Humanitext Reader

亚里士多德 · 形而上学 §5.15

关系的定义及其三个分类

第 54 段,共 159 段 · 希腊语

内容简介

给出关系的定义及其三个主要分类(基于数、能力以及测量或认识的对象),并详细讨论了各类的特征以及自身关系与偶性关系的区别。

§5.15πρός τι λέγεται τὰ μὲν ὡς διπλάσιον πρὸς ἥμισυ καὶ τριπλάσιον πρὸς τριτημόριον, καὶ ὅλως πολλαπλάσιον πρὸς πολλοστημόριον καὶ ὑπερέχον πρὸς ὑπερεχόμενον· τὰ δʼ ὡς τὸ θερμαντικὸν πρὸς τὸ θερμαντὸν καὶ τὸ τμητικὸν πρὸς τὸ τμητόν, καὶ ὅλως τὸ ποιητικὸν πρὸς τὸ παθητικόν· τὰ δʼ ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ ἐπιστητὸν πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν.
“关系”在一种意义上,是被说成如两倍之于一半、三倍之于三分之一,以及总的来说,倍数之于分数,和超越者之于被超越者;在另一种意义上,是如能加热者之于能被加热者、能切断者之于 ¦30 能被切断者,以及总的来说,能动者之于受动者;在又一种意义上,是如可测量的之于测量、可知的之于知识、可感觉的之于感觉。
λέγεται δὲ τὰ μὲν πρῶτα κατʼ ἀριθμὸν ἢ ἁπλῶς ἢ ὡρισμένως, πρὸς αὐτοὺς ἢ πρὸς ἕν (οἷον τὸ μὲν διπλάσιον πρὸς ἓν ἀριθμὸς ὡρισμένος, τὸ δὲ πολλαπλάσιον κατʼ ἀριθμὸν πρὸς ἕν, οὐχ ὡρισμένον δέ, οἷον τόνδε ἢ τόνδε· τὸ δὲ ἡμιόλιον πρὸς τὸ ὑφημιόλιον κατʼ ἀριθμὸν πρὸς ἀριθμὸν ὡρισμένον· τὸ δʼ ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατὰ ἀόριστον, ὥσπερ τὸ πολλαπλάσιον πρὸς τὸ ἕν· τὸ δʼ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον ὅλως ἀόριστον κατʼ ἀριθμόν· ὁ γὰρ ἀριθμὸς σύμμετρος, κατὰ μὴ συμμέτρου δὲ ἀριθμὸς οὐ λέγεται, τὸ δὲ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτόν τέ ἐστι καὶ ἔτι, τοῦτο δʼ ἀόριστον· ὁπότερον γὰρ ἔτυχέν ἐστιν, ἢ ἴσον ἢ οὐκ ἴσον)· ταῦτά τε οὖν τὰ πρός τι πάντα κατʼ ἀριθμὸν λέγεται καὶ ἀριθμοῦ πάθη, καὶ ἔτι τὸ ἴσον καὶ ὅμοιον καὶ ταὐτὸ κατʼ ἄλλον τρόπον (κατὰ γὰρ τὸ ἓν λέγεται πάντα, ταὐτὰ μὲν γὰρ ὧν μία ἡ οὐσία, ὅμοια δʼ ὧν ἡ ποιότης μία, ἴσα δὲ ὧν τὸ ποσὸν ἕν· τὸ δʼ ἓν τοῦ ἀριθμοῦ ἀρχὴ καὶ μέτρον, ὥστε ταῦτα πάντα πρός τι λέγεται κατʼ ἀριθμὸν μέν, οὐ τὸν αὐτὸν δὲ τρόπον)· τὰ δὲ ποιητικὰ καὶ παθητικὰ κατὰ δύναμιν ποιητικὴν καὶ παθητικὴν καὶ ἐνεργείας τὰς τῶν δυνάμεων, οἷον τὸ θερμαντικὸν πρὸς τὸ θερμαντὸν ὅτι δύναται, καὶ πάλιν τὸ θερμαῖνον πρὸς τὸ θερμαινόμενον καὶ τὸ τέμνον πρὸς τὸ τεμνόμενον ὡς ἐνεργοῦντα.
在这些之中,第一类是根据数而说的,或者是无限定地、或者是有限定地,相对于数自身、或者相对于一(例如,两倍相对于一是有限定的数,而 ¦35 根据数而说的倍数是相对于一,但不是有限定的,例如这一个或那一个数; ¦1021a ¦1 而一倍半相对于其相反者是有限定的数相对于有限定的数;而一又几分之一相对于其相反者则是根据无限定的,就像倍数相对于一一样;而超越者相对于被超越者在数上则是完全无限定的; ¦5 因为数是可通约的,而对于不可通约者则不用数来说,但超越者相对于被超越者是“这么多并且还有更多”,而这是无限定的;因为无论它恰好是哪一个,或是等,或是不等);因此,这些关系者全部是根据数而说的,也是数的属性;此外,相等、 ¦10 相似和相同在另一种意义上也是如此(因为它们全部是根据一而说的。 因为相同是指其本质为一者,相似是指其质为一者,相等是指其量为一者;而一是有理之源和数的测量,因此所有这些都是根据数而被称为关系,但不是以同样的方式);另一方面, ¦15 能动者和受动者是根据能动和受动的能力,以及这些能力的现实活动而说的。 例如,能加热之物之于能被加热之物是因为它有能力,而正在加热之物之于正在被加热之物、正在切断之物之于正在被切断之物,则是作为正在进行现实活动的。
τῶν δὲ κατʼ ἀριθμὸν οὐκ εἰσὶν ἐνέργειαι ἀλλʼ ἢ ὃν τρόπον ἐν ἑτέροις εἴρηται· αἱ δὲ κατὰ κίνησιν ἐνέργειαι οὐχ ὑπάρχουσιν.
而在根据数的关系中,则没有现实活动,除非 ¦20 是以在别处曾说过的那种方式;但根据运动的现实活动在它们之中是不存在的。
τῶν δὲ κατὰ δύναμιν καὶ κατὰ χρόνους ἤδη λέγονται πρός τι οἷον τὸ πεποιηκὸς πρὸς τὸ πεποιημένον καὶ τὸ ποιῆσον πρὸς τὸ ποιησόμενον.
在根据能力的关系中,也有根据时间来说的关系,例如已经制造了之物之于已经被制造了之物,将要制造之物之于将要被制造之物。
οὕτω γὰρ καὶ πατὴρ υἱοῦ λέγεται πατήρ· τὸ μὲν γὰρ πεποιηκὸς τὸ δὲ πεπονθός τί ἐστιν.
因为父亲之被称为儿子的父亲也是通过这种方式;因为一者是已经发生作用的,另一者是受动 ¦25 了某些影响的。
ἔτι ἔνια κατὰ στέρησιν δυνάμεως, ὥσπερ τὸ ἀδύνατον καὶ ὅσα οὕτω λέγεται, οἷον τὸ ἀόρατον.
此外,有些是根据能力的匮乏而说的,例如不可能之物以及所有以此方式而被说的事物,比如不可见之物。
τὰ μὲν οὖν κατʼ ἀριθμὸν καὶ δύναμιν λεγόμενα πρός τι πάντα ἐστὶ πρός τι τῷ ὅπερ ἐστὶν ἄλλου λέγεσθαι αὐτὸ ὅ ἐστιν, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς ἐκεῖνο·
因此,根据数和能力而被说成关系者的事物,全是因为它们之所是被称为是由于别的事物,而不是因为别的事物相对于它们。
τὸ δὲ μετρητὸν καὶ τὸ ἐπιστητὸν καὶ τὸ διανοητὸν τῷ ἄλλο πρὸς αὐτὸ λέγεσθαι πρός τι λέγονται.
然而,可测量的、可知的和 ¦30 可思考的,则是因为别的事物相对于它们而被说成关系者。
τό τε γὰρ διανοητὸν σημαίνει ὅτι ἔστιν αὐτοῦ διάνοια, οὐκ ἔστι δʼ ἡ διάνοια πρὸς τοῦτο οὗ ἐστὶ διάνοια (δὶς γὰρ ταὐτὸν εἰρημένον ἂν εἴη), ὁμοίως δὲ καὶ τινός ἐστιν ἡ ὄψις ὄψις, οὐχ οὗ ἐστὶν ὄψις (καίτοι γʼ ἀληθὲς τοῦτο εἰπεῖν) ἀλλὰ πρὸς χρῶμα ἢ πρὸς ἄλλο τι τοιοῦτον.
因为“可思考的”表示有关于它的思考存在,但思考并不直接相对于“它是其思考”的那个对象本身(因为若是这样,同样的话就会被说两遍);同样地,视觉也是某物的视觉,而不是“它是其视觉”的那个对象(虽然说这确实是真的),而是相对于颜色或其他类似之物。
ἐκείνως δὲ δὶς τὸ αὐτὸ λεχθήσεται, ὅτι ἐστὶν οὗ ἐστὶν ἡ ὄψις.
而如果按另一种方式说,同样的话就会被说两遍,即:它是“它是其视觉”之物的视觉。
τὰ μὲν οὖν καθʼ ἑαυτὰ λεγόμενα πρός τι τὰ μὲν οὕτω λέγεται, τὰ δὲ ἂν τὰ γένη αὐτῶν ᾖ τοιαῦτα, οἷον ἡ ἰατρικὴ τῶν πρός τι ὅτι τὸ γένος αὐτῆς ἡ ἐπιστήμη δοκεῖ εἶναι πρός τι· ἔτι καθʼ ὅσα τὰ ἔχοντα λέγεται πρός τι, οἷον ἰσότης ὅτι τὸ ἴσον καὶ ὁμοιότης ὅτι τὸ ὅμοιον·
¦1021b ¦1 因此,在就自身而被说成关系者中,有些是这样被说的,有些是因为它们的 ¦5 属是此类事物,例如医术属于关系者,是因为其属(即知识)被认为是关系者;此外,凡是由于占有它们而使占有者被称为关系者的属性,例如相等是因为相等者,相似是因为相似者。
τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἅνθρωπος πρός τι ὅτι συμβέβηκεν αὐτῷ διπλασίῳ εἶναι, τοῦτο δʼ ἐστὶ τῶν πρός τι· ἢ τὸ λευκόν, εἰ τῷ αὐτῷ συμβέβηκε διπλασίῳ καὶ λευκῷ εἶναι.
而另一些是由于偶性,例如,人是关系者,是因为他碰巧是两倍, ¦10 而这是关系者之一;或者白,如果相同的主体碰巧既是两倍又是白。

词汇与语法注释

  1. 1021a1τὸ δὲ ἡμιόλιον — 译为“一倍半”(即3:2的比率)与其相反者(2:3)的对比。由于这一比例基于具体的确定数(3对2),因此被分类为“有限定的数相对于有限定的数”,与随后表示 (n+1)/n 形式的泛指比例 ἐπιμόριον(一又几分之一)形成对比。
  2. 1021a26τῷ ὅπερ ἐστὶν ἄλλου λέγεσθαι αὐτὸ ὅ ἐστιν — 基于数和能力的第一和第二类关系者的定义。它们之所以是关系者,是因为其自身之所是(本质 ὅπερ ἐστὶν)被说成是“属于他者的”(使用属格 ἄλλου)。例如,“两倍”的本质固有地被表述为“一半的两倍”。这与第三类(可测量的等)形成对比,后者之所以被称为关系者,只是因为他者(测量)与它们发生了关系。
  3. 1021a31οὐκ ἔστι δʼ ἡ διάνοια πρὸς τοῦτο οὗ ἐστὶ διάνοια — 思考(διάνοια)与其对象(διανοητόν)的关系。如果思考直接与其对象发生关系,被表述为“可思考之物的思考”,则会导致同义反复(δὶς ταὐτόν),因为“可思考之物”一词本身就已包含被思考的意思。为了避免这种概念上的重复,亚里士多德解释说,认识主体的活动(如视觉)直接相关的不是其相对的对象(被看见之物本身),而是具体的属性(如颜色)。

引用这一段

亚里士多德, 形而上学 §5.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:5.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。