§5.19διάθεσις λέγεται τοῦ ἔχοντος μέρη τάξις ἢ κατὰ τόπον ἢ κατὰ δύναμιν ἢ κατʼ εἶδος· θέσιν γὰρ δεῖ τινὰ εἶναι, ὥσπερ καὶ τοὔνομα δηλοῖ ἡ διάθεσις.
“配置”是指具有部分之物在空间、或能力、或形式上的秩序;因为必须存在某种“位置”,正如“配置”这一名称本身所表明的那样。
§5.20ἕξις δὲ λέγεται ἕνα μὲν τρόπον οἷον ἐνέργειά τις τοῦ ἔχοντος καὶ ἐχομένου, ὥσπερ πρᾶξίς τις ἢ κίνησις (ὅταν γὰρ τὸ μὲν ποιῇ τὸ δὲ ποιῆται, ἔστι ποίησις μεταξύ· οὕτω καὶ τοῦ ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος ἔστι μεταξὺ ἕξις)· —ταύτην μὲν οὖν φανερὸν ὅτι οὐκ ἐνδέχεται ἔχειν ἕξιν (εἰς ἄπειρον γὰρ βαδιεῖται, εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν), ἄλλον δὲ τρόπον ἕξις λέγεται διάθεσις καθʼ ἣν ἢ εὖ ἢ κακῶς διάκειται τὸ διακείμενον, καὶ ἢ καθʼ αὑτὸ ἢ πρὸς ἄλλο, οἷον ἡ ὑγίεια ἕξις τις·
“状态”在一个意义上是指,占有者与被占有者之间的一种活动,就像某种行为或运动(因为当一者作用而另一者受动时,两者之间存在着作用;同样,在穿着衣服的人和被穿的衣服之间,也存在着持守);——因此显而易见,不可能再去占有这种持守(因为如果对于被占有之物的持守还要再去占有,这将会陷入无限倒退);在另一个意义上,“状态”是指一种配置,根据这种配置,被配置者或好或坏地处于某种状态,且或是就其自身而言,或是相对于他物而言,例如健康就是一种状态;因为健康就是这样的一种配置。
διάθεσις γάρ ἐστι τοιαύτη. ἔτι ἕξις λέγεται ἂν ᾖ μόριον διαθέσεως τοιαύτης· διὸ καὶ ἡ τῶν μερῶν ἀρετὴ ἕξις τίς ἐστιν.
此外,如果它是这种配置的一部分,也被称为“状态”;因此,部分的德性也是一种状态。
§5.21πάθος λέγεται ἕνα μὲν τρόπον ποιότης καθʼ ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν, καὶ γλυκὺ καὶ πικρόν, καὶ βαρύτης καὶ κουφότης, καὶ ὅσα ἄλλα τοιαῦτα· ἕνα δὲ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις ἤδη.
“受动”在一个意义上是指,事物借以能够发生质变的性质,例如白和黑、甜和苦、重和轻,以及所有其他此类性质;在另一个意义上是指,这些性质的活动和已经发生的质变。
ἔτι τούτων μᾶλλον αἱ βλαβεραὶ ἀλλοιώσεις καὶ κινήσεις, καὶ μάλιστα αἱ λυπηραὶ βλάβαι.
此外,比这些更进一步的,是指有害的质变和运动,尤其是痛苦的损害。
ἔτι τὰ μεγέθη τῶν συμφορῶν καὶ λυπηρῶν πάθη λέγεται.
此外,巨大的灾难和痛苦的经历也被称为“遭受”。
§5.22στέρησις λέγεται ἕνα μὲν τρόπον ἂν μὴ ἔχῃ τι τῶν πεφυκότων ἔχεσθαι, κἂν μὴ αὐτὸ ᾖ πεφυκὸς ἔχειν, οἷον φυτὸν ὀμμάτων ἐστερῆσθαι λέγεται· ἕνα δὲ ἂν πεφυκὸς ἔχειν, ἢ αὐτὸ ἢ τὸ γένος, μὴ ἔχῃ, οἷον ἄλλως ἄνθρωπος ὁ τυφλὸς ὄψεως ἐστέρηται καὶ ἀσπάλαξ, τὸ μὲν κατὰ τὸ γένος τὸ δὲ καθʼ αὑτό.
“缺失”在一个意义上是指,某物不具有本性上可以被占有的东西,即使该物自身在本性上并不应该占有它,例如植物被说成是缺失眼睛;在另一个意义上是指,当它或其属在本性上应该占有某物时它却不占有,例如,盲人和鼹鼠是以不同的方式缺失视觉,前者是根据其属而言,后者则是就其自身而言。
ἔτι ἂν πεφυκὸς καὶ ὅτε πέφυκεν ἔχειν μὴ ἔχῃ· ἡ γὰρ τυφλότης στέρησίς τις, τυφλὸς δʼ οὐ κατὰ πᾶσαν ἡλικίαν, ἀλλʼ ἐν ᾗ πέφυκεν ἔχειν, ἂν μὴ ἔχῃ.
此外,是指当它本性上应该占有、且处于应该占有的时期却不占有;因为盲目是一种缺失,但一个人并不是在任何年龄都是盲的,而是在他本性上应该具有视觉的年龄却不具有。
ὁμοίως δὲ καὶ ἐν ᾧ ἂν ᾖ πεφυκὸς καὶ καθʼ ὃ καὶ πρὸς ὃ καὶ ὥς, ἂν μὴ ἔχῃ.
同样,在它本性上应该具有的特定环境、特定方面、特定对象及特定方式下却不具有,也是缺失。
ἔτι ἡ βιαία ἑκάστου ἀφαίρεσις στέρησις λέγεται.
此外,强行夺去各物也被称为“缺失”。
καὶ ὁσαχῶς δὲ αἱ ἀπὸ τοῦ α ἀποφάσεις λέγονται, τοσαυταχῶς καὶ αἱ στερήσεις λέγονται· ἄνισον μὲν γὰρ τῷ μὴ ἔχειν ἰσότητα πεφυκὸς λέγεται, ἀόρατον δὲ καὶ τῷ ὅλως μὴ ἔχειν χρῶμα καὶ τῷ φαύλως, καὶ ἄπουν καὶ τῷ μὴ ἔχειν ὅλως πόδας καὶ τῷ φαύλους.
而且,以阿尔法开头的否定词有多少种说法,缺失就有多少种说法;因为“不等”是指在本性上能具有相等性却不具有;“不可见” 既指完全没有颜色,也指颜色暗淡、极差;“无足”既指完全没有足,也指足发育极差。
ἔτι καὶ τῷ μικρὸν ἔχειν, οἷον τὸ ἀπύρηνον· τοῦτο δʼ ἐστὶ τὸ φαύλως πως ἔχειν.
此外,也指仅具有微小部分,例如“无核”;而这也就是在某种很差的意义上具有。
ἔτι τῷ μὴ ῥᾳδίως ἢ τῷ μὴ καλῶς, οἷον τὸ ἄτμητον οὐ μόνον τῷ μὴ τέμνεσθαι ἀλλὰ καὶ τῷ μὴ ῥᾳδίως ἢ μὴ καλῶς.
此外,是指不能轻易做到或不能做好;例如“不可切分”不仅指不能被切分,也指不能轻易或不能很好地被切分。
ἔτι τῷ πάντῃ μὴ ἔχειν· τυφλὸς γὰρ οὐ λέγεται ὁ ἑτερόφθαλμος ἀλλʼ ὁ ἐν ἀμφοῖν μὴ ἔχων ὄψιν· διὸ οὐ πᾶς ἀγαθὸς ἢ κακός, ἢ δίκαιος ἢ ἄδικος, ἀλλὰ καὶ τὸ μεταξύ.
此外,是指完全不具有;因为只有一只眼睛的人并不被称为盲人,而是双眼都失去视觉的人才被称为盲人;因此,并不是每个人都是善的或恶的,公正的或不公正的,而是还有中间状态。
§5.23τὸ ἔχειν λέγεται πολλαχῶς, ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἢ κατὰ τὴν αὑτοῦ ὁρμήν, διὸ λέγεται πυρετός τε ἔχειν τὸν ἄνθρωπον καὶ οἱ τύραννοι τὰς πόλεις καὶ τὴν ἐσθῆτα οἱ ἀμπεχόμενοι· ἕνα δʼ ἐν ᾧ ἄν τι ὑπάρχῃ ὡς δεκτικῷ, οἷον ὁ χαλκὸς ἔχει τὸ εἶδος τοῦ ἀνδριάντος καὶ τὴν νόσον τὸ σῶμα· ἕνα δὲ ὡς τὸ περιέχον τὰ περιεχόμενα· ἐν ᾧ γάρ ἐστι περιέχοντι, ἔχεσθαι ὑπὸ τούτου λέγεται, οἷον τὸ ἀγγεῖον ἔχειν τὸ ὑγρόν φαμεν καὶ τὴν πόλιν ἀνθρώπους καὶ τὴν ναῦν ναύτας, οὕτω δὲ καὶ τὸ ὅλον ἔχειν τὰ μέρη.
“具有”被说成有多种方式:在一种方式下,是指根据其自身的本性或自身的冲动来引导,因此,烧热被说成具有了人,僭主具有了城邦,穿着衣服的人具有了衣服;在另一种方式下,是指某物作为受容者而存在于其中,例如青铜具有雕像的形式,身体具有疾病;在另一种方式下,是指包容者包容被包容者;因为存在于包容者之中的东西,被说成是被它具有的,例如我们说器皿具有液体,城邦具有人,船只具有水手,以此方式整体也具有部分。
ἔτι τὸ κωλῦον κατὰ τὴν αὑτοῦ ὁρμήν τι κινεῖσθαι ἢ πράττειν ἔχειν λέγεται τοῦτο αὐτό, οἷον καὶ οἱ κίονες τὰ ἐπικείμενα βάρη, καὶ ὡς οἱ ποιηταὶ τὸν Ἄτλαντα ποιοῦσι τὸν οὐρανὸν ἔχειν ὡς συμπεσόντʼ ἂν ἐπὶ τὴν γῆν, ὥσπερ καὶ τῶν φυσιολόγων τινές φασιν·
此外,阻止某物根据自身冲动去运动或行动的东西,被说成是具有了该物,例如柱子具有其承受的重量,以及诗人门描绘阿特拉斯具有天空,否则天空就会坍塌到大地上。
τοῦτον δὲ τὸν τρόπον καὶ τὸ συνέχον λέγεται ἃ συνέχει ἔχειν, ὡς διαχωρισθέντα ἂν κατὰ τὴν αὑτοῦ ὁρμὴν ἕκαστον.
在这个意义上,使事物凝聚在一起的东西,也被说成是具有它所凝聚的事物,因为如果不是这样,它们就会根据各自的冲动而分离开来。
καὶ τὸ ἔν τινι δὲ εἶναι ὁμοτρόπως λέγεται καὶ ἑπομένως τῷ ἔχειν.
而“在某物之中”的说法也是类似的方式,并且是顺从于“具有”而来的。