Humanitext Reader

亚里士多德 · 形而上学 §4.4#3

否定矛盾律对规定的破坏与实际行动的前提

第 36 段,共 159 段 · 希腊语

内容简介

亚里士多德论证了同时肯定和否定矛盾命题会消除一切确定性,使哲学探究变得不可能。他通过指出人类在日常生活中的选择行为以及“更多与更少”概念的存在,证明了人们在实际上必然预设了确定的判断。

§4.4#3τοῖν γὰρ δυοῖν δύο ἀποφάσεις, εἰ δὲ μία ἐξ ἀμφοῖν ἐκείνη, καὶ αὕτη μία ἂν εἴη ἀντικειμένη.
因为对于这两者有两个否定,如果那由两者构成的是一个(肯定),那么这一个也将是一个对立的(否定)。
—ἔτι ἤτοι περὶ ἅπαντα οὕτως ἔχει, καὶ ἔστι καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ ὂν καὶ οὐκ ὄν, καὶ περὶ τὰς ἄλλας φάσεις καὶ ἀποφάσεις ὁμοιοτρόπως, ἢ οὒ ἀλλὰ περὶ μέν τινας, περί τινας δʼ οὔ.
――此外,要么对于一切事物都是如此,一个事物既是白又是非白,既是存在又是存在,对于其他的肯定和否定也同样如此;要么并非如此,而是对某些事物是这样,对另一些事物则不是。
καὶ εἰ μὲν μὴ περὶ πάσας, αὗται ἂν εἶεν ὁμολογούμεναι· εἰ δὲ περὶ πάσας, πάλιν ἤτοι καθʼ ὅσων τὸ φῆσαι καὶ ἀποφῆσαι καὶ καθʼ ὅσων ἀποφῆσαι καὶ φῆσαι, ἢ κατὰ μὲν ὧν φῆσαι καὶ ἀποφῆσαι, καθʼ ὅσων δὲ ἀποφῆσαι οὐ πάντων φῆσαι.
如果不是对一切事物都是如此,那么这些(不是如此的事物)将是无可争议的;但如果是对一切事物都是如此,那么再次,要么凡是能肯定的就能否定,凡是能否定的就能肯定;要么对于能肯定的能否定,但对于能否定的并非一切都能肯定。
καὶ εἰ μὲν οὕτως, εἴη ἄν τι παγίως οὐκ ὄν, καὶ αὕτη βεβαία δόξα, καὶ εἰ τὸ μὴ εἶναι βέβαιόν τι καὶ γνώριμον, γνωριμωτέρα ἂν εἴη ἡ φάσις ἡ ἀντικειμένη·
如果属于后一种情况,那么就会存在某种确定不存在的东西,而这将是一个确定的信念;且如果“不存在”是某种确定且可认知的东西,那么与之相对立的肯定就会是更可认知的。
εἰ δὲ ὁμοίως καὶ ὅσα ἀποφῆσαι φάναι, ἀνάγκη ἤτοι ἀληθὲς διαιροῦντα λέγειν, οἷον ὅτι λευκὸν καὶ πάλιν ὅτι οὐ λευκόν, ἢ οὔ.
但是,如果同样地,凡是能否定的也都能肯定,那么必然要么是分开叙述的人说的是真理,例如说是白的,再次说不是白的,要么不是。
καὶ εἰ μὲν μὴ ἀληθὲς διαιροῦντα λέγειν, οὐ λέγει τε ταῦτα καὶ οὐκ ἔστιν οὐθέν (τὰ δὲ μὴ ὄντα πῶς ἂν φθέγξαιτο ἢ βαδίσειεν;
如果是分开叙述的人说的不是真理,那么他既没有说出这些,也没有任何东西存在(而不存在的东西又怎能发声或行走呢?
), καὶ πάντα δʼ ἂν εἴη ἕν, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ ταὐτὸν ἔσται καὶ ἄνθρωπος καὶ θεὸς καὶ τριήρης καὶ αἱ ἀντιφάσεις αὐτῶν (εἰ γὰρ ὁμοίως καθʼ ἑκάστου, οὐδὲν διοίσει ἕτερον ἑτέρου· εἰ γὰρ διοίσει, τοῦτʼ ἔσται ἀληθὲς καὶ ἴδιον)· ὁμοίως δὲ καὶ εἰ διαιροῦντα ἐνδέχεται ἀληθεύειν, συμβαίνει τὸ λεχθέν, πρὸς δὲ τούτῳ ὅτι πάντες ἂν ἀληθεύοιεν καὶ πάντες ἂν ψεύδοιντο, καὶ αὐτὸς αὑτὸν ὁμολογεῖ ψεύδεσθαι.
),且一切都将合而为一,正如先前所说的那样,相同的事物既是人,又是神,又是三列桨战船,连同它们的矛盾陈述也是相同的(因为如果对于每一个事物都是同样地,那么一个事物与另一个事物就没有任何区别;因为如果有区别,这就会是真实的且是该事物所固有的);同样地,即使分开叙述能够说出真理,前面所说的话也依然会发生,此外,所有人都会说真话,所有人也都会说假话,且他自己也承认自己在说假话。
ἅμα δὲ φανερὸν ὅτι περὶ οὐθενός ἐστι πρὸς τοῦτον ἡ σκέψις·
同时显而易见的是,对于这样的人,我们的探讨是没有对象的;因为他什么也没有说。
οὐθὲν γὰρ λέγει. οὔτε γὰρ οὕτως οὔτʼ οὐχ οὕτως λέγει, ἀλλʼ οὕτως τε καὶ οὐχ οὕτως· καὶ πάλιν γε ταῦτα ἀπόφησιν ἄμφω, ὅτι οὔθʼ οὕτως οὔτε οὐχ οὕτως·
因为他既不说“是这样”,也不说“不是这样”,而是说“既是这样又不是这样”;并且再次把这两者都否定,说“既不是这样也不是不是这样”;因为如果不是这样,那就已经有某种被规定了的东西。
εἰ γὰρ μή, ἤδη ἄν τι εἴη ὡρισμένον. —ἔτι εἰ ὅταν ἡ φάσις ἀληθὴς ᾖ, ἡ ἀπόφασις ψευδής, κἂν αὕτη ἀληθὴς ᾖ, ἡ κατάφασις ψευδής, οὐκ ἂν εἴη τὸ αὐτὸ ἅμα φάναι καὶ ἀποφάναι ἀληθῶς.
――此外,如果当肯定为真时,否定为假,而当否定为真时,肯定为假,那么就不可能对同一事物同时既肯定又否定而两者皆真。
ἀλλʼ ἴσως φαῖεν ἂν τοῦτʼ εἶναι τὸ ἐξ ἀρχῆς κείμενον.
但也许他们会说,这正是从一开始就设定好的前提(争论点)。
—ἔτι ἆρα ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων ἢ μὴ ἔχειν διέψευσται, ὁ δὲ ἄμφω ἀληθεύει;
――此外,是那些认为事物处于某种状态或不处于某种状态的人在说谎,还是两者都认为的人在说真话?
εἰ γὰρ ἀληθεύει, τί ἂν εἴη τὸ λεγόμενον ὅτι τοιαύτη τῶν ὄντων ἡ φύσις;
因为如果他在说真话,那么说“存在物的本性就是如此”又有什么意义呢?
εἰ δὲ μὴ ἀληθεύει, ἀλλὰ μᾶλλον ἀληθεύει ἢ ὁ ἐκείνως ὑπολαμβάνων, ἤδη πως ἔχοι ἂν τὰ ὄντα, καὶ τοῦτʼ ἀληθὲς ἂν εἴη, καὶ οὐχ ἅμα καὶ οὐκ ἀληθές.
但如果他没有说真话,而是像前一种那样认为的人更在说真话,那么存在物就已经处于某种状态了,而这将是真实的,且不会同时又是不真实的。
εἰ δὲ ὁμοίως ἅπαντες καὶ ψεύδονται καὶ ἀληθῆ λέγουσιν, οὔτε φθέγξασθαι οὔτʼ εἰπεῖν τῷ τοιούτῳ ἔσται· ἅμα γὰρ ταῦτά τε καὶ οὐ ταῦτα λέγει.
但是,如果所有人同样既在说谎又在说真话,那么这样的人既不能发声也不能说话;因为他同时既在说这些,又在说非这些。
εἰ δὲ μηθὲν ὑπολαμβάνει ἀλλʼ ὁμοίως οἴεται καὶ οὐκ οἴεται, τί ἂν διαφερόντως ἔχοι τῶν γε φυτῶν;
如果他没有任何信念,而是同样地认为和不认为,那么他与植物有什么区别呢?
ὅθεν καὶ μάλιστα φανερόν ἐστιν ὅτι οὐδεὶς οὕτω διάκειται οὔτε τῶν ἄλλων οὔτε τῶν λεγόντων τὸν λόγον τοῦτον.
由此也最显而易见,实际上没有任何人是处于这种状态的,无论是其他人还是主张这一论调的人。
διὰ τί γὰρ βαδίζει Μέγαράδε ἀλλʼ οὐχ ἡσυχάζει, οἰόμενος βαδίζειν δεῖν;
因为他为什么要走到麦加拉而不保持静止,既然他认为应该走?
οὐδʼ εὐθέως ἕωθεν πορεύεται εἰς φρέαρ ἢ εἰς φάραγγα, ἐὰν τύχῃ, ἀλλὰ φαίνεται εὐλαβούμενος, ὡς οὐχ ὁμοίως οἰόμενος μὴ ἀγαθὸν εἶναι τὸ ἐμπεσεῖν καὶ ἀγαθόν;
而且他一早起来,如果碰巧有井或深渊,他难道会径直走下去,而不是显得很小心,仿佛并不认为掉下去是同样不好和好的?
δῆλον ἄρα ὅτι τὸ μὲν βέλτιον ὑπολαμβάνει τὸ δʼ οὐ βέλτιον.
因此显而易见,他认为一者更好,另一者不好。
εἰ δὲ τοῦτο, καὶ τὸ μὲν ἄνθρωπον τὸ δʼ οὐκ ἄνθρωπον καὶ τὸ μὲν γλυκὺ τὸ δʼ οὐ γλυκὺ ἀνάγκη ὑπολαμβάνειν.
如果是这样,他也必然认为一者是人,另一者不是人,一者是甜,另一者不是甜。
οὐ γὰρ ἐξ ἴσου ἅπαντα ζητεῖ καὶ ὑπολαμβάνει, ὅταν οἰηθεὶς βέλτιον εἶναι τὸ πιεῖν ὕδωρ καὶ ἰδεῖν ἄνθρωπον εἶτα ζητῇ αὐτά· καίτοι ἔδει γε, εἰ ταὐτὸν ἦν ὁμοίως καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος.
因为他并不是平等地寻求和认为一切,当他认为喝水和见人是更好的,进而去寻求它们时;然而如果人和非人同样是相同的东西,他就理应如此。
ἀλλʼ ὅπερ ἐλέχθη, οὐθεὶς ὃς οὐ φαίνεται τὰ μὲν εὐλαβούμενος τὰ δʼ οὔ· ὥστε, ὡς ἔοικε, πάντες ὑπολαμβάνουσιν ἔχειν ἁπλῶς, εἰ μὴ περὶ ἅπαντα, ἀλλὰ περὶ τὸ ἄμεινον καὶ χεῖρον.
但正如所说的那样,没有任何人显得不是在避免一些事物而不避免另一些事物;因此,似乎所有人都在无条件地认为事物处于某种状态,如果不是对所有事物,至少是对更好和更坏的事物。
εἰ δὲ μὴ ἐπιστάμενοι ἀλλὰ δοξάζοντες, πολὺ μᾶλλον ἐπιμελητέον ἂν εἴη τῆς ἀληθείας, ὥσπερ καὶ νοσώδει ὄντι ἢ ὑγιεινῷ τῆς ὑγιείας· καὶ γὰρ ὁ δοξάζων πρὸς τὸν ἐπιστάμενον οὐχ ὑγιεινῶς διάκειται πρὸς τὴν ἀλήθειαν.
而如果他们不是因为知道而是因为信念,那么他们就更应该关心真理,正如生病的人比健康的人更应该关心健康一样;因为有信念的人相对于知道的人而言,在对待真理上并不处于健康的状态。
—ἔτι εἰ ὅτι μάλιστα πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως, ἀλλὰ τό γε μᾶλλον καὶ ἧττον ἔνεστιν ἐν τῇ φύσει τῶν ὄντων· οὐ γὰρ ἂν ὁμοίως φήσαιμεν εἶναι τὰ δύο ἄρτια καὶ τὰ τρία, οὐδʼ ὁμοίως διέψευσται ὁ τὰ τέτταρα πέντε οἰόμενος καὶ ὁ χίλια.
――此外,即使在最高程度上,一切事物既是“这样”又“不是这样”,但“更多”和“更少”至少存在于存在物的本性之中;因为我们不会说二和三同样是偶数,也不会说把四认为成五的人与认为成一千的人被同样地欺骗了。
εἰ οὖν μὴ ὁμοίως, δῆλον ὅτι ἅτερος ἧττον, ὥστε μᾶλλον ἀληθεύει.
因此,如果不是同样地被欺骗,显而易见其中一者程度更轻,因而更说真话。
εἰ οὖν τὸ μᾶλλον ἐγγύτερον, εἴη γε ἄν τι ἀληθὲς οὗ ἐγγύτερον τὸ μᾶλλον ἀληθές.
如果“更多”是更接近,那么就必定存在某种真理,而那个“更真”就更接近它。
κἂν εἰ μὴ ἔστιν, ἀλλʼ ἤδη γέ τι ἔστι βεβαιότερον καὶ ἀληθινώτερον, καὶ τοῦ λόγου ἀπηλλαγμένοι ἂν εἴημεν τοῦ ἀκράτου καὶ κωλύοντός τι τῇ διανοίᾳ ὁρίσαι.
即使不存在,但至少也已经存在某种更确定、更真实的东西,我们也将得以从那种会阻止心灵作出任何规定的、纯粹的(极端的)论调中解放出来。

词汇与语法注释

  1. 1008aτοῖν γὰρ δυοῖν δύο ἀποφάσεις — “对于这两者有两个否定”中的“这两者(τοῖν δυοῖν)”指的是前一句中提到的“是人”和“不是人”。此处的逻辑是,针对“是人且不是人”这一肯定的复合陈述,存在两个对应的否定(“不是人”和“不是非人”)。如果那个由两者构成的复合肯定被视为一个单一陈述,那么其对应的否定“既非人也非非人”也将作为一个单一的对立否定陈述而成立。
  2. 1008aεἰ δὲ ὁμοίως καὶ ὅσα ἀποφῆσαι φάναι — 这是一个高度省略的句式,应理解为 `εἰ δὲ ὁμοίως [ἔχει] καὶ [καθ' ὅσων ἔστιν] ἀποφῆσαι [ἔστι καὶ] φάναι`(或省略了 `ἐνδέχεται` 等动词)。其意思是“但如果同样地,凡是能够否定的也同样能够肯定”,与前文“能肯定的能否定,但能否定的并非都能肯定”这一非对称性假设形成对比。
  3. 1008aτὰ δὲ μὴ ὄντα πῶς ἂν φθέγξαιτο ἢ βαδίσειεν — 带有小词 `ἄν` 的希求语气动词(`φθέγξαιτο`, `βαδίσειεν`)在反问句中表示潜在的可能性或虚拟语气(“不存在的东西又怎能发声或行走呢?”)。主语 `τὰ μὴ ὄντα`(不存在的事物)指代的是在“分开叙述不为真”这一假设下所导致的后果,即“没有任何东西存在”。
  4. 1008bεἰ δὲ μὴ ἐπιστάμενοι ἀλλὰ δοξάζοντες — 在条件从句的分词 `ἐπιστάμενοι` 和 `δοξάζοντες` 之前,省略了表示判断或持有意见的动词(如 `ὑπολαμβάνουσιν`“他们判断”)。在主句中,动觉形容词 `ἐπιμελητέον`(源自 `ἐπιμελέομαι`“关心”)是以无人称形式使用的,暗示了与格的施动者(如表示“对于他们而言”的 `αὐτοῖς`)。
  5. 1009aτοῦ λόγου ἀπηλλαγμένοι ἂν εἴημεν τοῦ ἀκράτου — “纯粹的(或极端的)论调”`ὁ λόγος ὁ ἄκρατος` 处于夺格性属格,受被动希求语气动词短语 `ἀπηλλαγμένοι ἂν εἴημεν`(“我们将得以从中解放出来”)的支配。形容词 `ἄκρατος`(无混合的、纯粹的、极端的)描绘了那种通过同时允许一切肯定与否定从而使思想瘫痪的、未被稀释的极端怀疑主义立场。

引用这一段

亚里士多德, 形而上学 §4.4#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.4%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。