Humanitext Reader

亚里士多德 · 形而上学 §4.8

驳斥一切皆真与一切皆假及不动之推动者

第 41 段,共 159 段 · 希腊语

内容简介

作者通过揭示“一切皆真”和“一切皆假”这两个极端主张的自我否定性来进行驳斥,并否定了万物绝对运动或绝对静止的观点,从而暗示了不动的第一推动者的存在。

§4.8διωρισμένων δὲ τούτων φανερὸν ὅτι καὶ τὰ μοναχῶς λεγόμενα καὶ κατὰ πάντων ἀδύνατον ὑπάρχειν ὥσπερ τινὲς λέγουσιν, οἱ μὲν οὐθὲν φάσκοντες ἀληθὲς εἶναι (οὐθὲν γὰρ κωλύειν φασὶν οὕτως ἅπαντα εἶναι ὥσπερ τὸ τὴν διάμετρον σύμμετρον εἶναι), οἱ δὲ πάντʼ ἀληθῆ.
在这些事情被规定之后,显而易见,某些人所主张的单方面的、以及适用于一切事物的说法也是不可能成立的。 有些人断言“没有什么是真的”(因为他们说,没有什么能阻止一切事物都像“对角线与边可通约”那样[是假的]),而另一些人则断言“一切都是真的”。
σχεδὸν γὰρ οὗτοι οἱ λόγοι οἱ αὐτοὶ τῷ Ἡρακλείτου· ὁ γὰρ λέγων ὅτι πάντʼ ἀληθῆ καὶ πάντα ψευδῆ, καὶ χωρὶς λέγει τῶν λόγων ἑκάτερον τούτων, ὥστʼ εἴπερ ἀδύνατα ἐκεῖνα, καὶ ταῦτα ἀδύνατον εἶναι.
因为这些论说实际上与赫拉克利特的论说是一样的;因为那个宣称一切都是真的且一切都是假的人,也分别说出了这两个主张中的每一个,因此,如果前者的那些主张是不可能的,那么这些主张也不可能成立。
ἔτι δὲ φανερῶς ἀντιφάσεις εἰσὶν ἃς οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶναι—οὐδὲ δὴ ψευδεῖς πάσας· καίτοι δόξειέ γʼ ἂν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων.
此外,显然存在着不可能同时为真的矛盾——而且它们确实也不可能全都是假的,尽管根据前面所说的话,这似乎更有可能。
ἀλλὰ πρὸς πάντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι δεῖ, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐπάνω λόγοις, οὐχὶ εἶναί τι ἢ μὴ εἶναι ἀλλὰ σημαίνειν τι, ὥστε ἐξ ὁρισμοῦ διαλεκτέον λαβόντας τί σημαίνει τὸ ψεῦδος ἢ τὸ ἀληθές.
但是,对于所有这些论说,我们必须像在上面的讨论中所说的那样去要求:不是要求“某物存在或不存在”,而是要求“它指代某种意义”,因此,我们必须在把握了“假”或“真”意味着什么的基础上,根据定义来进行讨论。
εἰ δὲ μηθὲν ἄλλο τὸ ἀληθὲς φάναι ἢ ὃ ἀποφάναι ψεῦδός ἐστιν, ἀδύνατον πάντα ψευδῆ εἶναι· ἀνάγκη γὰρ τῆς ἀντιφάσεως θάτερον εἶναι μόριον ἀληθές.
如果肯定什么是真的无异于否定什么是假的,那么一切都是假的不可能成立;因为矛盾双方的其中一个部分必须是真的。
ἔτι εἰ πᾶν ἢ φάναι ἢ ἀποφάναι ἀναγκαῖον, ἀδύνατον ἀμφότερα ψευδῆ εἶναι· θάτερον γὰρ μόριον τῆς ἀντιφάσεως ψεῦδός ἐστιν.
此外,如果对任何事情要么肯定要么否定是必然的,那么两者都是假的不可能成立;因为矛盾双方的其中一个部分是假的。
συμβαίνει δὴ καὶ τὸ θρυλούμενον πᾶσι τοῖς τοιούτοις λόγοις, αὐτοὺς ἑαυτοὺς ἀναιρεῖν.
因此,在所有这些论说中,也发生了那个众所周知的现象:它们自我否定。
ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων καὶ τὸν ἐναντίον αὑτοῦ λόγον ἀληθῆ ποιεῖ, ὥστε τὸν ἑαυτοῦ οὐκ ἀληθῆ (ὁ γὰρ ἐναντίος οὔ φησιν αὐτὸν ἀληθῆ), ὁ δὲ πάντα ψευδῆ καὶ αὐτὸς αὑτόν.
因为那个说一切都是真的的人,使与他相反的论说也成了真的,从而使他自己的论说成了非真的(因为相反的论说声称他的论说不是真的);而那个说一切都是假的的人,也使他自己成了假的。
ἐὰν δʼ ἐξαιρῶνται ὁ μὲν τὸν ἐναντίον ὡς οὐκ ἀληθὴς μόνος ἐστίν, ὁ δὲ τὸν αὑτοῦ ὡς οὐ ψευδής, οὐδὲν ἧττον ἀπείρους συμβαίνει αὐτοῖς αἰτεῖσθαι λόγους ἀληθεῖς καὶ ψευδεῖς· ὁ γὰρ λέγων τὸν ἀληθῆ λόγον ἀληθῆ ἀληθής, τοῦτο δʼ εἰς ἄπειρον βαδιεῖται.
如果他们做出例外,前者把相反的论说视为唯一不是真的,后者把自己的论说视为不是假的,那么他们仍然不得不假设无限个真和假的论说;因为那个说“真的论说是真的”的人,他自己也是真的,而这将进行到无限。
—φανερὸν δʼ ὅτι οὐδʼ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθῆ λέγουσιν οὐδʼ οἱ πάντα κινεῖσθαι.
显然,既不是那些说一切都静止的人在说真话,也不是那些说一切都在运动的人。
εἰ μὲν γὰρ ἠρεμεῖ πάντα, ἀεὶ ταὐτὰ ἀληθῆ καὶ ψευδῆ ἔσται, φαίνεται δὲ τοῦτο μεταβάλλον (ὁ γὰρ λέγων ποτὲ αὐτὸς οὐκ ἦν καὶ πάλιν οὐκ ἔσται)· εἰ δὲ πάντα κινεῖται, οὐθὲν ἔσται ἀληθές· πάντα ἄρα ψευδῆ· ἀλλὰ δέδεικται ὅτι ἀδύνατον.
因为如果一切都静止,那么同样的事物将永远是真的和假的,但显而易见这是在变化的(因为说话者本人曾经不存在,而且以后也将不复存在);而如果一切都在运动,那么没有什么会是真的,因此一切都是假的;但已经表明这是不可能的。
ἔτι ἀνάγκη τὸ ὂν μεταβάλλειν· ἔκ τινος γὰρ εἴς τι ἡ μεταβολή.
此外,存在者必须发生变化,因为变化是从某物到某物。
ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ ἢ κινεῖται ποτέ, ἀεὶ δʼ οὐθέν· ἔστι γάρ τι ὃ ἀεὶ κινεῖ τὰ κινούμενα, καὶ τὸ πρῶτον κινοῦν ἀκίνητον αὐτό.
然而,并非所有事物都只是在某些时候静止或运动,而没有任何东西是始终如一的;因为存在着某种始终推动运动着的事物的力量,而第一推动者本身是不动的。

词汇与语法注释

  1. ¦30¦τὰ μοναχῶς λεγόμενα καὶ κατὰ πάντων — 由连接词 καὶ 联结的两部分分别指代单方面的断言(即仅主张“一切皆真”或“一切皆假”中的一种)以及这一断言被普遍应用于所有事物(κατὰ πάντων)。
  2. ¦1012b¦μηθὲν ἄλλο τὸ ἀληθὲς φάναι ἢ ὃ ἀποφάναι ψεῦδός ἐστιν — 这是一个条件句,意为“如果肯定什么是真的无异于[肯定]否定它即为假的事物”。其中 τὸ ἀληθὲς φάναι 是主语,而关系代词 ὃ 充当动词不定式 ἀποφάναι 的宾语。
  3. ¦20¦ἐὰν δʼ ἐξαιρῶνται ὁ μὲν τὸν ἐναντίον ὡς οὐκ ἀληθὴς μόνος ἐστίν, ὁ δὲ τὸν αὑτοῦ ὡς οὐ ψευδής — 中间体动词 ἐξαιρῶνται(意为“为自己做出例外”)支配了语境中省略的宾语“论说”(λόγος)。ὁ μὲν 指代主张“一切皆真”的人,而 ὁ δὲ 指代主张“一切皆假”的人。
  4. ¦30¦οὐδὲ πάντα ἠρεμεῖ ἢ κινεῖται ποτέ, ἀεὶ δʼ οὐθέν — 这是一个双重否定结构,意为“并非所有事物都只是在某些时候静止或运动,而没有任何东西是始终[静止或运动]的”。亚里士多德在此暗示了存在着永恒不动的第一推动者以及永恒运动的天体。

引用这一段

亚里士多德, 形而上学 §4.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。