§4.5#2ἐν δὲ τούτοις πολλὴ ἡ τοῦ ἀορίστου φύσις ἐνυπάρχει καὶ ἡ τοῦ ὄντος οὕτως ὥσπερ εἴπομεν·
但在这些观念中,包含着许多无定形者的本性,以及我们所说的那种存在者的本性。
διὸ εἰκότως μὲν λέγουσιν, οὐκ ἀληθῆ δὲ λέγουσιν (οὕτω γὰρ ἁρμόττει μᾶλλον εἰπεῖν ἢ ὥσπερ Ἐπίχαρμος εἰς Ξενοφάνην).
因此,他们说得合情合理,但说的并非真理(因为这样说,比依披哈尔木对克塞诺芬尼所说的那种话更为妥当)。
ἔτι δὲ πᾶσαν ὁρῶντες ταύτην κινουμένην τὴν φύσιν, κατὰ δὲ τοῦ μεταβάλλοντος οὐθὲν ἀληθευόμενον, περί γε τὸ πάντῃ πάντως μεταβάλλον οὐκ ἐνδέχεσθαι ἀληθεύειν.
此外,由于看到这整个自然都在运动,而对于正在变化着的事物无法说出任何真理,他们便认为,对于在每一方面、以每一方式都在变化着的事物,是不可能说出真理的。
ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν καὶ οἵαν Κρατύλος εἶχεν, ὃς τὸ τελευταῖον οὐθὲν ᾤετο δεῖν λέγειν ἀλλὰ τὸν δάκτυλον ἐκίνει μόνον, καὶ Ἡρακλείτῳ ἐπετίμα εἰπόντι ὅτι δὶς τῷ αὐτῷ ποταμῷ οὐκ ἔστιν ἐμβῆναι· αὐτὸς γὰρ ᾤετο οὐδʼ ἅπαξ.
因为正是从这种设想中,萌发了上述意见中最极端的观点,即那些自称追随赫拉克利特的人的观点,以及克拉底鲁所持有的观点。 他最终认为什么都不应该说,而只是动动手指,并且指责赫拉克利特说人不能两次跨入同一条河流;因为他自己认为连一次也不行。
ἡμεῖς δὲ καὶ πρὸς τοῦτον τὸν λόγον ἐροῦμεν ὅτι τὸ μὲν μεταβάλλον ὅτε μεταβάλλει ἔχει τινὰ αὐτοῖς λόγον μὴ οἴεσθαι εἶναι, καίτοι ἔστι γε ἀμφισβητήσιμον· τό τε γὰρ ἀποβάλλον ἔχει τι τοῦ ἀποβαλλομένου, καὶ τοῦ γιγνομένου ἤδη ἀνάγκη τι εἶναι, ὅλως τε εἰ φθείρεται, ὑπάρξει τι ὄν, καὶ εἰ γίγνεται, ἐξ οὗ γίγνεται καὶ ὑφʼ οὗ γεννᾶται ἀναγκαῖον εἶναι, καὶ τοῦτο μὴ ἰέναι εἰς ἄπειρον.
而我们要针对这种说法指出,虽然变动着的事物在变动时,让他们有某种理由认为它不存在,但这至少是有争议的;因为丧失某物者仍保有所丧失物的一部分,而对于正在生成者,也必然已经有某种东西存在;总而言之,如果它在消灭,就必有某种存在物存留,而如果它在生成,那么它由之生成的东西以及产生它的东西就必然存在,且这不能进行到无限。
ἀλλὰ ταῦτα παρέντες ἐκεῖνα λέγωμεν, ὅτι οὐ ταὐτό ἐστι τὸ μεταβάλλειν κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν· κατὰ μὲν οὖν τὸ ποσὸν ἔστω μὴ μένον, ἀλλὰ κατὰ τὸ εἶδος ἅπαντα γιγνώσκομεν.
但撇开这些不谈,让我们说明这一点,即在数量上的变化与在性质上的变化并不同;那么,就算在数量上它不保持恒常,我们却是根据形式来认识一切事物的。
ἔτι δʼ ἄξιον ἐπιτιμῆσαι τοῖς οὕτως ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτῶν τῶν αἰσθητῶν ἐπὶ τῶν ἐλαττόνων τὸν ἀριθμὸν ἰδόντες οὕτως ἔχοντα περὶ ὅλου τοῦ οὐρανοῦ ὁμοίως ἀπεφήναντο· ὁ γὰρ περὶ ἡμᾶς τοῦ αἰσθητοῦ τόπος ἐν φθορᾷ καὶ γενέσει διατελεῖ μόνος ὤν, ἀλλʼ οὗτος οὐθὲν ὡς εἰπεῖν μόριον τοῦ παντός ἐστιν, ὥστε δικαιότερον ἂν διʼ ἐκεῖνα τούτων ἀπεψηφίσαντο ἢ διὰ ταῦτα ἐκείνων κατεψηφίσαντο.
此外,那些如此认为的人值得指责的是,他们只看到在感觉对象中数量极少的一部分是如此,便对整个天界也作出了同样的宣告;因为唯独我们周围的感觉事物区域始终处于消灭和生成之中,但这区域可以说连宇宙的沧海一粟都算不上,因此,因那些事物而宽免这些事物,要比因这些事物而谴责那些事物更为公正。
ἔτι δὲ δῆλον ὅτι καὶ πρὸς τούτους ταὐτὰ τοῖς πάλαι λεχθεῖσιν ἐροῦμεν· ὅτι γὰρ ἔστιν ἀκίνητός τις φύσις δεικτέον αὐτοῖς καὶ πειστέον αὐτούς.
此外,显然我们对这些人也要说出与先前所说相同的话;因为必须向他们表明,并且说服他们,存在着某种不动的自然。
καίτοι γε συμβαίνει τοῖς ἅμα φάσκουσιν εἶναι καὶ μὴ εἶναι ἠρεμεῖν μᾶλλον φάναι πάντα ἢ κινεῖσθαι· οὐ γὰρ ἔστιν εἰς ὅ τι μεταβαλεῖ· ἅπαντα γὰρ ὑπάρχει πᾶσιν.
然而,对于那些同时声称“存在”和“不存在”的人来说,其结果是他们更应当说一切都在静止,而不是在运动;因为没有什么东西是它所能变成的,因为一切都已经存在于一切之中。
—περὶ δὲ τῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον ἀληθές, πρῶτον μὲν ὅτι οὐδʼ εἰ ἡ αἴσθησις μὴ ψευδὴς τοῦ γε ἰδίου ἐστίν, ἀλλʼ ἡ φαντασία οὐ ταὐτὸν τῇ αἰσθήσει.
至于真理,即并非所有显现之物都是真实的,首先,即使感觉在针对其特有对象时并非虚假,但表象与感觉毕竟不是同一回事。
εἶτʼ ἄξιον θαυμάσαι εἰ τοῦτʼ ἀποροῦσι, πότερον τηλικαῦτά ἐστι τὰ μεγέθη καὶ τὰ χρώματα τοιαῦτα οἷα τοῖς ἄπωθεν φαίνεται ἢ οἷα τοῖς ἐγγύθεν, καὶ πότερον οἷα τοῖς ὑγιαίνουσιν ἢ οἷα τοῖς κάμνουσιν, καὶ βαρύτερα πότερον ἃ τοῖς ἀσθενοῦσιν ἢ ἃ τοῖς ἰσχύουσιν, καὶ ἀληθῆ πότερον ἃ τοῖς καθεύδουσιν ἢ ἃ τοῖς ἐγρηγορόσιν.
其次,令人惊异的是他们竟然会对此产生疑惑:即体积是否真的像从远处看起来那么大,或者像近处看起来那么大;颜色是否像健康人看起来那样,或者像病人看起来那样;更沉重的是对虚弱者而言还是对强壮者而言;真实的究竟是那些对睡眠者显现的事物,还是对清醒者显现的事物。
ὅτι μὲν γὰρ οὐκ οἴονταί γε, φανερόν· οὐθεὶς γοῦν, ἐὰν ὑπολάβῃ νύκτωρ Ἀθήνῃσιν εἶναι ὢν ἐν Λιβύῃ, πορεύεται εἰς τὸ ᾠδεῖον.
因为显而易见,他们自己也不这么认为;至少,如果有人身在利比亚,夜里以为自己在雅典,他是绝不会动身前往音乐厅的。
ἔτι δὲ περὶ τοῦ μέλλοντος, ὥσπερ καὶ Πλάτων λέγει, οὐ δήπου ὁμοίως κυρία ἡ τοῦ ἰατροῦ δόξα καὶ ἡ τοῦ ἀγνοοῦντος, οἷον περὶ τοῦ μέλλοντος ἔσεσθαι ὑγιοῦς ἢ μὴ μέλλοντος.
此外,关于未来,正如柏拉图所说,医生的意见与门外汉的意见绝不具有同等效力,例如关于某人将来是否会康复。
ἔτι δὲ ἐπʼ αὐτῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ ἰδίου ἢ τοῦ πλησίον καὶ τοῦ αὑτῆς, ἀλλὰ περὶ μὲν χρώματος ὄψις, οὐ γεῦσις, περὶ δὲ χυμοῦ γεῦσις, οὐκ ὄψις· ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέποτε φησιν ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχειν.
此外,在感觉本身中,非固有感觉与固有感觉的效力,或者说邻近感觉与自身感觉的效力,并不是等同的;关于颜色,起决定作用的是视觉而非味觉,关于滋味,起决定作用的是味觉而非视觉;其中任何一种感觉在同一时间、针对同一对象,绝不会同时既说它是这样又说它不是这样。
ἀλλʼ οὐδὲ ἐν ἑτέρῳ χρόνῳ περί γε τὸ πάθος ἠμφισβήτησεν, ἀλλὰ περὶ τὸ ᾧ συμβέβηκε τὸ πάθος.
而且,即使在不同的时间,感觉也绝不会对感受本身产生争议,而只是对那承受该感受的主体产生争议。
λέγω δʼ οἷον ὁ μὲν αὐτὸς οἶνος δόξειεν ἂν ἢ μεταβαλὼν ἢ τοῦ σώματος μεταβαλόντος ὁτὲ μὲν εἶναι γλυκὺς ὁτὲ δὲ οὐ γλυκύς· ἀλλʼ οὐ τό γε γλυκύ, οἷόν ἐστιν ὅταν ᾖ, οὐδεπώποτε μετέβαλεν, ἀλλʼ ἀεὶ ἀληθεύει περὶ αὐτοῦ, καὶ ἔστιν ἐξ ἀνάγκης τὸ ἐσόμενον γλυκὺ τοιοῦτον.
我的意思是,例如同一杯葡萄酒,可能因为葡萄酒本身变质了,或者因为人的身体状况改变了,而显得时而甜时而不甜;但甜本身(只要它存在)绝没有发生改变,关于它的陈述总是真实的,且凡是将来要成为甜的东西,也必然具有这样的性质。
καίτοι τοῦτο ἀναιροῦσιν οὗτοι οἱ λόγοι ἅπαντες, ὥσπερ καὶ οὐσίαν μὴ εἶναι μηθενός, οὕτω μηδʼ ἐξ ἀνάγκης μηθέν· τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως ἔχειν, ὥστʼ εἴ τι ἔστιν ἐξ ἀνάγκης, οὐχ ἕξει οὕτω τε καὶ οὐχ οὕτως.
然而,所有这些论点都在否定这一点:正如他们主张任何事物都没有实体一样,他们也主张没有任何东西是出于必然的;因为必然者是不可能具有不同状态的,因此,如果有任何事物是出于必然的,它就不会既是这样又不是这样。
—ὅλως τʼ εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον, οὐθὲν ἂν εἴη μὴ ὄντων τῶν ἐμψύχων· αἴσθησις γὰρ οὐκ ἂν εἴη.
而且总的说来,如果只存在感觉对象,那么在没有生命物存在的情况下,就什么都不会存在;因为那时将不会有感觉。
τὸ μὲν οὖν μήτε τὰ αἰσθητὰ εἶναι μήτε τὰ αἰσθήματα ἴσως ἀληθές (τοῦ γὰρ αἰσθανομένου πάθος τοῦτό ἐστι), τὸ δὲ τὰ ὑποκείμενα μὴ εἶναι, ἃ ποιεῖ τὴν αἴσθησιν, καὶ ἄνευ αἰσθήσεως, ἀδύνατον.
所以,感觉对象和感觉本身都不存在,这或许是真的(因为这是感觉主体的感受);但是在没有感觉的情况下,产生感觉的底层实体也不存在,则是不可能的。
οὐ γὰρ δὴ ἥ γʼ αἴσθησις αὐτὴ ἑαυτῆς ἐστίν, ἀλλʼ ἔστι τι καὶ ἕτερον παρὰ τὴν αἴσθησιν, ὃ ἀνάγκη πρότερον εἶναι τῆς αἰσθήσεως· τὸ γὰρ κινοῦν τοῦ κινουμένου φύσει πρότερόν ἐστι, κἂν εἰ λέγεται πρὸς ἄλληλα ταῦτα, οὐθὲν ἧττον.
因为感觉绝不是对感觉自身的,而是还有某种不同于感觉的东西存在,它必然先于感觉而存在;因为推动者在自然上先于被推动者,即使它们是作为相对者而被谈论的,也同样如此。