Humanitext Reader

亚里士多德 · 形而上学 §5.16-5.18

完全、极限以及就自身而言的定义

第 55 段,共 159 段 · 希腊语

内容简介

亚里士多德分类并阐释了“完全的(圆满的)”、“极限(边界)”,以及“根据”和“就自身”这几个术语在哲学上的多重含义。

§5.16τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν μηδὲ ἓν μόριον (οἷον χρόνος τέλειος ἑκάστου οὗτος οὗ μὴ ἔστιν ἔξω λαβεῖν χρόνον τινὰ ὃς τούτου μέρος ἐστὶ τοῦ χρόνου), καὶ τὸ κατʼ ἀρετὴν καὶ τὸ εὖ μὴ ἔχον ὑπερβολὴν πρὸς τὸ γένος, οἷον τέλειος ἰατρὸς καὶ τέλειος αὐλητὴς ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηθὲν ἐλλείπωσιν (οὕτω δὲ μεταφέροντες καὶ ἐπὶ τῶν κακῶν λέγομεν συκοφάντην τέλειον καὶ κλέπτην τέλειον, ἐπειδὴ καὶ ἀγαθοὺς λέγομεν αὐτούς, οἷον κλέπτην ἀγαθὸν καὶ συκοφάντην ἀγαθόν· καὶ ἡ ἀρετὴ τελείωσίς τις· ἕκαστον γὰρ τότε τέλειον καὶ οὐσία πᾶσα τότε τελεία, ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους)· ἔτι οἷς ὑπάρχει τὸ τέλος, σπουδαῖον ὄν, ταῦτα λέγεται τέλεια· κατὰ γὰρ τὸ ἔχειν τὸ τέλος τέλεια, ὥστʼ ἐπεὶ τὸ τέλος τῶν ἐσχάτων τί ἐστι, καὶ ἐπὶ τὰ φαῦλα μεταφέροντες λέγομεν τελείως ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν μηδὲν ἐλλείπῃ τῆς φθορᾶς καὶ τοῦ κακοῦ ἀλλʼ ἐπὶ τῷ ἐσχάτῳ ᾖ· διὸ καὶ ἡ τελευτὴ κατὰ μεταφορὰν λέγεται τέλος, ὅτι ἄμφω ἔσχατα· τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον.
“完全的”(或“圆满的”)在一个意义上,是指在它之外无法找到甚至一个部分的事物(例如,对每个事物而言,完全的时间是指在它之外无法找到作为这段时间之任何部分的时间);此外,在德性(卓越性)和善好上,对于其所属的属没有超越的事物,例如一个完全的医生和一个完全的笛手,当他们在其特有德性的形式上毫无缺失时[即被称为完全的](由此我们也可以把这用法转用到恶的事物上,说“完全的诽谤者”和“完全的贼”,因为我们也说他们是“好”的,例如“好的贼”和 “好的诽谤者”;而德性是某种完成;因为当每个事物以及每个实体在自身特有德性的形式上,不缺失其自然大小的任何部分时,它就是完全的);此外,那些拥有作为高尚事物的“目的”的事物,被称为是完全的;因为由于拥有目的,它们才是完全的,因此,既然目的是极点之一,我们也把这用法转用到恶的事物上,说“完全灭亡了”和“完全毁灭了”,当毁灭和恶毫无缺失而是达到了极点时;所以死亡也被比喻地称为“终结(目的)”,因为两者都是极点;而目的也是作为极点的“为了它而存在”的事物。
τὰ μὲν οὖν καθʼ αὑτὰ λεγόμενα τέλεια τοσαυταχῶς λέγεται, τὰ μὲν τῷ κατὰ τὸ εὖ μηδὲν ἐλλείπειν μηδʼ ἔχειν ὑπερβολὴν μηδὲ ἔξω τι λαβεῖν, τὰ δʼ ὅλως κατὰ τὸ μὴ ἔχειν ὑπερβολὴν ἐν ἑκάστῳ γένει μηδʼ εἶναί τι ἔξω·
因此,就自身而被说成完全的事物就是以这么多方式被说的:有些是因为在善好上毫无缺失,没有超越,也无法在外部找到什么;另一些,总的来说,是因为在每个属中没有超越,在外部也没有什么。
τὰ δὲ ἄλλα ἤδη κατὰ ταῦτα τῷ ἢ ποιεῖν τι τοιοῦτον ἢ ἔχειν ἢ ἁρμόττειν τούτῳ ἢ ἁμῶς γέ πως λέγεσθαι πρὸς τὰ πρώτως λεγόμενα τέλεια.
至于其他事物,则已经根据这些事物而被说成完全,由于它们或者产生这样事物,或者占有它,或者适合它,或者以某种方式与最初被称为完全的事物相联系。
§5.17πέρας λέγεται τό τε ἔσχατον ἑκάστου καὶ οὗ ἔξω μηδὲν ἔστι λαβεῖν πρώτου καὶ οὗ ἔσω πάντα πρώτου, καὶ ὃ ἂν ᾖ εἶδος μεγέθους ἢ ἔχοντος μέγεθος, καὶ τὸ τέλος ἑκάστου (τοιοῦτον δʼ ἐφʼ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις, καὶ οὐκ ἀφʼ οὗ—ὁτὲ δὲ ἄμφω, καὶ ἀφʼ οὗ καὶ ἐφʼ ὃ καὶ τὸ οὗ ἕνεκα), καὶ ἡ οὐσία ἡ ἑκάστου καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ· τῆς γνώσεως γὰρ τοῦτο πέρας· εἰ δὲ τῆς γνώσεως, καὶ τοῦ πράγματος.
“极限”是指每个事物的极点,也是在它之外最先无法找到任何事物,且在它之内最先包含一切事物的那种事物;也是凡作为大小或具有大小者的形式(形状)的事物;也是每个事物的目的(这目的指运动和行为所指向的终点,而不是起点——但有时两者皆是,即起点、终点和“为了它而存在”的事物);也是每个事物的实体,以及每个事物的“所是(本质)”;因为这是知识的极限,而如果是知识的极限,也就是事物的极限。
ὥστε φανερὸν ὅτι ὁσαχῶς τε ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ πέρας, καὶ ἔτι πλεοναχῶς· ἡ μὲν γὰρ ἀρχὴ πέρας τι, τὸ δὲ πέρας οὐ πᾶν ἀρχή.
因此,显而易见,“始原(开始)”以多少种意义被说,极限就以多少种意义被说,甚至以更多意义被说;因为始原是某种极限,但并非所有的极限都是始原。
§5.18τὸ καθʼ ὃ λέγεται πολλαχῶς, ἕνα μὲν τρόπον τὸ εἶδος καὶ ἡ οὐσία ἑκάστου πράγματος, οἷον καθʼ ὃ ἀγαθός, αὐτὸ ἀγαθόν, ἕνα δὲ ἐν ᾧ πρώτῳ πέφυκε γίγνεσθαι, οἷον τὸ χρῶμα ἐν τῇ ἐπιφανείᾳ.
“根据”被说成有多种方式:在一种方式下,是每个事物的形式和实体,例如某人借以被称为善的东西,就是善自身;在另一种方式下,是某种属性天然最先在其内产生的主体,例如颜色在表面中。
τὸ μὲν οὖν πρώτως λεγόμενον καθʼ ὃ τὸ εἶδός ἐστι, δευτέρως δὲ ὡς ἡ ὕλη ἑκάστου καὶ τὸ ὑποκείμενον ἑκάστῳ πρῶτον.
因此,最初意义上的“根据”是形式,第二种意义上则是每个事物的质料以及每个事物的最初基底。
ὅλως δὲ τὸ καθʼ ὃ ἰσαχῶς καὶ τὸ αἴτιον ὑπάρξει· κατὰ τί γὰρ ἐλήλυθεν ἢ οὗ ἕνεκα ἐλήλυθε λέγεται, καὶ κατὰ τί παραλελόγισται ἢ συλλελόγισται, ἢ τί τὸ αἴτιον τοῦ συλλογισμοῦ ἢ παραλογισμοῦ.
总的来说,“根据”将以与 “原因”相同的各种方式存在;因为我们说“他根据什么来”或“为了什么而来”,以及“根据什么误推或推理”,即推论或误推的原因是什么。
ἔτι δὲ τὸ καθʼ ὃ τὸ κατὰ θέσιν λέγεται, καθʼ ὃ ἕστηκεν ἢ καθʼ ὃ βαδίζει· πάντα γὰρ ταῦτα τόπον σημαίνει καὶ θέσιν.
此外,“根据”也是根据位置来说的,例如根据什么站着,或根据什么走着;因为所有这些都表示地方和位置。
ὥστε καὶ τὸ καθʼ αὑτὸ πολλαχῶς ἀνάγκη λέγεσθαι.
因此, “就自身”也必然被说成有多种方式。
ἓν μὲν γὰρ καθʼ αὑτὸ τὸ τί ἦν εἶναι ἑκάστῳ, οἷον ὁ Καλλίας καθʼ αὑτὸν Καλλίας καὶ τὸ τί ἦν εἶναι Καλλίᾳ· ἓν δὲ ὅσα ἐν τῷ τί ἐστιν ὑπάρχει, οἷον ζῷον ὁ Καλλίας καθʼ αὑτόν· ἐν γὰρ τῷ λόγῳ ἐνυπάρχει τὸ ζῷον· ζῷον γάρ τι ὁ Καλλίας.
第一,就自身是指每个事物的所是(本质),例如卡里亚斯就自身而言是卡里亚斯,也就是卡里亚斯的本质;第二,是所有包含在“是什么”之定义中的属性,例如卡里亚斯就自身而言是动物;因为在定义中包含着“动物”,因为卡里亚斯是某种动物。
ἔτι δὲ εἰ ἐν αὑτῷ δέδεκται πρώτῳ ἢ τῶν αὑτοῦ τινί, οἷον ἡ ἐπιφάνεια λευκὴ καθʼ ἑαυτήν, καὶ ζῇ ὁ ἄνθρωπος καθʼ αὑτόν· ἡ γὰρ ψυχὴ μέρος τι τοῦ ἀνθρώπου, ἐν ᾗ πρώτῃ τὸ ζῆν.
此外,如果它是最先在其自身或其自身的某个部分中接受了属性,例如表面就自身而言是白的,人就自身而言活着;因为灵魂是人的一部分,生命最先存在于其中。
ἔτι οὗ μὴ ἔστιν ἄλλο αἴτιον· τοῦ γὰρ ἀνθρώπου πολλὰ αἴτια, τὸ ζῷον, τὸ δίπουν, ἀλλʼ ὅμως καθʼ αὑτὸν ἄνθρωπος ὁ ἄνθρωπός ἐστιν.
此外,指没有其他原因的事物;因为对于人来说有许多原因,如动物、双足的,但人就自身而言仍然是人。
ἔτι ὅσα μόνῳ ὑπάρχει καὶ ᾗ μόνον διʼ αὐτὸ κεχωρισμένον καθʼ αὑτό.
此外,指仅属于它且仅在它作为唯一时,由于它自身而被分离的事物,即为“就自身”。

词汇与语法注释

  1. 1021b14τὸ κατʼ ἀρετὴν καὶ τὸ εὖ μὴ ἔχον ὑπερβολὴν πρὸς τὸ γένος — 短语 τὸ εὖ 是副词 εὖ 带冠词的名词化用法,在此处与 κατʼ ἀρετήν(在德性上)并列,用以表征相对于其所属的属(γένος)而言,没有任何过度或缺失的完全状态。
  2. 1022a4οὗ ἔξω μηδὲν ἔστι λαβεῖν πρώτου καὶ οὗ ἔσω πάντα πρώτου — 两处的 πρώτου 均为属格作述语或副词性用法,强调极限(πέρας)是“在它之外最先无法找到任何事物”且“在它之内最先包含一切事物”的边界。
  3. 1022a15καθʼ ὃ ἀγαθός, αὐτὸ ἀγαθόν — 关系从句 καθʼ ὃ ἀγαθός(某人借以被称为善的东西)指明了标准,表明其属性的实质或本质即是“善自身”(αὐτὸ ἀγαθόν)。作表语的形容词 ἀγαθός 的主语作为泛指而被省略。

引用这一段

亚里士多德, 形而上学 §5.16-5.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:5.16-5.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。