Humanitext Reader

亚里士多德 · 形而上学 §5.1

始基的多种含义与共同特征

第 42 段,共 159 段 · 希腊语

内容简介

亚里士多德提出了“始基/原理”(archē)的六种多义性定义,涵盖物理、认知和支配性的起点。他总结所有始基的共同特征是事物存在、产生或被认识的最早起点,将其分为内在和外在两类,并指出所有原因皆为始基。

§5.1ἀρχὴ λέγεται ἡ μὲν ὅθεν ἄν τις τοῦ πράγματος κινηθείη πρῶτον, οἷον τοῦ μήκους καὶ ὁδοῦ ἐντεῦθεν μὲν αὕτη ἀρχή, ἐξ ἐναντίας δὲ ἑτέρα· ἡ δὲ ὅθεν ἂν κάλλιστα ἕκαστον γένοιτο, οἷον καὶ μαθήσεως οὐκ ἀπὸ τοῦ πρώτου καὶ τῆς τοῦ πράγματος ἀρχῆς ἐνίοτε ἀρκτέον ἀλλʼ ὅθεν ῥᾷστʼ ἂν μάθοι· ἡ δὲ ὅθεν πρῶτον γίγνεται ἐνυπάρχοντος, οἷον ὡς πλοίου τρόπις καὶ οἰκίας θεμέλιος, καὶ τῶν ζῴων οἱ μὲν καρδίαν οἱ δὲ ἐγκέφαλον οἱ δʼ ὅ τι ἂν τύχωσι τοιοῦτον ὑπολαμβάνουσιν· ἡ δὲ ὅθεν γίγνεται πρῶτον μὴ ἐνυπάρχοντος καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή, οἷον τὸ τέκνον ἐκ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ ἡ μάχη ἐκ τῆς λοιδορίας· ἡ δὲ οὗ κατὰ προαίρεσιν κινεῖται τὰ κινούμενα καὶ μεταβάλλει τὰ μεταβάλλοντα, ὥσπερ αἵ τε κατὰ πόλεις ἀρχαὶ καὶ αἱ δυναστεῖαι καὶ αἱ βασιλεῖαι καὶ τυραννίδες ἀρχαὶ λέγονται καὶ αἱ τέχναι, καὶ τούτων αἱ ἀρχιτεκτονικαὶ μάλιστα.
“始基”(或“原理”、“支配”)是指:(1)事物中人们最先开始移动的起点,例如线段和道路,从这一端开始这是起点,而从相反的一端则是另一个起点;(2)各事物由此能最好地产生的起点,例如在学习中,有时我们不应当从该事物的最初原理开始,而应当从最容易学起的地方开始;(3)作为事物内在的东西,事物最先由此产生的起点,例如船的龙骨和房屋的地基,在动物中,有人认为是心脏,有人认为是脑,也有人认为是其他任何偶然相合的此类器官;(4)作为非内在的东西,事物最先由此产生的起点,以及运动和变化自然地最先开始的起点,例如孩子来自父亲和母亲,战斗来自辱骂;(5)在它的抉择下,运动者开始运动、变化者开始变化的起点,正如城邦中的官职、权势、王权和僭主统治被称为“权力”(或“始基”),技术也是如此,而在技术中,尤以统领性的技术为最。
ἔτι ὅθεν γνωστὸν τὸ πρᾶγμα πρῶτον, καὶ αὕτη ἀρχὴ λέγεται τοῦ πράγματος, οἷον τῶν ἀποδείξεων αἱ ὑποθέσεις.
此外,(6)事物最先被认识的起点,这也称为该事物的“始基”,例如证明中的假设。
ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται· πάντα γὰρ τὰ αἴτια ἀρχαί.
而“原因”也有同样多种含义,因为一切原因都是始基。
πασῶν μὲν οὖν κοινὸν τῶν ἀρχῶν τὸ πρῶτον εἶναι ὅθεν ἢ ἔστιν ἢ γίγνεται ἢ γιγνώσκεται· τούτων δὲ αἱ μὲν ἐνυπάρχουσαί εἰσιν αἱ δὲ ἐκτός.
因此,所有始基的共同点在于,它们是事物得以存在、产生或被认识的最先起点;在这些始基中,有些是内在的,有些是外在的。
διὸ ἥ τε φύσις ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ ἡ διάνοια καὶ ἡ προαίρεσις καὶ οὐσία καὶ τὸ οὗ ἕνεκα· πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τἀγαθὸν καὶ τὸ καλόν.
因此,自然、元素、思想、抉择、实体以及“为了什么”(目的)都是始基;因为对于许多事物来说,善和美既是认识的始基,也是运动的始基。

词汇与语法注释

  1. 1012bὅθεν ἄν τις τοῦ πράγματος κινηθείη πρῶτον — 属格 `τοῦ πράγματος` 表示运动或行为在其中展开的对象,译为“事物的[某一部分]”。该关系从句将 `archē` 的第一种含义界定为在某一对象中运动最先开始的物理或空间起点。
  2. 1013a1ὅθεν ἂν κάλλιστα ἕκαστον γένοιτο — 指“各事物由此能最好地产生的起点”。正如紧随其后的学习例子所示,这指的并不是事物本质或逻辑顺序上的绝对“最初”,而是对学习者而言“最容易学起的地方”这种实用或认知上的最佳起点。
  3. 1013a1μαθήσεως οὐκ ἀπὸ τοῦ πρώτου καὶ τῆς τοῦ πράγματος ἀρχῆς ἐνίοτε ἀρκτέον — 无人称动形容词 `ἀρκτέον` 表示必要性,支配表示学习活动的属格 `μαθήσεως`(意为“应当开始学习”)。否定词 `οὐκ` 否定介词短语 `ἀπὸ τοῦ πρώτου...`,并与后文的 `ἀλλʼ ὅθεν...` 形成对比。
  4. 1013a4ἡ δὲ ὅθεν πρῶτον γίγνεται ἐνυπάρχοντος — 现在分词单数属格 `ἐνυπάρχοντος` 既可作属格独立结构使用(“在它内在的情况下”),也可修饰省略的先行词(“从内在的[部分]”)。它指的是像船骨或地基那样,在生成物内部持续存在的物理结构起点。
  5. 1013a17ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται· πάντα γὰρ τὰ αἴτια ἀρχαί — 这一重要陈述表明了“原因”(`aition`)与“始基/原理”(`archē`)两个概念在指代对象上的重合。因为所有的原因都符合始基的定义,所以原因的分类(多义性)直接对应于始基的分类。

引用这一段

亚里士多德, 形而上学 §5.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:5.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。