οὐδέποτʼ ἐστίν) οὐδʼ ὅλως ἀριθμὸς οὐδείς· καὶ γὰρ τὴν οὐσίαν δεῖ μένειν· εἰ κύλιξ κολοβός, ἔτι εἶναι κύλικα· ὁ δὲ ἀριθμὸς οὐκέτι ὁ αὐτός.
因为当二中的一个被减去时,二并不是残缺的(因为被切去的部分和剩下的部分绝不会相等),总的来说任何数目也都不是;因为其本性必须保持;如果一个杯子残缺了,它还必须是杯子,但数目[在减去后]就不再是同一个数目了。
πρὸς δὲ τούτοις κἂν ἀνομοιομερῆ ᾖ, οὐδὲ ταῦτα πάντα (ὁ γὰρ ἀριθμὸς ἔστιν ὡς καὶ ἀνόμοια ἔχει μέρη, οἷον δυάδα τριάδα), ἀλλʼ ὅλως ὧν μὴ ποιεῖ ἡ θέσις διαφορὰν οὐδὲν κολοβόν, οἷον ὕδωρ ἢ πῦρ, ἀλλὰ δεῖ τοιαῦτα εἶναι ἃ κατὰ τὴν οὐσίαν θέσιν ἔχει.
此外,即使事物是由不同质的部分组成的,也并非所有这些事物都能是残缺的(因为数目在某种意义上也有不同质的部分,如二和三);但总的来说,凡是位置的改变不产生差异的事物,没有一个是残缺的,如水或火,而是必须在具有其本性时拥有位置。
ἔτι συνεχῆ· ἡ γὰρ ἁρμονία ἐξ ἀνομοίων μὲν καὶ θέσιν ἔχει, κολοβὸς δὲ οὐ γίγνεται.
此外,它们必须是连续的;因为和谐由不同质的部分组成且具有位置,但它不会变成残缺的。
πρὸς δὲ τούτοις οὐδʼ ὅσα ὅλα, οὐδὲ ταῦτα ὁτουοῦν μορίου στερήσει κολοβά.
此外,即使是整体的事物,也并非因丧失任何一个部分就会变成残缺的。
οὐ γὰρ δεῖ οὔτε τὰ κύρια τῆς οὐσίας οὔτε τὰ ὁπουοῦν ὄντα· οἷον ἂν τρυπηθῇ ἡ κύλιξ, οὐ κολοβός, ἀλλʼ ἂν τὸ οὖς ἢ ἀκρωτήριόν τι, καὶ ὁ ἄνθρωπος οὐκ ἐὰν σάρκα ἢ τὸν σπλῆνα, ἀλλʼ ἐὰν ἀκρωτήριόν τι, καὶ τοῦτο οὐ πᾶν ἀλλʼ ὃ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον.
因为这既不能是本性的决定性部分,也不能是处于任何位置的部分;例如,如果杯子被穿了孔,它不是残缺的,但如果是它的把手或某个边缘部分被去除了,它就是残缺的;人如果失去了肉或脾脏,也不是残缺的,但如果失去的是某个肢体边缘,而且这还不是任意的边缘,而是指一旦被完全去除就不能再生的那部分。
διὰ τοῦτο οἱ φαλακροὶ οὐ κολοβοί.
正因为如此,秃头的人不被称为是残缺的。
§5.28γένος λέγεται τὸ μὲν ἐὰν ᾖ ἡ γένεσις συνεχὴς τῶν τὸ εἶδος ἐχόντων τὸ αὐτό, οἷον λέγεται ἕως ἂν ἀνθρώπων γένος ᾖ, ὅτι ἕως ἂν ᾖ ἡ γένεσις συνεχὴς αὐτῶν· τὸ δὲ ἀφʼ οὗ ἂν ὦσι πρώτου κινήσαντος εἰς τὸ εἶναι· οὕτω γὰρ λέγονται Ἕλληνες τὸ γένος οἱ δὲ Ἴωνες, τῷ οἱ μὲν ἀπὸ Ἕλληνος οἱ δὲ ἀπὸ Ἴωνος εἶναι πρώτου γεννήσαντος· καὶ μᾶλλον οἱ ἀπὸ τοῦ γεννήσαντος ἢ τῆς ὕλης (λέγονται γὰρ καὶ ἀπὸ τοῦ θήλεος τὸ γένος, οἷον οἱ ἀπὸ Πύρρας).
“属”在一个意义上是指,具有相同种的事物的生成是连续的,正如人们说“只要人类这一属存在”,因为只要他们的生成是连续的;在另一个意义上,是指作为使其进入存在的第一运动者(始祖);因为以此方式,一些人按属被称为希腊人,另一些人被称为爱奥尼亚人,因为前者源于赫伦,后者源于离子,即第一生殖者;并且更多是源于生殖者,而非源于质料(尽管也有从女性那里被称为属的,例如源于皮拉的人们)。
ἔτι δὲ ὡς τὸ ἐπίπεδον τῶν σχημάτων γένος τῶν ἐπιπέδων καὶ τὸ στερεὸν τῶν στερεῶν· ἕκαστον γὰρ τῶν σχημάτων τὸ μὲν ἐπίπεδον τοιονδὶ τὸ δὲ στερεόν ἐστι τοιονδί· τοῦτο δʼ ἐστὶ τὸ ὑποκείμενον ταῖς διαφοραῖς.
此外,正如平面是平面图形的属,立体是立体图形的属;因为每个图形都是某种特定的平面,或者是某种特定的立体;而这就是种差的基体。
ἔτι ὡς ἐν τοῖς λόγοις τὸ πρῶτον ἐνυπάρχον, ὃ λέγεται ἐν τῷ τί ἐστι, τοῦτο γένος, οὗ διαφοραὶ λέγονται αἱ ποιότητες.
此外,在定义中首先内含的、在“是什么”中被述说的,这就是属,而它的性质被称为种差。
τὸ μὲν οὖν γένος τοσαυταχῶς λέγεται, τὸ μὲν κατὰ γένεσιν συνεχῆ τοῦ αὐτοῦ εἴδους, τὸ δὲ κατὰ τὸ πρῶτον κινῆσαν ὁμοειδές, τὸ δʼ ὡς ὕλη· οὗ γὰρ ἡ διαφορὰ καὶ ἡ ποιότης ἐστί, τοῦτʼ ἔστι τὸ ὑποκείμενον, ὃ λέγομεν ὕλην.
因此,“属”在这么多意义上被说:一是指具有相同种的连续生成;二是指相同种的第一运动者;三是指作为质料;因为种差和性质所属的就是基体,我们称之为质料。
ἕτερα δὲ τῷ γένει λέγεται ὧν ἕτερον τὸ πρῶτον ὑποκείμενον καὶ μὴ ἀναλύεται θάτερον εἰς θάτερον μηδʼ ἄμφω εἰς ταὐτόν, οἷον τὸ εἶδος καὶ ἡ ὕλη ἕτερον τῷ γένει, καὶ ὅσα καθʼ ἕτερον σχῆμα κατηγορίας τοῦ ὄντος λέγεται (τὰ μὲν γὰρ τί ἐστι σημαίνει τῶν ὄντων τὰ δὲ ποιόν τι τὰ δʼ ὡς διῄρηται πρότερον)· οὐδὲ γὰρ ταῦτα ἀναλύεται οὔτʼ εἰς ἄλληλα οὔτʼ εἰς ἕν τι.
而凡是其第一基体不同,且一者不能还原为另一者,两者也不能还原为同一者,就被称为“属上不同的”,例如形式和质料在属上不同,以及所有按照存在的不同范畴表式而被述说的事物(因为在存在者中,有些表示“是什么”,有些表示“性质”,有些表示如前所划分的);因为这些既不能相互还原,也不能还原为任何一个事物。