Humanitext Reader

亚里士多德 · 形而上学 §4.4#1

矛盾律的反驳性证明与词语的确定含义

第 34 段,共 159 段 · 希腊语

内容简介

亚里士多德指出,虽然无法直接证明矛盾律,但只要对方说出任何有意义的话,就可以进行反驳性的证明;他以“人”这个词为例,论证了如果词语不表达确定的单一含义,则对话与思考都将无法进行。

§4.4#1εἰσὶ δέ τινες οἵ, καθάπερ εἴπομεν, αὐτοί τε ἐνδέχεσθαί φασι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, καὶ ὑπολαμβάνειν οὕτως.
然而,正如我们所说,有些人自己既声称相同的事物可以同时存在又不存在,也声称可以这样去相信。
χρῶνται δὲ τῷ λόγῳ τούτῳ πολλοὶ καὶ τῶν περὶ φύσεως.
许多研究自然的人也使用这一论调。
ἡμεῖς δὲ νῦν εἰλήφαμεν ὡς ἀδυνάτου ὄντος ἅμα εἶναι καὶ μὴ εἶναι, καὶ διὰ τούτου ἐδείξαμεν ὅτι βεβαιοτάτη αὕτη τῶν ἀρχῶν πασῶν.
但是,我们现在已经假定,相同的事物不可能同时存在又不存在,并通过这一假定,我们证明了这是所有原理中最确实的一个。
ἀξιοῦσι δὴ καὶ τοῦτο ἀποδεικνύναι τινὲς διʼ ἀπαιδευσίαν· ἔστι γὰρ ἀπαιδευσία τὸ μὴ γιγνώσκειν τίνων δεῖ ζητεῖν ἀπόδειξιν καὶ τίνων οὐ δεῖ·
然而,有些人因为缺乏教育,甚至要求对这一点也进行证明;因为不知道对哪些事物应该寻求证明,对哪些事物不应该寻求证明,这本身就是缺乏教育。
ὅλως μὲν γὰρ ἁπάντων ἀδύνατον ἀπόδειξιν εἶναι (εἰς ἄπειρον γὰρ ἂν βαδίζοι, ὥστε μηδʼ οὕτως εἶναι ἀπόδειξιν), εἰ δέ τινων μὴ δεῖ ζητεῖν ἀπόδειξιν, τίνα ἀξιοῦσιν εἶναι μᾶλλον τοιαύτην ἀρχὴν οὐκ ἂν ἔχοιεν εἰπεῖν.
因为一般而言,绝对不可能对所有事物都存在证明(因为这将会无限退,结果即使如此也不会有证明);并且,如果有些事物不应该寻求证明,他们也无法说出,有什么原理比这一原理更具有这种性质。
ἔστι δʼ ἀποδεῖξαι ἐλεγκτικῶς καὶ περὶ τούτου ὅτι ἀδύνατον, ἂν μόνον τι λέγῃ ὁ ἀμφισβητῶν· ἂν δὲ μηθέν, γελοῖον τὸ ζητεῖν λόγον πρὸς τὸν μηθενὸς ἔχοντα λόγον, ᾗ μὴ ἔχει· ὅμοιος γὰρ φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος ἤδη.
但是,对于这一点是不可能的,可以通过反驳性的方式来证明,只要反对者说出任何话即可;如果他什么也不说,那么对于一个在任何事情上都没有论据的人,在他没有论据的限度内去寻求论点,就是可笑的;因为这样的人,在他是这样的人的限度内,已经像一株植物了。
τὸ δʼ ἐλεγκτικῶς ἀποδεῖξαι λέγω διαφέρειν καὶ τὸ ἀποδεῖξαι, ὅτι ἀποδεικνύων μὲν ἂν δόξειεν αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, ἄλλου δὲ τοῦ τοιούτου αἰτίου ὄντος ἔλεγχος ἂν εἴη καὶ οὐκ ἀπόδειξις.
我所说的反驳性证明与单纯的证明不同,是因为证明者可能会被视为是在乞求论题,但如果其他人是导致这种事情的原因,那么这就是反驳,而不是证明。
ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα οὐ τὸ ἀξιοῦν ἢ εἶναί τι λέγειν ἢ μὴ εἶναι (τοῦτο μὲν γὰρ τάχʼ ἄν τις ὑπολάβοι τὸ ἐξ ἀρχῆς αἰτεῖν), ἀλλὰ σημαίνειν γέ τι καὶ αὑτῷ καὶ ἄλλῳ·
对于所有这类情况,其出发点不是要求他说明某物存在或不存在(因为有人可能会很快认为这是在乞求论题),而是要求他至少对自己和他人表达某种意义;因为如果他确实要说什么,这就是必然的。
τοῦτο γὰρ ἀνάγκη, εἴπερ λέγοι τι. εἰ γὰρ μή, οὐκ ἂν εἴη τῷ τοιούτῳ λόγος, οὔτʼ αὐτῷ πρὸς αὑτὸν οὔτε πρὸς ἄλλον.
因为如果不然,这样的人将没有任何论理,无论是对他自己还是对他人。
ἂν δέ τις τοῦτο διδῷ, ἔσται ἀπόδειξις· ἤδη γάρ τι ἔσται ὡρισμένον.
但如果有人给予这一点,证明就是可能的了;因为已经有了被限定的东西。
ἀλλʼ αἴτιος οὐχ ὁ ἀποδεικνὺς ἀλλʼ ὁ ὑπομένων· ἀναιρῶν γὰρ λόγον ὑπομένει λόγον.
但是,原因不在于证明者,而在于承受者;因为他在否定论理的同时,承受了论理。
ἔτι δὲ ὁ τοῦτο συγχωρήσας συγκεχώρηκέ τι ἀληθὲς εἶναι χωρὶς ἀποδείξεως.
而且,承认这一点的人已经承认了某物在没有证明的情况下是真实的。
—πρῶτον μὲν οὖν δῆλον ὡς τοῦτό γʼ αὐτὸ ἀληθές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι ἢ μὴ εἶναι τοδί, ὥστʼ οὐκ ἂν πᾶν οὕτως καὶ οὐχ οὕτως ἔχοι·
――首先,显而易见,这本身是真实的:名字意味着它是或不是这个,因此不是所有事物都既是这样又不是这样。
ἔτι εἰ τὸ ἄνθρωπος σημαίνει ἕν, ἔστω τοῦτο τὸ ζῷον δίπουν.
此外,如果“人”意味着一件事,那么就让它为“两足动物”。
λέγω δὲ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτʼ ἔστιν ἄνθρωπος, ἂν ᾖ τι ἄνθρωπος, τοῦτʼ ἔσται τὸ ἀνθρώπῳ εἶναι (διαφέρει δʼ οὐθὲν οὐδʼ εἰ πλείω τις φαίη σημαίνειν μόνον δὲ ὡρισμένα, τεθείη γὰρ ἂν ἐφʼ ἑκάστῳ λόγῳ ἕτερον ὄνομα· λέγω δʼ οἷον, εἰ μὴ φαίη τὸ ἄνθρωπος ἓν σημαίνειν, πολλὰ δέ, ὧν ἑνὸς μὲν εἷς λόγος τὸ ζῷον δίπουν, εἶεν δὲ καὶ ἕτεροι πλείους, ὡρισμένοι δὲ τὸν ἀριθμόν· τεθείη γὰρ ἂν ἴδιον ὄνομα καθʼ ἕκαστον τὸν λόγον· εἰ δὲ μή, ἀλλʼ ἄπειρα σημαίνειν φαίη, φανερὸν ὅτι οὐκ ἂν εἴη λόγος· τὸ γὰρ μὴ ἓν σημαίνειν οὐθὲν σημαίνειν ἐστίν, μὴ σημαινόντων δὲ τῶν ὀνομάτων ἀνῄρηται τὸ διαλέγεσθαι πρὸς ἀλλήλους, κατὰ δὲ τὴν ἀλήθειαν καὶ πρὸς αὑτόν· οὐθὲν γὰρ ἐνδέχεται νοεῖν μὴ νοοῦντα ἕν, εἰ δʼ ἐνδέχεται, τεθείη ἂν ὄνομα τούτῳ τῷ πράγματι ἕν).
而我所说的“意味着一件事”是指:如果这是“人”,那么如果有任何东西是人,这就是“人之所以为人的存在(人的本质)”(尽管如果有人说它意味着多件事,只要它们是被限定的,也没有什么不同,因为可以为每个定义指定一个不同的名字;我指的是,例如,如果有人说“人”不意味着一件事,而是很多事,其中一个定义是“两足动物”,还有其他几个定义,但其数量是被限定的;因为可以为每个定义指定一个专属的名字;但如果不这样,而是说它意味着无限多的事,那么显而易见,论理将不复存在;因为不意味着一件事就是什么都不意味着,而如果名字不意味着任何东西,人们之间的交谈就被摧毁了,实际上连与自己的交谈也摧毁了;因为在不思考一件事情的情况下,是不可能思考任何事情的,但如果这是可能的,就可以为这件事情指定一个名字)。
—ἔστω δή, ὥσπερ ἐλέχθη κατʼ ἀρχάς, σημαῖνόν τι τὸ ὄνομα καὶ σημαῖνον ἕν·
――那么,就像在开始时所说的那样,让名字意味着某种东西,且意味着一件事。
οὐ δὴ ἐνδέχεται τὸ ἀνθρώπῳ εἶναι σημαίνειν ὅπερ ἀνθρώπῳ μὴ εἶναι, εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθʼ ἑνὸς ἀλλὰ καὶ ἕν (οὐ γὰρ τοῦτο ἀξιοῦμεν τὸ ἓν σημαίνειν, τὸ καθʼ ἑνός, ἐπεὶ οὕτω γε κἂν τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ τὸ ἄνθρωπος ἓν ἐσήμαινεν, ὥστε ἓν ἅπαντα ἔσται· συνώνυμα γάρ).
如果“人”不仅是关于一个主体而被叙述,而且意味着一件事,那么“人之所以为人的存在”就不可能意味着“非人之所以为人的存在”(因为我们并不要求“意味着一件事”就是“关于一个主体”,因为如果这样,即使是“有教养的”、“白的”和“人”也将意味着同一件事,从而一切事物都将成为一体,因为它们成了同义词)。
καὶ οὐκ ἔσται εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ ἀλλʼ ἢ καθʼ ὁμωνυμίαν, ὥσπερ ἂν εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν· τὸ δʼ ἀπορούμενον οὐ τοῦτό ἐστιν, εἰ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα.
而且,相同的事物不会既存在又不存在,除非是通过同音异义,就像我们称之为 “人”的,其他人称为“非人”一样;但所争议的问题不是这个,即相同的事物是否在名字上同时是和不是“人”,而是在事实上。
εἰ δὲ μὴ σημαίνει ἕτερον τὸ ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, δῆλον ὅτι καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ τοῦ εἶναι ἀνθρώπῳ· ὥστʼ ἔσται τὸ ἀνθρώπῳ εἶναι μὴ ἀνθρώπῳ εἶναι· ἓν γὰρ ἔσται.
但是,如果“人”和“非人”不意味着不同的事,那么显而易见,“非人之所以为人的存在”与“人之所以为人的存在”也没有什么不同;因此,“人之所以为人的存在” 将会是“非人之所以为人的存在”;因为它们将成为一体。
τοῦτο γὰρ σημαίνει τὸ εἶναι ἕν, τὸ ὡς λώπιον καὶ ἱμάτιον, εἰ ὁ λόγος εἷς· εἰ δὲ ἔσται ἕν, ἓν σημανεῖ τὸ ἀνθρώπῳ εἶναι καὶ μὴ ἀνθρώπῳ.
因为这就是“成为一体”的意思,就像“外衣”和“斗篷”一样,如果定义是一体的;而如果它们是一体的,“人之所以为人的存在”和“非人之所以为人的存在”就将意味着一件事。
ἀλλʼ ἐδέδεικτο ὅτι ἕτερον σημαίνει.
但前面已经表明它们意味着不同的事。
ἀνάγκη τοίνυν, εἴ τί ἐστιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος, ζῷον εἶναι δίπουν (τοῦτο γὰρ ἦν ὃ ἐσήμαινε τὸ ἄνθρωπος)· εἰ δʼ ἀνάγκη τοῦτο, οὐκ ἐνδέχεται μὴ εἶναι τότε τὸ αὐτὸ ζῷον δίπουν (τοῦτο γὰρ σημαίνει τὸ ἀνάγκη εἶναι, τὸ ἀδύνατον εἶναι μὴ εἶναι)· οὐκ ἄρα ἐνδέχεται ἅμα ἀληθὲς εἶναι εἰπεῖν τὸ αὐτὸ ἄνθρωπον εἶναι καὶ μὴ εἶναι ἄνθρωπον.
因此,如果说任何东西是人是真实的,那么它必然是两足动物(因为这就是“人”所意味着的东西);而如果这是必然的,那么相同的事物在当时就不可能不是两足动物(因为“必然存在”意味着“不可能不存在”);因此,不可能在同一时间说相同的事物是人又不是人是真实的。
ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον· τὸ γὰρ ἀνθρώπῳ εἶναι καὶ τὸ
同样的论理也适用于不是人;因为“人之所以为人的存在”和……

词汇与语法注释

  1. 1005b35αὐτοί τε — αὐτοί(他们自己)是主格代词,用以强调主句的主语。接下来的关联小词 τε... καί 将 αὐτοί ... φασι 与 [ἐνδέχεσθαι] ὑπολαμβάνειν 连接起来,表明他们不仅自己这样声称,而且还主张可以这样去相信。
  2. 1006a18αἰτεῖσθαι τὸ ἐν ἀρχῇ — 哲学和逻辑学中意为“乞求论题”(先问数假定)的惯用表达。中间语态的 αἰτεῖσθαι 意为“为自己要求”。它指的是论证者将尚未得到证明的根本原理不当地作为前提予以要求的逻辑谬误。
  3. 1006a31τὸ ἀνθρώπῳ εἶναι — 亚里士多德特有的表示“本质”的公式化表达。与格 ἀνθρώπῳ(对人而言)与存在不定式 εἶναι 及中性单数冠词 τὸ 相结合,意为“人之所以为人而存在”,即人的本质或定义。
  4. 1006b13σημαῖνον ἕν — 宾格分词短语。指词语表达“一个本质/定义”,亚里士多德将其与“关于一个主体而被述说”(tò kath' henós)严格区别开来。后者允许偶性的述说(例如,“有教养的”和“白的”属于同一个体),如果将两者混淆,所有的属性都将退化为同一个本质。

引用这一段

亚里士多德, 形而上学 §4.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。