Humanitext Reader

亚里士多德 · 形而上学 §4.7

排中律的确立与否定矛盾中间项

第 40 段,共 159 段 · 希腊语

内容简介

亚里士多德引入了排中律,通过真与假的定义,论证了在矛盾双方之间不可能存在任何中间物。他指出,如果承认中间物的存在,将会在运动变化、定义以及数学等领域导致逻辑上的不合理与无穷倒退,并批评这种观点源于无法破解争辩性论证或缺乏对词语确定意义的定义。

§4.7ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι οὐθέν, ἀλλʼ ἀνάγκη ἢ φάναι ἢ ἀποφάναι ἓν καθʼ ἑνὸς ὁτιοῦν.
然而,在矛盾(对立)之间绝不可能存在任何中间物,而是必须对任何一个主体,要么肯定、要么否定某一个属性。
δῆλον δὲ πρῶτον μὲν ὁρισαμένοις τί τὸ ἀληθὲς καὶ ψεῦδος.
这一点对于首先定义了什么是“真”和“假”的人来说是显而易见的。
τὸ μὲν γὰρ λέγειν τὸ ὂν μὴ εἶναι ἢ τὸ μὴ ὂν εἶναι ψεῦδος, τὸ δὲ τὸ ὂν εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι ἀληθές, ὥστε καὶ ὁ λέγων εἶναι ἢ μὴ ἀληθεύσει ἢ ψεύσεται·
因为,宣称存在者不存在,或者宣称不存在者存在,这就是假的;而宣称存在者存在,以及不存在者不存在,这就是真的。 因此,凡是宣称某物“存在”或“不存在”的人,要么是在说真话,要么是在说假话。
ἀλλʼ οὔτε τὸ ὂν λέγεται μὴ εἶναι ἢ εἶναι οὔτε τὸ μὴ ὄν.
然而,既不是存在者被说成“不存在”或“存在”,也不是不存在者[被如此宣称,这是不可能的]。
ἔτι ἤτοι μεταξὺ ἔσται τῆς ἀντιφάσεως ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ, ἢ ὡς τὸ μηδέτερον ἀνθρώπου καὶ ἵππου.
此外,这种中间物要么像是黑和白之间的灰色那样作为矛盾的中介,要么像是既非人也非马的那种东西(无关的中介)那样。
εἰ μὲν οὖν οὕτως, οὐκ ἂν μεταβάλλοι (ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει ἢ ἐκ τούτου εἰς μὴ ἀγαθόν), νῦν δʼ ἀεὶ φαίνεται (οὐ γὰρ ἔστι μεταβολὴ ἀλλʼ ἢ εἰς τὰ ἀντικείμενα καὶ μεταξύ)·
如果确实是前一种情况,它就不会发生变化(因为变化是从非善到善,或者从善到非善);但现实中它总是在显现变化(因为除了向着相反者或者向着中间物之外,并没有其他的变化)。
εἰ δʼ ἔστι μεταξύ, καὶ οὕτως εἴη ἄν τις εἰς λευκὸν οὐκ ἐκ μὴ λευκοῦ γένεσις, νῦν δʼ οὐχ ὁρᾶται.
但如果存在某种中间物,那么以此方式,也就会存在一种并非从“非白”到“白”的生成过程,但现实中并没有看到这种情况。
ἔτι πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια ἢ κατάφησιν ἢ ἀπόφησιν—τοῦτο δʼ ἐξ ὁρισμοῦ δῆλον—ὅταν ἀληθεύῃ ἢ ψεύδηται· ὅταν μὲν ὡδὶ συνθῇ φᾶσα ἢ ἀποφᾶσα, ἀληθεύει, ὅταν δὲ ὡδί, ψεύδεται.
此外,对于一切可思虑和可理知的东西,理智要么予以肯定,要么予以否定——这从定义中是显而易见的——无论它是真实地还是虚假地思考:当它以这种方式,通过肯定或否定来进行结合时,它就是真实的;而当它以那种方式结合时,它就是虚假的。
ἔτι παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις, εἰ μὴ λόγου ἕνεκα λέγεται· ὥστε καὶ οὔτε ἀληθεύσει τις οὔτʼ οὐκ ἀληθεύσει, καὶ παρὰ τὸ ὂν καὶ τὸ μὴ ὂν ἔσται, ὥστε καὶ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται.
此外,除非这仅仅是为了辩论而说的话,否则在所有的矛盾之外还必须存在某种东西;这样一来,一个人既不是说真话,也不是不说真话(说假话),并且在存在者与不存在者之外还将存在某种东西,从而在生成和消灭之外也将会存在某种变化。
ἔτι ἐν ὅσοις γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει, καὶ ἐν τούτοις ἔσται, οἷον ἐν ἀριθμοῖς οὔτε περιττὸς οὔτε οὐ περιττὸς ἀριθμός·
此外,在所有因否定而带来相反者的属类中,这种情况也将会发生;例如在数字中,将会存在一个既非奇数也非非奇数(偶数)的数字。
ἀλλʼ ἀδύνατον· ἐκ τοῦ ὁρισμοῦ δὲ δῆλον.
但这显然是不可能的,这从定义中就可以看出。
ἔτι εἰς ἄπειρον βαδιεῖται, καὶ οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται ἀλλὰ πλείω.
此外,这将会陷入无限循环,存在之物不仅会增加一半(变成1.5倍),而且还会更多。
πάλιν γὰρ ἔσται ἀποφῆσαι τοῦτο πρὸς τὴν φάσιν καὶ τὴν ἀπόφασιν, καὶ τοῦτʼ ἔσται τι· ἡ γὰρ οὐσία ἐστί τις αὐτοῦ ἄλλη.
因为我们将可以针对这种肯定和否定再次进行否定,而这又将成为某种东西;因为它自身具有另一种不同的实体。
ἔτι ὅταν ἐρομένου εἰ λευκόν ἐστιν εἴπῃ ὅτι οὔ, οὐθὲν ἄλλο ἀποπέφηκεν ἢ τὸ εἶναι· ἀπόφασις δὲ τὸ μὴ εἶναι.
此外,当有人问某物“是否为白”而回答说“不”时,他除了否定了其“存在”之外,没有否定任何其他东西;而否定就是“不存在”。
ἐλήλυθε δʼ ἐνίοις αὕτη ἡ δόξα ὥσπερ καὶ ἄλλαι τῶν παραδόξων· ὅταν γὰρ λύειν μὴ δύνωνται λόγους ἐριστικούς, ἐνδόντες τῷ λόγῳ σύμφασιν ἀληθὲς εἶναι τὸ συλλογισθέν.
然而,某些人之所以产生这种意见,正如其他反常的意见一样,是因为当他们无法破解争辩性的论证时,便向该论证屈服,并赞同其推导出来的结论是真的。
οἱ μὲν οὖν διὰ τοιαύτην αἰτίαν λέγουσιν, οἱ δὲ διὰ τὸ πάντων ζητεῖν λόγον.
因此,有些人是因为这种原因而如此宣称,而另一些人则是由于寻求一切事物的理由(证明)。
ἀρχὴ δὲ πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ.
而针对所有这些人的出发点(始基)在于定义。
ὁρισμὸς δὲ γίγνεται ἐκ τοῦ σημαίνειν τι ἀναγκαῖον εἶναι αὐτούς· ὁ γὰρ λόγος οὗ τὸ ὄνομα σημεῖον ὁρισμὸς ἔσται.
定义之所以产生,是因为他们必须让词语意味着某种东西;因为作为名字之记号的那个说明(定义文)就是定义。
ἔοικε δʼ ὁ μὲν Ἡρακλείτου λόγος, λέγων πάντα εἶναι καὶ μὴ εἶναι, ἅπαντα ἀληθῆ ποιεῖν, ὁ δʼ Ἀναξαγόρου, εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, πάντα ψευδῆ· ὅταν γὰρ μιχθῇ, οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν τὸ μῖγμα, ὥστʼ οὐδὲν εἰπεῖν ἀληθές.
而赫拉克利特的论调(宣称一切既存在又不存在)似乎使一切皆真,而安纳克萨哥拉的论调(宣称在矛盾之间存在某种中间物)则似乎使一切皆假;因为当万物混合时,这种混合物既非善也非非善,以至于无法说出任何真理。

词汇与语法注释

  1. 1011b28ἀλλʼ οὔτε τὸ ὂν λέγεται μὴ εἶναι ἢ εἶναι οὔτε τὸ μὴ ὄν — 此处指出,如果假设在肯定和否定之间存在某种中间物,由于该中间物既不是“存在”也不是“不存在”,因此它既不能被归于存在者(τὸ ὄν),也不能被归于不存在者(τὸ μὴ ὄν),从而产生荒谬的逻辑结论。
  2. 1012a6παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις — 介词 παρὰ 接宾格(πάσας τὰς ἀντιφάσεις)表示“在……之外”或“超出”。这意味着,如果主张中间物的存在,就必须在所有相互矛盾的判定“之外”还存在着某种东西。
  3. 1012a12ἡμιόλια τὰ ὄντα ἔσται ἀλλὰ πλείω — 形容词 ἡμιόλιος 意为“一倍半(1.5倍)”。在肯定(A)和否定(非A)这两个原本的对立面之上,若加上一个中间物(M),存在物就会变成三个(即1.5倍);但由于在 A 与 M、以及 M 与非 A 之间还会无限地衍生出新的中间物,因此它不仅是1.5倍,更会走向“更多”(πλείω),即无限。
  4. 1012a17ἐλήλυθε δʼ ἐνίοις αὕτη ἡ δόξα — 动词 ἐλήλυθε 是 ἔρχομαι(来、到来)的直说法语气完成时单数第三人称。与格 ἐνίοις(对某些人而言)在此处作为受影响或行为主体的与格,表示这种反常的意见(αὕτη ἡ δόξα)产生于他们、或“到来”至他们心中。
  5. 1012a21ἀρχὴ δὲ πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ — 省略了系动词 ἐστί 的名词短语。这指出了亚里士多德在反驳否认矛盾律和排中律的人时的基本策略:必须将“定义(ὁρισμός)”作为立论的出发点(ἀρχή)。

引用这一段

亚里士多德, 形而上学 §4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。