§4.4#2μὴ ἀνθρώπῳ εἶναι ἕτερον σημαίνει, εἴπερ καὶ τὸ λευκὸν εἶναι καὶ τὸ ἄνθρωπον εἶναι ἕτερον·
“非人之所以为人的存在(非人的本质)”意味着不同的事,如果“白之所以为白的存在”与“人之所以为人的存在”确实也是不同的;因为前者的对立要强烈得多,从而意味着不同的事。
πολὺ γὰρ ἀντίκειται ἐκεῖνο μᾶλλον, ὥστε σημαίνειν ἕτερον. εἰ δὲ καὶ τὸ λευκὸν φήσει τὸ αὐτὸ καὶ ἓν σημαίνειν, πάλιν τὸ αὐτὸ ἐροῦμεν ὅπερ καὶ πρότερον ἐλέχθη, ὅτι ἓν πάντα ἔσται καὶ οὐ μόνον τὰ ἀντικείμενα.
但是,如果他主张“白”也意味着相同且唯一的事,我们将再次说出先前说过的话,即一切事物都将成为一体,而不仅仅是对立的事物。
εἰ δὲ μὴ ἐνδέχεται τοῦτο, συμβαίνει τὸ λεχθέν, ἂν ἀποκρίνηται τὸ ἐρωτώμενον.
但如果这是不可能的,那么只要他回答所提的问题,前面所说的话就会成立。
ἐὰν δὲ προστιθῇ ἐρωτῶντος ἁπλῶς καὶ τὰς ἀποφάσεις, οὐκ ἀποκρίνεται τὸ ἐρωτώμενον.
但是,如果在别人提出简单提问时,他还加上否定,那么他并没有回答所提的问题。
οὐθὲν γὰρ κωλύει εἶναι τὸ αὐτὸ καὶ ἄνθρωπον καὶ λευκὸν καὶ ἄλλα μυρία τὸ πλῆθος· ἀλλʼ ὅμως ἐρομένου εἰ ἀληθὲς εἰπεῖν ἄνθρωπον τοῦτο εἶναι ἢ οὔ, ἀποκριτέον τὸ ἓν σημαῖνον καὶ οὐ προσθετέον ὅτι καὶ λευκὸν καὶ μέγα.
因为没有什么能阻止同一事物既是人,又是白,又是无数其他事物;但尽管如此,当被问及说这是人是否真实时,他必须回答意味着一件事的内容,而不应加上它也是白的大之类的话。
καὶ γὰρ ἀδύνατον ἄπειρά γʼ ὄντα τὰ συμβεβηκότα διελθεῖν· ἢ οὖν ἅπαντα διελθέτω ἢ μηθέν.
因为要列举出无限多的偶性是不可能的;因而,他要么列举出全部,要么一件也不列举。
ὁμοίως τοίνυν εἰ καὶ μυριάκις ἐστὶ τὸ αὐτὸ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, οὐ προσαποκριτέον τῷ ἐρομένῳ εἰ ἔστιν ἄνθρωπος, ὅτι ἐστὶν ἅμα καὶ οὐκ ἄνθρωπος, εἰ μὴ καὶ τἆλλα ὅσα συμβέβηκε προσαποκριτέον, ὅσα ἐστὶν ἢ μὴ ἔστιν· ἐὰν δὲ τοῦτο ποιῇ, οὐ διαλέγεται.
同样地,即使同一事物一万次是人又是非人,在回答提问者它是否是人时,也不应加上它同时也是非人,除非必须把所有其他属于或不属于它的偶性也一并加上来回答;但如果他这样做,他就没有在进行对话。
—ὅλως δʼ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες οὐσίαν καὶ τὸ τί ἦν εἶναι.
――总之,主张这种观点的人摧毁了实体和本质(何为存在)。
πάντα γὰρ ἀνάγκη συμβεβηκέναι φάσκειν αὐτοῖς, καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι.
因为他们必然要声称一切都是偶性的,并且不存在“人之所以为人的存在(人的本质)”或“动物之所以为动物的存在”。
εἰ γὰρ ἔσται τι ὅπερ ἀνθρώπῳ εἶναι, τοῦτο οὐκ ἔσται μὴ ἀνθρώπῳ εἶναι ἢ μὴ εἶναι ἀνθρώπῳ (καίτοι αὗται ἀποφάσεις τούτου)· ἓν γὰρ ἦν ὃ ἐσήμαινε, καὶ ἦν τοῦτό τινος οὐσία.
因为如果存在某种“人之所以为人的存在”,这就不会是“非人之所以为人的存在”或“不是人的存在” (然而这些正是对它的否定);因为它的名字所意味着的是一件事,而这就是某物的实体。
τὸ δʼ οὐσίαν σημαίνειν ἐστὶν ὅτι οὐκ ἄλλο τι τὸ εἶναι αὐτῷ.
而意味着实体,就是指对于它而言,其存在不是任何其他东西。
εἰ δʼ ἔσται αὐτῷ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ εἶναι ἀνθρώπῳ, ἄλλο ἔσται, ὥστʼ ἀναγκαῖον αὐτοῖς λέγειν ὅτι οὐθενὸς ἔσται τοιοῦτος λόγος, ἀλλὰ πάντα κατὰ συμβεβηκός·
但如果对他来说,“人之所以为人的存在”就是“非人之所以为人的存在”或“不是人的存在”,那它就会变成别的东西,因此他们必然要宣称,任何事物都将没有这样的定义,而一切都是根据偶性存在的。
τούτῳ γὰρ διώρισται οὐσία καὶ τὸ συμβεβηκός· τὸ γὰρ λευκὸν τῷ ἀνθρώπῳ συμβέβηκεν ὅτι ἔστι μὲν λευκὸς ἀλλʼ οὐχ ὅπερ λευκόν.
因为实体和偶性正是以此来区分的:因为“白”是人身上的偶性,因为他确实是白的,但并不是白本身。
εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐθὲν ἔσται πρῶτον τὸ καθʼ οὗ, εἰ ἀεὶ τὸ συμβεβηκὸς καθʼ ὑποκειμένου τινὸς σημαίνει τὴν κατηγορίαν.
但是,如果一切事物都是根据偶性而被叙述的,那么将没有任何作为被叙述对象的“第一者(基体)”,如果偶性总是关于某一主词来表示其谓辞的话。
ἀνάγκη ἄρα εἰς ἄπειρον ἰέναι.
那么,必然要倒退至无限。
ἀλλʼ ἀδύνατον· οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν·
但这首是不可能的;因为甚至不会有超过两个的偶性结合在一起。
τὸ γὰρ συμβεβηκὸς οὐ συμβεβηκότι συμβεβηκός, εἰ μὴ ὅτι ἄμφω συμβέβηκε ταὐτῷ, λέγω δʼ οἷον τὸ λευκὸν μουσικὸν καὶ τοῦτο λευκὸν ὅτι ἄμφω τῷ ἀνθρώπῳ συμβέβηκεν.
因为偶性不会是另一个偶性的偶性,除非是因为两者都作为偶性存在于同一事物上。 我的意思是,例如,“白”是“有教养的”,而这又是“白” 是因为两者都是“人”的偶性。
ἀλλʼ οὐχ ὁ Σωκράτης μουσικὸς οὕτως, ὅτι ἄμφω συμβέβηκεν ἑτέρῳ τινί.
但苏格拉底有教养却不是以这种方式,即不是因为两者都属于另外的某一个事物。
ἐπεὶ τοίνυν τὰ μὲν οὕτως τὰ δʼ ἐκείνως λέγεται συμβεβηκότα, ὅσα οὕτως λέγεται ὡς τὸ λευκὸν τῷ Σωκράτει, οὐκ ἐνδέχεται ἄπειρα εἶναι ἐπὶ τὸ ἄνω, οἷον τῷ Σωκράτει τῷ λευκῷ ἕτερόν τι συμβεβηκός· οὐ γὰρ γίγνεταί τι ἓν ἐξ ἁπάντων.
因此,既然偶性有的是以这种方式被叙述,有的是以那种方式被叙述,那么像“白”之于苏格拉底那样被叙述的偶性,就不可能在向上的方向上是无限的,例如在“白的苏格拉底”身上还有另一个偶性;因为不能从这一切事物中产生出某种单一的东西。
οὐδὲ δὴ τῷ λευκῷ ἕτερόν τι ἔσται συμβεβηκός, οἷον τὸ μουσικόν· οὐθέν τε γὰρ μᾶλλον τοῦτο ἐκείνῳ ἢ ἐκεῖνο τούτῳ συμβέβηκεν, καὶ ἅμα διώρισται ὅτι τὰ μὲν οὕτω συμβέβηκε τὰ δʼ ὡς τὸ μουσικὸν Σωκράτει· ὅσα δʼ οὕτως, οὐ συμβεβηκότι συμβέβηκε συμβεβηκός, ἀλλʼ ὅσα ἐκείνως, ὥστʼ οὐ πάντα κατὰ συμβεβηκὸς λεχθήσεται.
当然,“白”也不会有另外一个偶性,比如“有教养的”;因为这并不比那更作为那的偶性,同时已经区分为:有的偶性是以这种方式存在,有的则是像“有教养的”之于苏格拉底那样存在;而后者并不是作为一个偶性的偶性而存在的偶性,但前者则是,因此并非一切事物都将根据偶性而被叙述。
ἔσται ἄρα τι καὶ ὣς οὐσίαν σημαῖνον.
因此,即使在这种情况下,也将存在某种意味着实体的东西。
εἰ δὲ τοῦτο, δέδεικται ὅτι ἀδύνατον ἅμα κατηγορεῖσθαι τὰς ἀντιφάσεις.
而如果是这样,就已经表明,矛盾的陈述不可能同时被叙述。
—ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι, δῆλον ὡς ἅπαντα ἔσται ἕν.
――此外,如果所有的矛盾陈述对于同一事物同时都是真实的,那么显而易见,一切事物都将成为一体。
ἔσται γὰρ τὸ αὐτὸ καὶ τριήρης καὶ τοῖχος καὶ ἄνθρωπος, εἰ κατὰ παντός τι ἢ καταφῆσαι ἢ ἀποφῆσαι ἐνδέχεται, καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λέγουσι λόγον.
因为相同的事物既是三列桨战船,又是墙,又是人,如果对于一切事物,既可以肯定也可以否定任何事情,正如主张普罗泰戈拉学说的人所必然面临的那样。
εἰ γάρ τῳ δοκεῖ μὴ εἶναι τριήρης ὁ ἄνθρωπος, δῆλον ὡς οὐκ ἔστι τριήρης· ὥστε καὶ ἔστιν, εἴπερ ἡ ἀντίφασις ἀληθής.
因为如果对某人来说,人看起来不是三列桨战船,那么显而易见,他就不是三列桨战船;从而他也是三列桨战船,如果矛盾陈述是真实的。
καὶ γίγνεται δὴ τὸ τοῦ Ἀναξαγόρου, ὁμοῦ πάντα χρήματα· ὥστε μηθὲν ἀληθῶς ὑπάρχειν.
这就成了阿那克萨哥拉所说的“万物混杂在一起”;以至于没有任何事物真实地存在。
τὸ ἀόριστον οὖν ἐοίκασι λέγειν, καὶ οἰόμενοι τὸ ὂν λέγειν περὶ τοῦ μὴ ὄντος λέγουσιν· τὸ γὰρ δυνάμει ὂν καὶ μὴ ἐντελεχείᾳ τὸ ἀόριστόν ἐστιν.
因此,他们似乎是在谈论无规定者,并且他们自以为在谈论“存在”,实际上却在谈论“不存在”;因为潜在存在而非现实存在的东西,就是无规定者。
ἀλλὰ μὴν λεκτέον γʼ αὐτοῖς κατὰ παντὸς παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν·
但是,他们无论如何也必须对于任何事物,要么说出肯定,要么说出否定。
ἄτοπον γὰρ εἰ ἑκάστῳ ἡ μὲν αὐτοῦ ἀπόφασις ὑπάρξει, ἡ δʼ ἑτέρου ὃ μὴ ὑπάρχει αὐτῷ οὐχ ὑπάρξει·
因为如果对每个事物,它自身的否定是属于它的,而属于它的其他某事物的否定却不属于它,那将是荒谬的。
λέγω δʼ οἷον εἰ ὀληθὲς εἰπεῖν τὸν ἄνθρωπον ὅτι οὐκ ἄνθρωπος, δῆλον ὅτι καὶ ἢ τριήρης ἢ οὐ τριήρης.
我的意思是,例如,如果说一个人不是人是真实的,那么显而易见,他要么是三列桨战船,要么不是三列桨战船。
εἰ μὲν οὖν ἡ κατάφασις, ἀνάγκη καὶ τὴν ἀπόφασιν· εἰ δὲ μὴ ὑπάρχει ἡ κατάφασις, ἥ γε ἀπόφασις ὑπάρξει μᾶλλον ἢ ἡ αὐτοῦ.
如果肯定属于他,那么否定也必然属于他;但如果肯定不属于他,那么该否定至少比他自身的否定更属于他。
εἰ οὖν κἀκείνη ὑπάρχει, ὑπάρξει καὶ ἡ τῆς τριήρους· εἰ δʼ αὕτη, καὶ ἡ κατάφασις.
那么,如果那自身的否定属于他,三列桨战船的否定也将属于他;而如果这否定属于他,那么肯定也将属于他。
—ταῦτά τε οὖν συμβαίνει τοῖς λέγουσι τὸν λόγον τοῦτον, καὶ ὅτι οὐκ ἀνάγκη ἢ φάναι ἢ ἀποφάναι.
――因此,对于主张这一论调的人来说,会产生这些后果,而且还得得出不需要肯定也不需要否定的结论。
εἰ γὰρ ἀληθὲς ὅτι ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, δῆλον ὅτι καὶ οὔτʼ ἄνθρωπος οὔτʼ οὐκ ἄνθρωπος ἔσται·
因为如果说他是人且不是人是真实的,那么显而易见,他既不是人,也不是非人。