Humanitext Reader

亚里士多德 · 形而上学 §4.3

公理的研究与作为最确实原理的矛盾律

第 33 段,共 159 段 · 希腊语

内容简介

作者论证了研究数学公理和实体属于哲学家的科学,并提出了“矛盾律”作为一切原理中最确实的原理,解释了其必然成立的根据。

§4.3λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς οὐσίας.
我们必须讨论,关于数学中所谓的公理以及关于实体,是属于一门还是属于不同的科学。
φανερὸν δὴ ὅτι μιᾶς τε καὶ τῆς τοῦ φιλοσόφου καὶ ἡ περὶ τούτων ἐστὶ σκέψις· ἅπασι γὰρ ὑπάρχει τοῖς οὖσιν ἀλλʼ οὐ γένει τινὶ χωρὶς ἰδίᾳ τῶν ἄλλων.
显然,关于这些的考究也属于一门科学,即哲学家的科学;因为它们属于所有存在者,而不属于与其他事物相分离的某个特定类。
καὶ χρῶνται μὲν πάντες, ὅτι τοῦ ὄντος ἐστὶν ᾗ ὄν, ἕκαστον δὲ τὸ γένος ὄν· ἐπὶ τοσοῦτον δὲ χρῶνται ἐφʼ ὅσον αὐτοῖς ἱκανόν, τοῦτο δʼ ἔστιν ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις·
所有人都在使用它们,因为它们属于作为存在者的存在,而每一个类都是存在者;但他们使用的程度仅限于对他们足够的范围,也就是他们进行证明所涉及的类所占的范围。
ὥστʼ ἐπεὶ δῆλον ὅτι ᾗ ὄντα ὑπάρχει πᾶσι (τοῦτο γὰρ αὐτοῖς τὸ κοινόν), τοῦ περὶ τὸ ὂν ᾗ ὂν γνωρίζοντος καὶ περὶ τούτων ἐστὶν ἡ θεωρία.
因此,既然显而易见它们作为存在者属于一切事物(因为这是它们共同的特征),那么关于这些的观照也属于认识作为存在者的存在的人。
διόπερ οὐθεὶς τῶν κατὰ μέρος ἐπισκοπούντων ἐγχειρεῖ λέγειν τι περὶ αὐτῶν, εἰ ἀληθῆ ἢ μή, οὔτε γεωμέτρης οὔτʼ ἀριθμητικός, ἀλλὰ τῶν φυσικῶν ἔνιοι, εἰκότως τοῦτο δρῶντες· μόνοι γὰρ ᾤοντο περί τε τῆς ὅλης φύσεως σκοπεῖν καὶ περὶ τοῦ ὄντος.
因此,那些研究具体部分的人,无论是几何学家还是算术家,都没有试图对它们是否真实发表任何看法,只有一些自然哲学家这样做,这也是理所当然的;因为只有他们认为自己是在考察整个自然和存在。
ἐπεὶ δʼ ἔστιν ἔτι τοῦ φυσικοῦ τις ἀνωτέρω (ἓν γάρ τι γένος τοῦ ὄντος ἡ φύσις), τοῦ καθόλου καὶ τοῦ περὶ τὴν πρώτην οὐσίαν θεωρητικοῦ καὶ ἡ περὶ τούτων ἂν εἴη σκέψις·
但既然还有比自然哲学家更高的人(因为自然只是存在的一个特定类),那么关于这些的考究也应该属于观照普遍者和第一实体的人。
ἔστι δὲ σοφία τις καὶ ἡ φυσική, ἀλλʼ οὐ πρώτη.
自然哲学也是一种智慧,但不是第一智慧。
ὅσα δʼ ἐγχειροῦσι τῶν λεγόντων τινὲς περὶ τῆς ἀληθείας ὃν τρόπον δεῖ ἀποδέχεσθαι, διʼ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν τοῦτο δρῶσιν· δεῖ γὰρ περὶ τούτων ἥκειν προεπισταμένους ἀλλὰ μὴ ἀκούοντας ζητεῖν.
至于有些谈论真理的人试图说明应该以何种方式接受真理,他们这样做是因为缺乏分析学方面的教育;因为他们应该在来听讲之前就已经掌握了这些知识,而不是在听课时才进行探求。
—ὅτι μὲν οὖν τοῦ φιλοσόφου, καὶ τοῦ περὶ πάσης τῆς οὐσίας θεωροῦντος ᾗ πέφυκεν, καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐστὶν ἐπισκέψασθαι, δῆλον·
因此,显而易见,考察推论的原理属于哲学家,即属于从自然本性上观照一切实体的人。
προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα περὶ ἕκαστον γένος ἔχειν λέγειν τὰς βεβαιοτάτας ἀρχὰς τοῦ πράγματος, ὥστε καὶ τὸν περὶ τῶν ὄντων ᾗ ὄντα τὰς πάντων βεβαιοτάτας.
而最认识每一个类的人,理应能够说出该事物最确实的原理,因此,最认识作为存在者的存在的人,也理应能说出一切事物中最确实的原理。
ἔστι δʼ οὗτος ὁ φιλόσοφος.
这个人就是哲学家。
βεβαιοτάτη δʼ ἀρχὴ πασῶν περὶ ἣν διαψευσθῆναι ἀδύνατον· γνωριμωτάτην τε γὰρ ἀναγκαῖον εἶναι τὴν τοιαύτην (περὶ γὰρ ἃ μὴ γνωρίζουσιν ἀπατῶνται πάντες) καὶ ἀνυπόθετον.
而最确实的原理是所有人都绝对不可能在其中犯错的那一个;因为这样一种原理必须是最可知的(因为人们在自己不知道的事情上都会受骗),而且是无假设的。
ἣν γὰρ ἀναγκαῖον ἔχειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων, τοῦτο οὐχ ὑπόθεσις· ὃ δὲ γνωρίζειν ἀναγκαῖον τῷ ὁτιοῦν γνωρίζοντι, καὶ ἥκειν ἔχοντα ἀναγκαῖον.
因为凡是理解任何存在者的人所必须拥有的东西,都不是假设;而凡是认识任何事物的人所必须认识的东西,他也必须在来之前就已拥有。
ὅτι μὲν οὖν βεβαιοτάτη ἡ τοιαύτη πασῶν ἀρχή, δῆλον· τίς δʼ ἔστιν αὕτη, μετὰ ταῦτα λέγωμεν.
因此,显而易见,这样一种原理是所有原理中最确实的;接下来让我们说明这是什么原理。
τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν ἀδύνατον τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτό (καὶ ὅσα ἄλλα προσδιορισαίμεθʼ ἄν, ἔστω προσδιωρισμένα πρὸς τὰς λογικὰς δυσχερείας)·
即:相同的事物不能在同一时间、在同一方面属于和不属于相同的事物(至于我们可能加上的其他限定,就当作是为了应对逻辑上的困难而预先限定好了)。
αὕτη δὴ πασῶν ἐστὶ βεβαιοτάτη τῶν ἀρχῶν· ἔχει γὰρ τὸν εἰρημένον διορισμόν.
这确实是所有原理中最确实的;因为它具有上述的界定。
ἀδύνατον γὰρ ὁντινοῦν ταὐτὸν ὑπολαμβάνειν εἶναι καὶ μὴ εἶναι, καθάπερ τινὲς οἴονται λέγειν Ἡράκλειτον.
因为任何人都不能相信相同的事物同时存在又不存在,正如有些人认为赫拉克利特所说的那样。
οὐκ ἔστι γὰρ ἀναγκαῖον, ἅ τις λέγει, ταῦτα καὶ ὑπολαμβάνειν·
因为一个人所说的话,他不一定非要相信。
εἰ δὲ μὴ ἐνδέχεται ἅμα ὑπάρχειν τῷ αὐτῷ τἀναντία (προσδιωρίσθω δʼ ἡμῖν καὶ ταύτῃ τῇ προτάσει τὰ εἰωθότα), ἐναντία δʼ ἐστὶ δόξα δόξῃ ἡ τῆς ἀντιφάσεως, φανερὸν ὅτι ἀδύνατον ἅμα ὑπολαμβάνειν τὸν αὐτὸν εἶναι καὶ μὴ εἶναι τὸ αὐτό· ἅμα γὰρ ἂν ἔχοι τὰς ἐναντίας δόξας ὁ διεψευσμένος περὶ τούτου.
如果相反的东西不能在同一时间属于相同的事物(让我们在这个命题中也加上通常的限定),而对一个意见相反的意见就是矛盾的意见,那么显而易见,同一个人不可能在同一时间相信相同的事物既存在又不存在;因为在这个问题上犯错的人将同时持有相反的意见。
διὸ πάντες οἱ ἀποδεικνύντες εἰς ταύτην ἀνάγουσιν ἐσχάτην δόξαν· φύσει γὰρ ἀρχὴ καὶ τῶν ἄλλων ἀξιωμάτων αὕτη πάντων.
因此,所有进行证明的人都将其归结为这一最终意见;因为按其本性,这也是其他所有公理的原理。

词汇与语法注释

  1. 1005a24ὅτι τοῦ ὄντος ἐστὶν ᾗ ὄν — 连词 `ὅτι` 表示原因,意为“因为”。`ἐστὶν` 的主语是前句中的 `τὰ ἀξιώματα`(公理),而 `τοῦ ὄντος ᾗ ὄν` 是属格,作表语表示“属于作为存在者的存在”。
  2. 1005b2ὅσα δʼ ἐγχειροῦσι τῶν λεγόντων τινὲς περὶ τῆς ἀληθείας ὃν τρόπον δεῖ ἀποδέχεσθαι — 这是一个以关系代词 `ὅσα` 开始的复杂倒置句(hyperbaton)。`τῶν λεγόντων τινὲς` 是部分属格(“谈论真理的人中的某些人”),充当主语。`ὃν τρόπον δεῖ ἀποδέχεσθαι` 是一个间接疑问从句或关系从句,作为 `ἐγχειροῦσι` 的宾语,整个句子的主动词是 `δρῶσιν`。
  3. 1005b26οὐκ ἔστι γὰρ ἀναγκαῖον, ἅ τις λέγει, ταῦτα καὶ ὑπολαμβάνειν — `οὐκ ἔστιν ἀναγκαῖον`(“并非必须……”或“不一定……”)是无人称句结构,实际主语是不定式 `ὑπολαμβάνειν`。`ἅ τις λέγει` 是一个关系从句(“某人所说的话”),其先行词 `ταῦτα` 作为不定式 `ὑπολαμβάνειν` 的宾语。

引用这一段

亚里士多德, 形而上学 §4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。