Humanitext Reader

亚里士多德 · 形而上学 §4.5#1

驳普罗泰戈拉的相对主义与感觉说

第 37 段,共 159 段 · 希腊语

内容简介

亚里士多德指出普罗泰戈拉的相对主义及早期哲学家对感觉的重视,与容忍矛盾具有相同的根源。他试图通过区分潜能与现实,以及假定一个不变的实在,来解决源于感觉的认识论困难。

§4.5#1ἔστι δʼ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος, καὶ ἀνάγκη ὁμοίως αὐτοὺς ἄμφω ἢ εἶναι ἢ μὴ εἶναι·
普罗泰戈拉的学说也源于相同的观念,且这两者同样必然要么存在,要么不存在。
εἴτε γὰρ τὰ δοκοῦντα πάντα ἐστὶν ἀληθῆ καὶ τὰ φαινόμενα, ἀνάγκη εἶναι πάντα ἅμα ἀληθῆ καὶ ψευδῆ (πολλοὶ γὰρ τἀναντία ὑπολαμβάνουσιν ἀλλήλοις, καὶ τοὺς μὴ ταὐτὰ δοξάζοντας ἑαυτοῖς διεψεῦσθαι νομίζουσιν· ὥστʼ ἀνάγκη τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι), καὶ εἰ τοῦτʼ ἔστιν, ἀνάγκη τὰ δοκοῦντα εἶναι πάντʼ ἀληθῆ (τὰ ἀντικείμενα γὰρ δοξάζουσιν ἀλλήλοις οἱ διεψευσμένοι καὶ ἀληθεύοντες· εἰ οὖν ἔχει τὰ ὄντα οὕτως, ἀληθεύσουσι πάντες).
因为如果一切所显得和显现的事物都是真实的,那么一切事物就必然同时既是真实的又是虚假的的(因为许多人彼此持有相反的想法,并认为那些与自己想法不同的人被欺骗了;因此,同一事物必然既存在又不存在),如果情况是这样,那么一切所显得的事物就必然都是真实的(因为被欺骗的人和说真话的人持有相反的看法;因此,如果存在物处于这种状态,所有人都会说真话)。
ὅτι μὲν οὖν ἀπὸ τῆς αὐτῆς εἰσὶ διανοίας ἀμφότεροι οἱ λόγοι, δῆλον·
由此可见,这两种学说都源于相同的思想。
ἔστι δʼ οὐχ ὁ αὐτὸς τρόπος πρὸς ἅπαντας τῆς ἐντεύξεως· οἱ μὲν γὰρ πειθοῦς δέονται οἱ δὲ βίας.
但对待他们的方法并不对所有人都一样;因为有些人需要劝说,而另一些人则需要强迫。
ὅσοι μὲν γὰρ ἐκ τοῦ ἀπορῆσαι ὑπέλαβον οὕτως, τούτων εὐΐατος ἡ ἄγνοια (οὐ γὰρ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὴν διάνοιαν ἡ ἀπάντησις αὐτῶν)· ὅσοι δὲ λόγου χάριν λέγουσι, τούτων δʼ ἔλεγχος ἴασις τοῦ ἐν τῇ φωνῇ λόγου καὶ τοῦ ἐν τοῖς ὀνόμασιν.
因为凡是因陷入困惑而产生这种想法的人,他们的无知是容易治愈的(因为对他们的回应不是针对其言辞而是针对其思想);而对于那些为了辩论而辩论的人,对他们的治愈则是对口头言辞和他们所用名词的驳斥。
ἐλήλυθε δὲ τοῖς διαποροῦσιν αὕτη ἡ δόξα ἐκ τῶν αἰσθητῶν, ἡ μὲν τοῦ ἅμα τὰς ἀντιφάσεις καὶ τἀναντία ὑπάρχειν ὁρῶσιν ἐκ ταὐτοῦ γιγνόμενα τἀναντία· εἰ οὖν μὴ ἐνδέχεται γίγνεσθαι τὸ μὴ ὄν, προϋπῆρχεν ὁμοίως τὸ πρᾶγμα ἄμφω ὄν, ὥσπερ καὶ Ἀναξαγόρας μεμῖχθαι πᾶν ἐν παντί φησι καὶ Δημόκριτος· καὶ γὰρ οὗτος τὸ κενὸν καὶ τὸ πλῆρες ὁμοίως καθʼ ὁτιοῦν ὑπάρχειν μέρος, καίτοι τὸ μὲν ὂν τούτων εἶναι τὸ δὲ μὴ ὄν.
对于那些困惑的人,这种观念是从感觉对象中产生的;一方面,即关于矛盾和相反者同时存在的信念,是源于他们看到相反者由同一事物产生;因此,如果不可能无中生有,那么该事物必定在先前就以两者的状态同样存在,正如阿那克萨哥拉说“一切事物都混合在一切事物之中”,德谟克利特也这样说;因为他也说,虚空和充实同样存在于任何部分之中,尽管这两者中一者是存在,另一者是不存在。
πρὸς μὲν οὖν τοὺς ἐκ τούτων ὑπολαμβάνοντας ἐροῦμεν ὅτι τρόπον μέν τινα ὀρθῶς λέγουσι τρόπον δέ τινα ἀγνοοῦσιν· τὸ γὰρ ὂν λέγεται διχῶς, ὥστʼ ἔστιν ὃν τρόπον ἐνδέχεται γίγνεσθαί τι ἐκ τοῦ μὴ ὄντος, ἔστι δʼ ὃν οὔ, καὶ ἅμα τὸ αὐτὸ εἶναι καὶ ὂν καὶ μὴ ὄν, ἀλλʼ οὐ κατὰ ταὐτὸ· δυνάμει μὲν γὰρ ἐνδέχεται ἅμα ταὐτὸ εἶναι τὰ ἐναντία, ἐντελεχείᾳ δʼ οὔ.
因此,对于那些因这些原因而如此认为的人,我们将说,在某种意义上他们说得对,但在某种意义上他们是无知的;因为“存在”有双重含义,所以存在一种方式使事物可能从不存在中产生,也存在一种方式是不可能的,且同一事物可能同时既是存在又是不存在,但并非在同一方面;因为在潜能上同一事物可以同时是相反的,但在现实上则不行。
ἔτι δʼ ἀξιώσομεν αὐτοὺς ὑπολαμβάνειν καὶ ἄλλην τινὰ οὐσίαν εἶναι τῶν ὄντων ᾗ οὔτε κίνησις ὑπάρχει οὔτε φθορὰ οὔτε γένεσις τὸ παράπαν.
此外,我们还将要求他们相信,在存在物中还存在另一种完全不受运动、消灭和生成支配的实在。
—ὅμοιως δὲ καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια ἐνίοις ἐκ τῶν αἰσθητῶν ἐλήλυθεν.
同样,关于显现之物的真理也是从一些人的感觉对象中产生的。
τὸ μὲν γὰρ ἀληθὲς οὐ πλήθει κρίνεσθαι οἴονται προσήκειν οὐδὲ ὀλιγότητι, τὸ δʼ αὐτὸ τοῖς μὲν γλυκὺ γευομένοις δοκεῖν εἶναι τοῖς δὲ πικρόν, ὥστʼ εἰ πάντες ἔκαμνον ἢ πάντες παρεφρόνουν, δύο δʼ ἢ τρεῖς ὑγίαινον ἢ νοῦν εἶχον, δοκεῖν ἂν τούτους κάμνειν καὶ παραφρονεῖν τοὺς δʼ ἄλλους οὔ·
因为他们认为真理不应当由人数的多寡来判定,但是,同一事物对于一些尝到它的人来说显得是甜的,对于另一些人来说则是苦的;因此,如果所有人都在生病或者所有人都在发疯,而只有两三个人是健康的或清醒的,那么这些人就会显得是在生病和发疯,而其他人则不是。
ἔτι δὲ καὶ πολλοῖς τῶν ἄλλων ζῴων τἀναντία φαίνεσθαι καὶ ἡμῖν, καὶ αὐτῷ δὲ ἑκάστῳ πρὸς αὑτὸν οὐ ταὐτὰ κατὰ τὴν αἴσθησιν ἀεὶ δοκεῖν.
此外,他们还看到,许多其他动物的感觉印象与我们相反,甚至对于每个个人自己来说,由于感觉,事物也并不总是显得相同。
ποῖα οὖν τούτων ἀληθῆ ἢ ψευδῆ, ἄδηλον· οὐθὲν γὰρ μᾶλλον τάδε ἢ τάδε ἀληθῆ, ἀλλʼ ὁμοίως.
那么,在这些显现中哪些是真实的哪些是虚假的,并不明确;因为这些并不比那些更真实,而是同样地。
διὸ Δημόκριτός γέ φησιν ἤτοι οὐθὲν εἶναι ἀληθὲς ἢ ἡμῖν γʼ ἄδηλον.
因此,德谟克利特说,要么没有什么是真实的,要么至少对我们来说是不明确的。
ὅλως δὲ διὰ τὸ ὑπολαμβάνειν φρόνησιν μὲν τὴν αἴσθησιν, ταύτην δʼ εἶναι ἀλλοίωσιν, τὸ φαινόμενον κατὰ τὴν αἴσθησιν ἐξ ἀνάγκης ἀληθὲς εἶναί φασιν· ἐκ τούτων γὰρ καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος καὶ τῶν ἄλλων ὡς ἔπος εἰπεῖν ἕκαστος τοιαύταις δόξαις γεγένηνται ἔνοχοι.
总之,因为他们把感觉等同于思想,而把感觉等同于变质,所以他们说,根据感觉所显现的事物必然是真实的;因为这些原因,恩培多克勒、德谟克利特以及(可以说)其他每一个人,都陷入了这种观念。
καὶ γὰρ Ἐμπεδοκλῆς μεταβάλλοντας τὴν ἕξιν μεταβάλλειν φησὶ τὴν φρόνησιν· " πρὸς παρεὸν γὰρ μῆτις ἐναύξεται ἀνθρώποισιν.
实际上,恩培多克勒说,当人们改变其状态时,他们就改变了思想: “因为人们的智慧是根据眼前之物而增长的。
" καὶ ἐν ἑτέροις δὲ λέγει ὅτι " ὅσσον δʼ ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίστατο.
” 在其他地方他也说: “他们变成不同的生物到什么程度,他们随时产生不同思想的程度也就到什么程度。
" καὶ Παρμενίδης δὲ ἀποφαίνεται τὸν αὐτὸν τρόπον· " ὡς γὰρ ἑκάστοτʼ ἔχει κρᾶσιν μελέων πολυκάμπτων, τὼς νόος ἀνθρώποισι παρίσταται· τὸ γὰρ αὐτὸ ἔστιν ὅπερ φρονέει, μελέων φύσις ἀνθρώποισιν καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.
” 巴门尼德也以同样的方式表明: “因为多弯曲的肢体的混合在每一时刻是如何,人的知性也就是如何呈现;因为那思考的,正是所有人以及每一肢体的本性;因为那较多者便是思想。
" Ἀναξαγόρου δὲ καὶ ἀπόφθεγμα μνημονεύεται πρὸς τῶν ἑταίρων τινάς, ὅτι τοιαῦτʼ αὐτοῖς ἔσται τὰ ὄντα οἷα ἂν ὑπολάβωσιν.
” 阿那克萨哥拉对他的伙伴们说的一句话也被人们记住:事物对他们来说,将是他们所认为的那样。
φασὶ δὲ καὶ τὸν Ὅμηρον ταύτην ἔχοντα φαίνεσθαι τὴν δόξαν, ὅτι ἐποίησε τὸν Ἕκτορα, ὡς ἐξέστη ὑπὸ τῆς πληγῆς, κεῖσθαι ἀλλοφρονέοντα, ὡς φρονοῦντας μὲν καὶ τοὺς παραφρονοῦντας ἀλλʼ οὐ ταὐτά.
人们还说,荷马似乎也持有这种观念,因为他写道,赫克托耳由于受到打击而失去知觉时,躺着在“想别的”,这仿佛是说,即使发疯的人也在思考,只是所想的不同。
δῆλον οὖν ὅτι, εἰ ἀμφότεραι φρονήσεις, καὶ τὰ ὄντα ἅμα οὕτω τε καὶ οὐχ οὕτως ἔχει.
显然,如果两者都是思考,那么存在物也同时既是这样又不是这样。
ᾗ καὶ χαλεπώτατον τὸ συμβαῖνόν ἐστιν· εἰ γὰρ οἱ μάλιστα τὸ ἐνδεχόμενον ἀληθὲς ἑωρακότες—οὗτοι δʼ εἰσὶν οἱ μάλιστα ζητοῦντες αὐτὸ καὶ φιλοῦντες—οὗτοι τοιαύτας ἔχουσι τὰς δόξας καὶ ταῦτα ἀποφαίνονται περὶ τῆς ἀληθείας, πῶς οὐκ ἄξιον ἀθυμῆσαι τοὺς φιλοσοφεῖν ἐγχειροῦντας;
正是在这方面,所导致的后果是最严重的;因为如果那些最能看到可能之真理的人—— 而他们正是最探求真理并热爱真理的人——如果他们持有这样的观念并对真理作出这样的宣告,那么那些企图研究哲学的人怎能不灰心丧气呢?
τὸ γὰρ τὰ πετόμενα διώκειν τὸ ζητεῖν ἂν εἴη τὴν ἀλήθειαν.
因为探求真理就等同于追逐飞鸟了。
—αἴτιον δὲ τῆς δόξης τούτοις ὅτι περὶ τῶν ὄντων μὲν τὴν ἀλήθειαν ἐσκόπουν, τὰ δʼ ὄντα ὑπέλαβον εἶναι τὰ αἰσθητὰ μόνον·
这些人产生这种观念的原因是,他们虽然在考察关于存在物的真理,却认为存在物仅仅是感觉对象。

词汇与语法注释

  1. 1009a23ἡ μὲν τοῦ ἅμα — ἡ μὲν 之后省略了名词 δόξα(信念),属格不定词短语 τοῦ ἅμα τὰς ἀντιφάσεις καὶ τἀναντία ὑπάρχειν(矛盾与相反者同时存在)作为其同位语解释。与格分词 ὁρῶσιν(对于那些看到的人)与前文的 τοῖς διαποροῦσιν(对于困惑的人)相一致并修饰它。
  2. 1009b25τὸ γὰρ πλέον ἐστὶ νόημα — 引用自巴门尼德的残篇(DK28 B16)。τὸ πλέον 意为“较多者、占优势者”(指构成肢体的要素中占多数者),并被等同于“思想(智性)”。这总结了早期的一种认识论,即感觉和思想是由身体的物理成分比例所决定的。
  3. 1009b38τὸ γὰρ τὰ πετόμενα διώκειν — 带冠词不定式的语法解释。其中 τὸ ζητεῖν τὴν ἀλήθειαν 是主语(“探求真理”),而 τὸ τὰ πετόμενα διώκειν(“追逐飞鸟”——一个表示追求不可能之事的谚语表达)是表语。ἂν εἴη(潜在希求法)表示假设性的后果(“将会是……”)。

引用这一段

亚里士多德, 形而上学 §4.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。